JGR III 2.9De servo, qui clericus factus est ignorante domino '.
ΔΙΑΤΑΞΙΣ θ΄. Περὶ δούλου γεγονότος κληρικοῦ ἀγνοίᾳ τοῦ δεσπότου. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ καὶ οἰκουμενικῷ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως.
Abrir no leitor do IusCommune →0
pr.Τῇ αὐτῇ περὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων εὐταξίας προνοίᾳ ἑπόμενοι, ἃ τοῖς ἱεροῖς ἔδοξε κανόσι καὶ ἡμεῖς συνεπιψηφιζόμενοι τοὺς ἀντιλέγοντας πολιτικοὺς νόμους δίκην τῆς ἀντιλογίας τὴν ἐκ τῶν νομίμων διατάξεων ὑπεξαγωγὴν αὐτῶν εἰσπραττόμεθα. Τὸν γὰρ δουλικῆς μὲν ὄντα τύχης, οὐ συνειδότος δὲ τοῦ δεσπότου τὸ τῆς ἱερωσύνης σεμνὸν ἀξίωμα περιβαλόμενον κατὰ τὸν σκοπὸν τῆς τοῦ θεοῦ ἐκκλησίας καὶ ἡμεῖς διοριζόμεθα πάλιν εἰς τὴν προτέραν τῆς δουλείας ἀποκαθίστασθαι τάξιν ἀπογυμνωθέντα τῆς ἐκεῖθεν σεμνότητος, καὶ τὸν ἀπολύοντα νόμον δουλείας τὸν εἰς ἱερέας παραγγείλαντα δοῦλον οὐ συνεγνωκότος « Α τοῦ δεσπόζοντος ἀνενέργητόν τε καθιστῶμεν καὶ ἀπαῤῥησίαστον,