JGR III 2.8Ut qui rejicere malo consilio voluerit venerandum monasticae vitae habitum ac pro illo laicum susceperit, quotiescunque hoc facere ausus fuerit, etiam invitus in illum restituatur, et ex quo monasterio improbe aufugerit, eidem reddatur.
ΔΙΑΤΑΞΙΣ ή΄. Περὶ τοῦ τὸν ἀθετεῖν ἀπονοηθέντα τὸ σεβάσμιον τῆς μονήρους πολιτείας σχῆμα καὶ ἀντ ἐκείνου τὸ λαϊκὸν ὑποδυόμενον, ὁσάκις ἂν τοῦτο θρασυνθείη πράττειν, καὶ ἄκοντα αὐτὸν εἰς ἐκεῖνο ἀποκαθίστασθαι καὶ ἧς Γ κακῶς ἀπέδρα μονῆς ἐν αὐτῇ παραδίδοσθαι. Ο αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.
Abrir no leitor do IusCommune →0
pr.Τῶν ἀτάκτως ζῆν προελομένων καὶ ἀντὶ τοῦ ἐπαινετοῦ βίου τὸν φαῦλον μετερχομένων, ὁσάκις ἂν πονηρᾶς πράξεως ἐργάται το φωραθῶσι, τῆς κακίστης γνώμης πολυτρόπως ἀνακοπτομένων κα καὶ τῆς μοχθηρᾶς καὶ ἐξαγίστου βουλήσεως καὶ ὁρμῆς οὐ συγχωρουμένης ἀνεπιτιμήτου, θαυμάζω, πῶς νόμος ἀρχαῖος τοὺς εἰς τὸν ἀγῶνα τῆς μοναχικῆς πολιτείας ἐμβεβηκότας, εἶτα λειποτακτήσαντας καὶ κατὰ τὸ λόγιον ὥσπερ κύνας πρὸς τὸν ἴδιον Γ ἔμετον ἢ σύας πρὸς τὸν τοῦ προτέρου βίου βόρβορον ἐπιστραφέντας καὶ πρὸς τὸ λαϊκὸν καὶ σχῆμα καὶ τάγμα ἐντάξαντας ἑαυτοὺς, ἀφῆκεν εἰς τέλος τὸ ἀνόσιον ἐπιχείρημα ἄγειν. προστάττει γὰρ αὐτοὺς ἅπαξ μὲν τὴν μονήρη πολιτείαν λιπόντας Σὅθεν κακῶς ἐξῆλθον ἀνθυποστρέφεσθαι, πάλιν δὲ τοῦτο τολμήσαντας ἀντὶ μοναχῶν εἰς στρατιώτας ἐξ ἐκείνου καιροῦ ἐπαρχικῆς τάξεως παραγγέλλειν. καίτοι εἰ τοῦτο καλὸν αὐτῷ διορίζειν ἐφάνη τὸ πρὸς λαϊκὸν μεταμφιέννυσθαι σχῆμα τὸν λειποτάκτην, τί μὴ ἀπ᾿ ἀρχῆς αὐτὸν οὕτως ἀμφιεννύει, ἀλλ᾽ ὁρίζει· τὸν ἅπαξ ἀθετήσαντα τὸ οἰκεῖον ἐπάγγελμα μοναστὴν καὶ ἄκοντα πρὸς ἐκεῖνο συνωθεῖσθαι; εἰ δ᾽ ὡς οὕτως πρέπον ἐκέλευσε, τί μὴ φυλάττει τὴν ψῆφον, ἀλλ᾽ ὥσπερ ἐκ μεταμελείας εἰς τὸν στρατιωτικὸν ἄγει βίον τὸν ἄθλιον ἐκεῖνον μοναστήν; Οὐδαμῶς οὖν ἡμῖν τοῦτο θεμιτὸν καταφαίνεται, οὐδὲ τὸν ἐπανῃρημένον τῆς θείας στρατολογίας τὴν τάξιν εἰς κοσμικὰς στρατολογίας ἀρέσκει τετάχθαι, ἀλλ᾽ ὅπερ ἡ ἐκκλησιαστικὴ φυλάττειν οἶδε κατάστασις οὐ συγχωροῦσα λαϊκὸν ἀναλαμβάνειν σχῆμα, κἂν πολλάκις ἀλύῃ τὶς τὸν μονήρη βίον ἀθετῶν, τοῦτο καὶ ἡμεῖς νόμῳ κελεύομεν. εἰ γὰρ ὁ τὸν μονάδα βίον ἀποδυόμενος οἴστρῳ κοσμικῆς ἡδονῆς ἀνακινούμενος τοῦτο πράττει, πῶς, κἂν ἅπαξ ἐπισχεθῇ τῆς ὁρμῆς, εἰδὼς ὅτι πάλιν ἐπὶ τοῦτο | ὁρμήσας τὸ ἄτοπον βούλημα εἰς πέρας ἕξει προαγόμενον τῆς λαϊκῆς αὐτὸν ὑποσχομένης καταστάσεως, οὐχὶ παντὶ τρόπῳ καὶ πάλιν τὰ τῶν λαϊκῶν ἀντὶ τῆς μοναδικῆς πολιτείας ἀλλάξεται;