JGR III 2.7Ut quotiescunque aliquis ex clericali statu ad laicum transire malo consilio tentaverit, is etiam invitus in illum rursus restituatur.
ΔΙΑΤΑΞΙΣ ζ '. Περὶ τοῦ ὁσάκις ἄν τις ἐκ τοῦ κληρικοῦ σχήματος πρὸς τὸ λαϊκὸν ἀπονοηθείη μεταβαλεῖν, τοῦτον καὶ ἄκοντα πρὸς αὐτὸ πάλιν ἀποκαθίστασθαι. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.
Abrir no leitor do IusCommune →0
pr.Ὥσπερ ἡμῖν ἔμπροσθεν σκοπουμένοις τὴν ἀσφαλεστέραν το τῶν πραγμάτων κατάστασιν ἐπείπερ ἐφαίνετο τῆς πολιτείας ὁ νόμος μᾶλλον τοῦ ἱεροῦ νόμου τὸ ἀσφαλὲς τοῖς πράγμασι παρεχόμενος, ἐκείνῳ παρέσχομεν τὴν προτίμησιν, οὕτω καὶ ἐνταῦθα τὸ ἱερὸν ὁρῶντες διάταγμα λυσιτελέστερον τῇ εὐταξίᾳ τῶν πραγμάτων ὑπάρχον τοῦ πολιτικοῦ διατάγματος, προστιθέμενοι {· αὐτῷ σύμφωνον γνώμην δίδομεν. Καὶ θεσπίζομεν, κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν τὸν, ὅστις τοῦ κληρικοῦ σχήματος ἀπονενόηται τὸ λαϊκὸν διαμείψασθαι, τοῦτον ὁσάκις ἂν πρὸς τοιαύτην ἐξενεχθείη ἀπόνοιαν, καὶ ἄκοντα πάλιν εἰς τὸ κληρικὸν ἀποκαθίστασθαι, κἂν μὴ καὶ τοῦ βαθμοῦ τὴν τάξιν δίκαιός ἐστιν ἀπολαμβάνειν, διὰ τὸ αὐτὸν ἑαυτὸν ἐξ ὧν ἔδρασεν ἀνάξιον τῆς τοιαύτης τάξεως καταστῆσαι.