JGR III 2.6Ut in his, qui monachi fieri volunt, utrumque servetur tempus, tum quod sancta sexta synodus statuit, tum quod sanctus Basilius decrevit, bonorum vero ejus, qui tempore a synodo statuto monachus fit, dispositio secundum formam a nobis propositam procedat.
ΔΙΑΤΑΞΙΣ ς '. Περὶ τοῦ φυλάττεσθαι ἑκάτερον τὸν καιρὸν ἐπὶ τῶν μονάζειν ἐγνωκότων, ὃν τε ἡ ἁγία ἕκτη σύνοδος ἐξεφώνησε, καὶ ὃν ὁ θεῖος ἀποθεσπίζει βασίλειος, τὴν δὲ γετῶν ὑπαρχόντων διοίκησιν τοῦ κατὰ τὸν χρόνον μονάσαντος, ὃν ἡ σύνοδος ἐπέκρινε, κατὰ τὸν ὑφ᾽ ἡμῶν ἐκτεθειμένον τύπον προέρχεσθαι. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.
Abrir no leitor do IusCommune →0
pr.Ὁ καιρὸς, καθ ' ὃν δεῖ τοὺς τῷ μονάζοντι βίῳ προσιέναι Γ΄ ἐφιεμένους τυγχάνειν τῆς ἐπιθυμίας, οὐχ εἷς καὶ ὁ αὐτὸς, ἀλλ᾽ ἕτερος καὶ ἕτερος τοῖς θείοις ἡμῶν πατράσι διωρισμένος, εἰς τὸ καὶ τούτῳ διαιτῆσαι τῷ μέρει καὶ συμβιβάσαι τὴν δοκοῦσαν ἐναντιότητα καταστῆναι παρεσκευάσατο. Τοιγαροῦν σύν τε τῷ ἁγιωτάτῳ πατριάρχῃ καὶ τοῖς θεο - φιλεστάτοις μητροπολίταις ἅ τε ὁ μέγας καὶ θαυμαστὸς ἀποθεσπίζει βασίλειος (φημὶ δὴ κατὰ τὸ ἑκκαιδέκατον τῆς ἡλικίας ἔτος ἢ τὸ ἑπτακαιδέκατον ἀξιοῦσθαι τοῦ μονήρους σχήματος τοὺς ἀσπαζομένους αὐτὸ), καὶ ἅπερ ἡ ἁγία ἕκτη ἐντέλλεται σύνοδος δεκάτῳ ἔτει προτρεπομένη τὴν εἰς τὸν τοιοῦτον βίον τῶν προσιόντων παραδοχὴν, ταῦτα διασκοπήσαντες, οὐδετέρου τῶν ἱερῶν νόμων συνείδομεν κατολιγωρεῖν, ἀλλ᾽ ἀξιοῦσθαι μὲν τοῦ σεβασμίου προστάσσομεν σχήματος καθ᾽ ἑκάτερον τὸν χρόνον τοὺς βουλομένους αὐτὸ ἐπανῃρῆσθαι. Ἕνεκα δὲ τῆς τῶν ὑπαρχόντων διοικήσεως γνώμην ἰδίαν ἀποφαινόμεθα, τῷ μὲν ἑκκαιδεκάτῳ ἢ ἑπτακαιδεκάτῳ ἀποκείρασθαί τινα βουληθέντα περὶ τῶν οἰκείων ὡς ἂν βούληται διατίθεσθαι (οἶμαι γὰρ διὰ τοῦτο καὶ τὸν μέγαν βασίλειον τοῦτον ἀποδοῦναι τὸν χρόνον τῇ τοιαύτῃ πράξει, ὡς κατ᾿ ἐκεῖνον τῆς νομίμου ἡλικίας μηδὲν ἐμποδὼν οὔσης εἰς τὸ περὶ τῶν οἰκείων βαυλεύσασθαι), Γ τῷ δέ γε τῷ δεκάτῳ ἔτει πρὸς τὸ σεμνὸν τῆς μοναδικῆς πολιτείας μετατάξασθαι διανοηθέντι μηδὲ τούτῳ κωλύμην ἀπαντᾶν τοῦ σωτηρίου ἐπιχειρήματος (τοῦτο γὰρ ἔοικες συνιδοῦσα καὶ ἡ ἱερὰ σύνοδος συστεῖλαι τὸν χρόνον τῆς εἰς τὸν μονάζοντα βίον προσαγωγῆς), μὴ μέντοι καὶ λαμβάνειν αὐτὸν ὥσπερ τὴν εἰς τὸν τοιοῦτον βίον εἴσοδον, οὕτω καὶ τὴν ἐξουσίαν τοῦ περὶ τῶν οἰκείων διατίθεσθαι, ἀλλ᾽ ἐπέχεσθαι τοῦ τὰ ὑπάρχοντα διοικεῖν, μέχρις ἂν ἐκεῖνος ὁ καιρὸς ἐπιστῇ καθ ' ὃν τὴν νομίμην συμπλήρωσιν ἡ ἡλικία λαμβάνει τοῦ διατίθεσθαι. εἰ δὲ (οἷα τὰ ἀνθρώπινα) πρὸ τῆς συμπληρώσεως ἐκείνου τοῦ χρόνου ἐξ ἀνθρώπων ἀπίοι, οἰκέται μὲν αὐτοῦ πάντες ἀφείσθωσαν τῆς δουλείας, ἡ δὲ λοιπὴ διχῆ διαιρείσθω περιουσία, διμοιρίᾳ τε καὶ τρίτῳ μέρει, καὶ τὴν μὲν ἡ μονὴ κομιζέσθω, τὸ δὲ τρίτον τοῖς συγγενέσι διδόσθω τοῦ τελευτήσαντος. εἰ δ᾽ οὗτοι μὴ πάρεισι, ἀπερχέσθω καὶ τοῦτο ἔνθα τὸ δίμοιρον προεχώρησεν.