JGR III 2.5Ut hi, quibus post susceptum monasticum statum facultates suppetunt, non in totum de iis testari prohibeantur, sed si quidem aliquid antea visi fuerint intulisse monasterio tum quum id ingrederentur, de postea acquisitis facultatem habeant quemadmodum voluerint cuncta disponendi; sin prius nihil intulerint, ipsis quidem de besse statuendi licentia sit, monasterium vero reliquam partem sive trientem capiat.
ΔΙΑΤΑΞΙΣ έ. Περὶ τοῦ τοὺς μετὰ τὸ ὑπελθεῖν τὴν μοναδικὴν πολι- τείαν πραγμάτων εὐπορήσαντας μὴ καθόλου ἀπείργεσθαι περὶ αὐτῶν διατίθεσθαι, ἀλλ᾽ εἰ μὲν ὤφθησάν τι προκαταβεβλημένοι τῷ μοναστηρίῳ κατὰ τὸν καιρὸν ὅτε τούτῳ προσήρχοντο, εἶναι αὐτοὺς περὶ τῶν ὕστερον προσκεκτημένων κυρίους καθὼς προαιροῖντο πάντα διοικεῖν, εἰ δ᾽ οὐδὲν προκατεβάλοντο, αὐτοὺς μὲν περὶ τοῦ διμοίρου ἔχειν ὁρίζειν ἄδειαν, τὸ μοναστήριον δὲ τὸ ἄλλο μέρος ἤτοι τὸ τρίτον ἀναλαμβάνεσθαι. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.
Abrir no leitor do IusCommune →0
pr.Ἐπειδὴ περὶ μοναζόντων ὑπάρξεως, οἳ μετὰ τὸν μονάδα βίον περιουσίαν ἠθροίσαντο, πολλάκις ἡμῖν σὺν τοῖς ὑπό σε θεοφιλεστάτοις ἀρχιερεῦσιν, ὦ θεῖον φῶς καὶ καταπυρσεύειν τὸν κόσμον ὑπὸ τοῦ πρώτου φωτὸς ἐν τῷ μεγάλῳ τῆς ἐκκλη σίας στερεώματι τεθειμένον, ἀπορεῖν ἔφης, οἷα δὴ νέφους τῆς ἐκεῖθεν ἀμφιβολίας ὑποτρεχούσης τὴν ἀκτῖνα τοῦ λογισμοῦ πρὸς τὸ τρανὴν ἐκφῆναι διάκρισιν, εἴτε δεήσοι τῆς τοιαύτης περιουσίας κυρίους εἶναι τοὺς μοναστὰς ποιεῖσθαι διάταξιν, εἴτε κωλύειν ἄξιον αὐτοὺς τῆς ἐπ᾿ αὐτῇ κυριότητος· ἐπεὶ οὖν περὶ Η τοῦτο ἀμφιβάλλοντες διαφόροις ἡμᾶς ἐξαιτήσεσι πρὸς τὴν ἐπίσκεψιν συναντιλαμβάνειν προὐτρέψασθε, τιμῶντες ὡς ἐν τοῖς ἄλλοις οὕτω κάνταῦθα τὴν ὑμῶν ἱερότητα πρὸς τὴν ἐκπλήρωσιν καθιστάμεθα τοῦ αἰτήματος. ἐκεῖνα δὲ πρῶτον εἰρήσθω ἡμῖν, ὅσα γε τοῖς πάλαι διώρισται περὶ τῶν ἄρτι βουληθέντων πρὸς μετὴν μονήρη μετατάξασθαι πολιτείαν, – (φημὶ δὴ περὶ τοῦ πρότερον αὐτοὺς τὰ οἰκεῖα πράγματα διατίθεσθαι, οὕτω τε πρὸς τὴν ἐπιθυμουμένην προσιέναι πολιτείαν, ἀλλὰ μὴ προλαμβάνειν τὴν μεταβολὴν τοῦ βίου τὴν περὶ τῶν πραγμάτων διάταξιν, ὡς εἴ γε τοῦτο οὕτω συμβαῖνον ὀφθείη, οὐκέτι ἀποκειραμένοις) αὐτοῖς ἐπιτραπήσεται ἡ διάταξις, ἀλλὰ χωρήσει πᾶσα ἡ ὕπαρξις εἰς τὴν ἐν ᾗ ἀπεκείραντο ἐκκλησίαν) – ταῦτα δὴ τὰ περὶ τῶν ἄρτι προσιόντων τῷ μοναδικῷ βίῳ διωρισμένα (εἰ μὴ παῖδες πάρεισι τὴν κληρονομίαν καλοῦντες) ἄριστά τε καὶ ὡς οὐκ ἂν τις φαίη ἄμεινον διατέτακται, καὶ οὔτε τὶ προσθεῖναι τούτοις· οὔτ᾽ ἀφελεῖν ἀπ᾿ αὐτῶν ἐστίν. καὶ γὰρ ὁ πρὸ τοῦ διαμεῖψαι τὴν πολιτείαν ἐν τῇ ἐκείνου γνώμῃ κειμένην ἔχων τὴν τῶν ὑπαρχόντων διοίκησιν τοῦτο μὴ βουληθεὶς διαπράξασθαι, εἰκότως μετὰ ταῦτα ἀπείργεται τῆς ἐπιτροπῆς, αὐτὸς ἑαυτὸν εἰς τοῦτο καταστήσας· δι᾽ ὧν γὰρ οὐκ ἐβουλήθη ἐξὸν αὐτῷ προδιῳκηΓκέναι τὰ πράγματα, τὴν μετὰ ταῦτα τῆς ἐξουσίας ἀφαίρεσιν δ᾽ ἑαυτοῦ καταψηφιζομένην εὐλόγως φέρει. ἄλλως τε δὲ καὶ πῶς οὐκ ἄτοπον, τὸν ἀποταξάμενον ταῖς τοῦ βίου φροντίσιν ἔτι τὸ τῶν φροντίδων φέρειν φορτίον καὶ τῷ ἐκεῖθεν βάρει πιέζεσθαι; ἄπαιδος μὲν οὖν, ὥσπερ ἔφην, ὄντος τοῦ πρὸς μοναχοὺς μεταταξαμένου, αὕτη ἡ ψῆφος οὐκ ἂν ὑπεκσταίη ψήφῳ ἑτέρᾳ· εἰ δὲ πάρεισι παῖδες (τότε γὰρ οὐχ ὅσιον ζημιοῦν· ἐκείνους διὰ τὴν τοῦ γονέως σιγὴν), οὐ κῶλύσει παντελῶς τὴν διάταξιν τὸ μοναδικὸν σχῆμα, ἀλλὰ δῆλον, ὡς διατάξεται μὲν περὶ τῶν μερῶν, ἃ τοῖς παισὶν ἴσῃ καὶ νομίμῳ διανομῇ ὑποκληρωθήσεται, τοῦ δὲ μέρους τοῦ πρὸς ἐκεῖνον ὁρῶντος ἀποστήσεται ἡ διάταξις, ὡς ὁλοκλήρως αὐτοῦ τῷ μοναστηρίῳ ἀνήκοντος. ἀλλὰ καὶ εἰ θάνατος (οἷα πολλὰ τὰ ἀνθρώπινα) σύντομος ἐπιστὰς τὴν τῶν πραγμάτων μεσολαβήσει διανομὴν, οὐδ᾽ οὕτως παντελῶς ἀπαῤῥησίαστος ἡ τῶν πραγμάτων τοῖς παισὶ βοηθοῦσα διοίκησις, ἀλλὰ κατὰ τὸν εἰρημένον τρόπον τὰ τούτοις προσήκοντα νομίμῳ δικαίῳ ἀφορισθήσεται, τὸ δ᾽ ἐπίλοιπον τῆς ὑπάρξεως οἰκειώσεται ἡ μονή. ἀλλὰ γὰρ ταῦτα περὶ τῆς πρὸ τοῦ μονάδος βίου τῷ ἀνθρώπῳ προσούσης περιουσίας. ἐφ᾽ ᾧ δὲ ἡ ὑμῶν πατρικὴ μακαριότης ἠξίωσε τὸ θέσπισμα προελθεῖν (φημὶ δὴ ἐπὶ τοῖς ὕστερον τοῦ μονάδος βίου προσγινομένοις πράγμασι), τοῦτο θεσπίζομεν, τὸ ἐκ τοῦ καιροῦ τοῦ καθ᾽ ὃν εἵλετο τὴν μονήρη πολιτείαν προϊούσης τῆς διασκέψεως τα γίνεσθαι περὶ τῶν μετὰ ταῦτα προσκτηθέντων αὐτῷ τὴν διάκρισιν. οὐ γὰρ διότι ἐκ τῆς λαϊκῆς ἀγωγῆς πρὸς τὴν μοναδικὴν μεθιστάμενος, εἰ μὴ πρότερον διατίθοιτο, τὴν τοῦ μετὰ ταῦτα διατίθεσθαι ἀφαιρεῖται ἄδειαν, διὰ τοῦτο καὶ περὶ τῶν ὕστερον γεγονότων ὁρίζειν καθόλου κωλυθείη. ἐκεῖ μὲν γὰρ εὐλόγως ἀφῃρεῖτο τὴν ἐξουσίαν, ἐπεὶ ἐν αὐτῷ ὂν βουλεύσασθαι ἔτι χρηματίζοντι λαϊκῷ, τῷ μὴ τοῦτο πρᾶξαι αὐτὸς ἑαυτὸν εἰς τοῦτο περιΐστησιν· ἐνταῦθα δὲ οὐκ ἐστιν ὅμοιον, ὥστε αὐτόν τινα ὑφ᾽ ἑαυτοῦ ἢ ὑφ᾽ ἑτέρου ἀπείργεσθαι. εἰ δέ τις λέγοι, ὅτι διὰ τοῦτο μόνον, ὅτι μονάζων ἐστὶν, ἅπαντα λήψεται ἡ μονὴ, οὐκ οἶδα εἰ πρέποντα μονασταῖς ὁ τοιοῦτος νομοθετεῖ· πρῶτον μὲν, εἰ οὕτω δεῖ κτημάτων ἀντέχεσθαι ἀνθρώπους οἳ τὴν ὑπεροψίαν αὐτῶν ἐπηγγείλαντο· ἔπειτα δὲ καὶ συγγενεῖς τινες πένητες ἢ ἄλλως γνώριμοι τυγχάνουσι τῷ ἀνθρώπῳ χρήζοντες παραμνθουμένης χειρὸς, πῶς οὐκ ἀπάνθρωπον, μηδεμιᾶς ἐκείνους ἐκ τῶν τοῦ συγγενοῦς πραγμάτων ἀξιοῦσθαι παραμυθίας, ὥσπερ οὐχὶ ξενηλασίαν ἀλλὰ συγγενικῶν καὶ φίλων ἐλασίαν δέον ποιεῖν τοὺς μονάζοντας καὶ πάντα πρὸς ἑαυτοὺς ἕλκειν, καθάπερ τοὺς πολυφάγους ἔστιν ὁρᾶν οὐ βουλομένους ἀπόμοιράν τινα τῶν παρακειμένων τοῖς ἄλλοις καταλιμπάνειν. οὔτε γὰρ δοῦλος ἐλευ θεροῦται δουλείας δεσμῶν, οὐ πένης οἴκτου μεταλαγχάνει, οὐκ ἄλλος τὶς ἀνάγκαις πιεζόμενος παραμυθίας εὑρίσκει ἀπόλαυσιν, πάσης τῆς τοῦ μονάζοντος περιουσίας τῷ μοναστηρίῳ διδομένης. Διὰ τοῦτο δὴ θεσπίζομεν, εἰ μὲν ὤφθη κατὰ τὸν καιρὸν ὅτε τὸν μοναστὴν εἵλετο βίον ὁ ἄνθρωπος ἀφιερωσάμενός τι τῇ ἐκκλησίᾳ, εἶναι αὐτῷ περὶ τῶν ὕστερον προσκεκτημένων ἀβίαστον καὶ κυρίαν τὴν γνώμην καθὼς ἂν προαιροῖτο πάντα διοικεῖν· εἰ δὲ μηδὲν ὅλως κατ᾿ ἀρχὰς τῷ μοναστηρίῳ προεισ Ο ενήνεκται, τότε διχῆ τὴν ὕπαρξιν τέμνεσθαι, τῶν μερίδων τῆς μὲν διμοιρίᾳ συγκεφαλαιουμένης, τῆς δὲ τρίτῳ μέρει, καὶ διατίθεσθαι μὲν ὡς ἄν ποτε δόξειεν αὐτῷ περὶ τοῦ διμοίρου τμήματος τὸν μονάζοντα, τὸ τρίτον δὲ ἀποκληροῦσθαι τῷ μοναστηρίῳ. ἀλλὰ ταῦτα μὲν περὶ ὧν ἐζητήσατε τὸ ἡμέτερον ἀπεΗ θέσπισε κράτος. δεήσει δὲ τὴν ὑμετέραν μακαριότητα τοῖς ὑπ᾽ αὐτὴν ἅπασι θεοφιλεστάτοις μητροπολίταις ἔκδηλα καταστῆσαι· τὰ τεθεσπισμένα, αὐτούς τε παραπλησίως τοῖς ὑπ᾽ ἐκείνους ἐπισκόποις ἐμφανίσαι, κἀκείνους ταῖς ὧν ἔλαχον τὴν ἐπιτροπὴν ἐκκλησίαις, ὥστε καὶ νῦν καὶ εἰς τὸν ἔπειτα χρόνον ταῦτα καὶ διαγινώσκεσθαι πᾶσι καὶ οὕτως πράττεσθαι.