IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.4Ut non modo catholicae ecclesiae sacerdotes, verum etiam qui ad quamcunque aedem pertinent, si vocentur, sine fraude sacras mystagogias et ritus domi celebrare possint '.

ΔΙΑΤΑΞΙΣ δ '. Περὶ τοῦ δεῖν μὴ μόνον τοὺς τῆς καθολικῆς ἐκκλησίας ἱερεῖς, ἀλλὰ καὶ τοὺς ἐν ἑκάστῃ οἰκίᾳ διαφέροντας προσ - ί καλουμένους ἀδεῶς τὰς ἱερὰς μυσταγωγίας καὶ λατρείας οἴκοι ἐπιτελεῖν. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.

Abrir no leitor do IusCommune →

0

pr.Τοῖς μὲν ἀρχαιοτέροις ἔδοξε τὰς κατ᾿ οἴκους ἱερατείας καὶ συνάξεις ὑπὸ μόνων ἐκτελεῖσθαι τῶν ταῖς καθολικαῖς ἐκκλησίαις διαφερόντων ἱερέων, ὑφ᾽ ἑτέρων δὲ, οἳ τῷ οἴκῳ προσανάκεινται καὶ ἰδιαζούσης τυγχάνουσι βίου καταστάσεως, μήτε λειτουργίαν μήτε τινὰ ἱερατείαν ἐπιτελεῖσθαι. τοῦτο δ᾽ ἔοικεν Η ἕνεκά γε τῆς περὶ τὴν πίστιν ἀσφαλείας εἰς ἐνθύμιον αὐτοῖς ἐπελθεῖν ἀποθεσπίσαι, ὡς ἂν μὴ ὡς εἰκός τινων ἐπικρυπτόντων ἀποστασίας ὄλεθρον ἐν τῷ τῆς ἱερωσύνης σχήματι, συμβαίνοι ἀντὶ τοῦ ἁγιάζεσθαι μᾶλλον πλεῖον βεβηλοῦσθαι τοὺς τῆς ἐκείνου μετέχοντας ἀνιέρου τελετῆς. ὁ μὲν οὖν σκοπὸς τῶν Γ΄ ἐπὶ νοῦν βαλομένων τὴν τοιαύτην ἀσφάλειαν ἐπαινούμενός τε καὶ ἀποδοχῆς ἄξιος κατὰ τοῦτο ὅτι τὸ ἀσφαλὲς τῆς εὐσεβοῦς προὐνόησαν πίστεως, πλὴντού καθ᾽ ὅσον ἐνόμισαν παρασχεῖν τὴν ἀσφάλειαν ἐπὶ τοσοῦτον ἔστιν ἰδεῖν ἐκ τοῦ νόμου περιγινομένην αὐτὴν καὶ ἐκτεινομένην. τουναντίον δὲ ἐστὶν ὅτε καὶ Η τοῖς εὐσεβέσι καὶ περὶ τὰς θείας λειτουργίας σπουδὴν κεκτημένοις ἐναντιούμενος ὁ νόμος ὁρᾶται. τὸ μὲν γὰρ τὸν ἀνίερον ἱερέα μὴ γνώριμον καθιστάμενον μεταδοῦναί τινί ποτε τῆς ἑαυτοῦ ἀνιέρου βεβηλώσεως, εἰκὸς συμβαίνειν ἂν ἴσως, πλὴν οὐχ οὕτως ὥστε τρόπῳ παντὶ τὴν τοιαύτην γίνεσθαι σύμβασιν. τίς γὰρ οὕτως εὔκολος τὴν γνώμην καὶ ἀδιάφορος, ὡς ἱερᾶσθαι προσκαλεῖν ὃν οὐκ οἶδεν ἱερέα, καὶ οὗ τοῦ σεβάσματος καὶ τῆς πολιτείας καθέστηκεν ἀμαθής; πάλιν δὲ καὶ οἱ τὴν ἀποστασίαν θάλποντες καὶ ἀνιέρως ἱερατεύοντες οὐκ ἂν μὴ πρὸς τοὺς οἰκείους τῆς δυσσεβείας βουλήσονται συνελθεῖν· ὥστε ὁ μὲν ἀσφαλίζεσθαι ὁ νόμος δοκεῖ, οὐ καθὼς ἔδοξεν ἀσφαλίζεται. ἄλλως δὲ τοῖς εὐσεβέσι πολλῆς ὠφελείας εὑρίσκεται γινομένης ἐμποδών. θείᾳ γὰρ χάριτι μικροῦ κατὰ πάντα οἶκον, οὐ μόνον τῶν περιφανεστέρων ἀλλὰ καὶ τῶν εὐτελεστέρων, εὐκτηρίων οἴκων ἀνεγηγερμένων θεῷ, τῆς δὲ περὶ τοὺς ἱερεῖς χορηγίας καὶ θεραπείας οὐχ ὁμοίως παρὰ πάντων οἵας τε οὔσης γίνεσθαι, συμβαίνει διὰ τὸν νόμον τοὺς ὥσπερ εἶπον ἀπορωτέρους πρὸς ἰδιάζουσαν ἱερέων ἀνάληψιν ἀμετόχους μὲν αὐτοὺς πλειστάκις διαμένειν τῶν θείων μυστηρίων, ἀποστερεῖσθαι δὲ καὶ τὰ ἱερὰ τ τεμενίσματα τῶν ἐπ᾿ αὐτοῖς ὀφειλόντων ἁγιασμῶν ἐπιτελεῖσθαι. οὐ μὴν ἀλλ᾽ εἰκὸς καὶ μνείας ἐφισταμένης ἐνίοτε κεκοιμημένων ἀπορίᾳ ἱερέως τὴν παρουσίαν τῆς μνήμης παραδραμεῖν ἀνιέρατον, ὡς ἐκ τούτου οὐ μικρὰν τοῖς τε βιοῦσιν ἐνταῦθα καὶ τοῖς οὓς ὁ ἐκεῖθεν ἔχει βίος συμβαίνειν ζημίαν. Ὁρίζομεν οὖν, οὐ μόνον τοὺς ἑκάστης καθολικῆς ἐκκλησίας ἱερεῖς, ἀλλὰ καὶ τοὺς οἰκείους τῶν ἱερέων ἑκάστης οἰκίας ἄδειαν ἔχειν ἐν πάσαις ταῖς οἰκίαις ἱερᾶσθαί τε καὶ μυσταγωγεῖν, οὓς ἂν προσκαλεῖν αἱροῖτο ὁ ἑκάστης δεσπόζων οἰκίας καὶ διδόναι τὴν ἐν τοῖς ἱεροῖς εὐκτηρίοις πάροδον καὶ ἱερατείαν.