IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.3Ut secundum ecclesiae statutum qui sacerdotes creentur aut vitam caelibem acturos se polliceantur, aut si matrimonio jungi velint, prius copulentur et sic ad ordinationem accedant.

ΔΙΑΤΑΞΙΣ γ '. Περὶ τοῦ κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν τοὺς μέλλοντας παραγγέλλειν εἰς ἱερέας ἢ διὰ βίου τὴν ἀγαμίαν ἐπαγγείλασθαι, ἢ εἰ βούλοιντο γάμῳ προσομιλεῖν, πρότερον ἁρμόζεσθαι καὶ οὕτω τῇ χειροθεσίᾳ προσέρχεσθαι. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.

Abrir no leitor do IusCommune →

0

pr.Καλῶς ἐξ ἀρχῆς τὰ περὶ τῶν ἱερᾶσθαι ἀξιωθέντων τῆς Γ ἐκκλησιαστικῆς τάξεως ὁρισαμένης, οὐκ ὀρθῶς κατά γε ἐμὲ τῇ νῦν κρατούσῃ ἑπόμενοι συνηθείᾳ ἐνίοτε κατολιγωροῦσι τοῦ ἱερατικοῦ παραγγέλματος. καὶ γὰρ ἐκείνου προστάσσοντος τοῖς μέλλουσι παραγγέλλειν εἰς ἱερέας, εἴτε διὰ βίου παντὸς, εἰ τεθαῤῥήκασι τὴν ἐπαγγελίαν μὴ ψεύσασθαι, ἀγαμίαν ἐπαγγείλαν σθαι, ἢ εἰ μὴ τοῦτο δυνατὸν αὐτοῖς φαίνεται, νομίμοις γάμοις ἁρμόζεσθαι καὶ οὕτω τῆς θείας λειτουργίας ἀντιλαμβάνεσθαι· ἡ ἐπὶ τοῦ παρόντος κρατοῦσα συνήθεια τοῖς πρὸς γάμον συνάπτεσθαι λογισμὸν ἔχουσι δίδωσιν εἰς ἱερέας πρὸ τῆς μνηστείας τελεῖν, εἶτα μέχρις ἐτῶν δύο τῷ βουλομένῳ γήμασθαι περαίνειν ὁρίζει τὸ βούλημα. Τοῦτο τοίνυν ἐπεὶ μὴ πρέπον ὁρῶμεν, κελεύομεν κατὰ τὸ ἄνωθεν καὶ ἀρχαῖον τῆς ἐκκλησίας διάταγμα τὰς χειροτονίας προβαίνειν. οὐδὲ γὰρ ἄξιον, μετὰ τὸ ἀνυψωθῆναι τῆς σωματικῆς ταπεινώσεως ὑπὸ τῆς πνευματικῆς ἀναβάσεως τούτους πάλιν ἐπὶ τὴν σαρκικὴν ταπεινότητα καταπίπτειν, τουναντίον δὲ μᾶλλον χρὴ ὡς εἰς ἀνάβασιν ὑψηλὴν τὴν θείαν λειτουργίαν ἐκ τῆς σωματικῆς ταπεινότητος ἀναβαίνειν.