JGR III 2.100De servis, qui liberis in matrimonium junguntur '.
ΔΙΑΤΑΞΙΣ ρ΄. Περὶ συναπτομένων οἰκετικῶν προσώπων ἐλευθέροις.
Abrir no leitor do IusCommune →0
pr.Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Φιλανθρώπου γνώμης ὄντες οἱ νόμοι γεννήματα, τῇ ἑαυτῶν εὐταξίᾳ καὶ διαθετήσει καὶ περὶ τῶν μὴ πάνυ συχνῶς ἐπιχωριαζόντων ἀνθρώποις ἀμφισβητημάτων προαίρεσιν ποιοῦνται συνεισάγειν βοήθειαν. τοιαύτης δ᾽ ὄντες φιλανθρωπίας, πῶς οὐ πολὺ πλέον εἰκότως περὶ τῶν ἐν βίῳ διὰ παντὸς στρεφομένων τὴν μέριμναν ἀναλήψονται; ὁ γὰρ τὸ ἐπιμελὲς περὶ τῶν ἔλαττον λυπούντων εἰς φροντίδα φέρων, τὰ μᾶλλον ἀνιῶντα παρορῶν οὐδὲ τὴν περὶ τοῦ λυποῦντος ἔλαττον ἐπιμέλειαν δόξειεν ἂν ἐκ τούτου προμηθῶς ποιεῖσθαι. Διὰ τοῦτο δὴ τῷ τῶν νόμων ἀξιώματι πλέον εἰς σεμνό- τητα νέμοντες, τὸ μέχρι νῦν ὑπὸ συνηθείας διοικούμενον, φημὶ δὲ τὸ περὶ τῶν ἐξ ἀνίσου τύχης ἐλευθέρου τε καὶ δουλευούσης νυμφαγωγοῦντος ἔρωτος πρὸς συζυγίαν ἁρμόζεσθαι φιλονεικούντων, τῇ νομίμῳ περιλήψει ἀποδιδόαμεν, καὶ θεσπίζομεν, ἐὰν ἐλευθερίᾳ τιμώμενον πρόσωπον δουλικῆς ἕλοιτο γάμον τύχης, ὑπὸ δυσὶ τούτοις τὸν γάμον ἔχουσι πράγμασι συνίστασθαι τὴν συνάφειαν· ἢ γὰρ καὶ τὴν ἴσην ἀναλαμβανέτω τύχην ὁ τῷ δουλικῷ προσώπῳ διὰ τοῦ ἔρωτος συναπτόμενος, ἢ καταβολὴν προσομολογείτω τιμήματος, δι οὗ ἀπολελυμένον τῆς δουλείας τὸ ὑπ᾿ αὐτῆς κατεχόμενον μέρος τῆς ἐλευθερίας γενήσεται. ἀλλὰ ταῦτα μὲν ἃ δεήσει καταβαλεῖν οἷον ἀῤῥαβῶνά τινα τοῦ ἀνίσου γάμου τὸν εἰς κοινωνίαν ὑπεισιόντα δουλικῆς ὁμιλίας. τοὺς δέ γε δεσπότας ὁρίζομεν μηδ᾽ αὐτοὺς ἀφιλανθρωπότερον διατίθεσθαι, ἀλλὰ δουλεύειν μὲν προελόμενον τὸ πρόσωπον, ὃ τοῦ οἰκετικοῦ μέρους ᾑρέτισεν εἰς συνάφειαν, ὅρον εἶναι τῆς δουλείας τὴν τοῦ δεσπότου ἀποτελεύτησιν, ἧς ἀπαντάσης ἐλευ θέρους ἀφίεσθαι μετὰ τῶν οἰκείων παίδων, εἴ γε καὶ παῖδας ὁ γάμος αὐτοῖς ἐχαρίσατο· εἰ δὲ μὴ σύνθοιτο δουλεύειν, μήτε τὴν ἀποπλήρωσιν τῆς τιμῆς ἐκ τοῦ ἑτοίμου ῥᾴδιος εἴη παρασχεῖν, τῆς μὲν ἐλευθερίας κατὰ βίαν οὐ ζημιωθήσεται, θητεύων δὲ παρὰ τῷ αὐτῷ δεσπότῃ, ἐφ᾽ ἑκάστῳ ἔτει τοῦ μισθοῦ δυσὶ λογιζομένου νομίσμασι, διαρκέσει τοσούτοις ὑπηρετῶν χρόνοις, ὅσοι τὴν ὁμολογηθεῖσαν τιμὴν συγκεφαλαιωσάμενοι μέλλουσιν ἀποφῆναι τὸν δεσπότην τελείως ἀπέχοντα τὴν ὑπὲρ τοῦ δούλου λῆψιν, καὶ μηδὲν εὔλογον ἔτι πρὸς τὴν κατοχὴν ἀποφερόμενον.