IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.101De servis in contubernio viventibus, si altera pars manumissa fuerit.

ΔΙΑΤΑΞΙΣ ρα΄. Περὶ δούλων ἐν συντροφίᾳ ὄντων καὶ τοῦ ἑνὸς μέρους ἐλευθερωθέντος. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Οὐ μόνον ὁ τὴν ἀρχὴν ἐξ ἐλευθερίας καὶ δουλείας γινόμενος γάμος, ἀλλὰ καὶ ὃν οἱ κοινῶς ὑπὸ δουλείαν τελοῦντες καὶ διὰ τύχης ὁμοίας ὑπῆλθον, καὶ οὗτος πολλάκις ἑνὸς αὐτῶν εἰ οὕτω τύχῃ παρὰ τοῦ δεσπότου λυθέντος δουλείας, τοῦ ἑτέρου μέρους τοῦ δεσμοῦ μὴ συναπολυθέντος, εἰς ἀνισότητα καθιστάμενος, ἐκ τοιαύτης αἰτίας οὐκ ὀλίγης ἀμφιβολίας καὶ ζητήσεως ἐκ τοῦ μὴ τυχεῖν νομικῆς διακρίσεως ἔριν ἀνακινῶν καθορᾶται. ὀφειλόμενον οὖν καὶ τοῦτο νομισθὲν τῷ ἡμετέρῳ κράτει τῆς προσηκούσης τυχεῖν διαλύσεως, τὸν δ᾽ οὗ ῥυθμισθήσεται νόμον ἀπείληφε. τί δὲ τὸ νομοθέτημα; Κελεύομεν τὸ τῆς δουλείας ἀπηλλαγμένον μέρος, ἂν τὴν πρὸς τὸ καταλειφθὲν δουλεύειν συνάφειαν ἀγαπᾷ, κατὰ τὸν νενομοθετημένον τύπον᾽ ἐπὶ τῶν ἐξ ἐλευθερίας καὶ δουλείας συναρμοζομένων τὸ συνοικέσιον ἀδιάῤῥηκτον ἔχειν. δεῖ γὰρ ἢ τῆς διδομένης ἐλευθερίας αὐτῷ μὴ ἀντιποιεῖσθαι, ἀλλ᾽ ἐξ ἴσου τὸν δούλειον ὑποβεβηκέναι ζυγὸν τῷ ἑτέρῳ μέρει, ἄχρις ἂν ἡ τέλειος ἡμέρα τοῦ βίου συναντήσῃ τῶν τὴν κυριότητα λαχόντι τοῦ μὴ ἀφειμένου τῆς δουλείας προσώπου, ἢ ἐάν περ τὸ ἀξίωμα τῆς· ἐλευθερίας οὐκ ἀποδύηται, ἣν᾽ ὑπὲρ τοῦ συζύγου μέρους ὁμολογήσει τιμὴν συντελέσασθαι. εἰ δὲ τοῦτο μὲν ὀπίσω ῥίψειε φροντίδος, ἀφορμὴν δὲ τὸ οἰκεῖον ποιούμενος ἄνετον πρὸς τὸ οἰκεῖον σχῆμα τοῦ βίου ἀναρπάζειν πειραθείη τὸ καταλειφθὲν εἰς δουλείαν μέρος, μὴ μόνον ἐκ τῆς αὐθαδείας ταύτης μηδὲν ἐξανύειν μηδ᾽ ἰσχὺν ἔχειν ἐλευθερίαν ἑτέρῳ χαρίζεσθαι, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον ἧς ἔλαβεν ἐκπίπτειν τιμῆς καὶ πάλιν ὑποκύπτειν τῷ ζυγῷ τῆς δουλείας, ἅτε δὴ γνώμῃ περιυβρίσαντα μοχθηρᾷ χρηστὴν καὶ εὐεργέτιδα τοῦ ἰδίου δεσπότου προαίρεσιν, καὶ τὴν ἐκείνου κρίσιν ἀπονοηθέντα παρὰ φαῦλον ποιήσασθαι, ἣν ἐχρῆν δ᾽ αἰδοῦς ἄγειν καὶ εὐλαβείας.