IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.102De praediis maritimis, ut ad epochae constitutionem, cui pars non sufficit, vicinus etiam invitus adigatur.

ΔΙΑΤΑΞΙΣ ρβ. Περὶ παραθαλασσίων χωρίων πρὸς ἐποχῆς κατάστασιν

Abrir no leitor do IusCommune →

0

pr.ἀνὰ μέρος μὴ ἀρκοῦντα καὶ ἄκοντα τὸν μὴ θέλοντα ἄγεσθαι. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Μέγας τῷ βίῳ χαρίζεται ἡ σὺν φρονήματι καὶ λογισμῷ τῶν πραγμάτων κοινώνησις. καὶ γὰρ καὶ δυνάμεώς τινι παρούσης ἐκ τοῦ κοινωνεῖν ἑτέρῳ παραπλησίως εὐποροῦντι δυνάμεως μᾶλ λον ὀνησιμωτέρα καθέστηκεν ἡ δύναμις, καὶ πλουτοῦντες δὲ τρόπον ἄλλον τὸν πλοῦτον κοινοποιήσαντες γλυκύτερον τῆς ἀπὸ τοῦ πλουτεῖν ἀπολαύουσιν εὐπαθείας, καὶ στενοχωρούσης πενίας οὐκ ἀπορήσει παραμύθιον εὑρεῖν ἡ ἐν τοῖς ἔργοις κοινότης, δι οὗ τὸ σφοδρὸν ἀλυπώτερον εἴη τῆς στενοχωρίας. ἀλλ᾽ ὄντος οὕτω καλοῦ καὶ χρησίμου τοῦ κατὰ βίον κοινωνήματος, ξένη τὶς ἐνδυομένη κακία ταῖς τῶν ἀνθρώπων ψυχαῖς οὐ μόνον ἑτέροις ἐμποδὼν καθίσταται πρὸς ὠφέλειαν, ἀλλ᾽ αἱρεῖ σθαι πείθει τοὺς θάλποντας αὐτὴν ἀγαπᾶν καὶ τὰ οἰκεῖα καταβλάπτεσθαι, ἢ συγχωρεῖν ἐν τῷ κοινωνῆσαι τοῖς πλησίον προστιθέναι τὶ κέρδος αὐτοῖς. Τοιοῦτόν τι προσῆλθε ταῖς ἡμῶν ἀκοαῖς γινόμενον ὑπ᾽ ἐνίων, οἳ θαλαττίου νομῆς εὐποροῦντες, καθ᾽ ἑαυτὴν μὲν οὐ μέγα τὶ φέρειν κέρδος δεδυνημένης, σὺν δὲ τῇ γείτονι καὶ προσπαρακειμένῃ κοινωνούσης μᾶλλον τὴν ὠφέλειαν ἀποδιδούσης, οὐ βούλονται διὰ τὸ κακόγνωμον ἀναδέχεσθαι κοινωνίαν, οὐδὲ τὰ ἑαυτῶν καταμιγνύειν τοῖς γειτονεύουσι χωρίοις, ὡς ἂν ἀμφοτέροις ὑπάρξῃ τὶ κερδᾶναι, ἀλλὰ προκρίνουσι καὶ τὰ ἴδια ζημιοῦν, εἰ καὶ τῷ γείτονι πεφηνότες εἴησαν ἐπιζήμιοι. ἀλλὰ γὰρ, εἰ καὶ πρὸς τὴν ἑαυτῶν βλάβην ἀναισθήτως οἱ τοιοῦτοι διάκεινται καὶ κακῶς ἑαυτοὺς διατιθέντες ὑπὸ κακοτροπίας ὀλιγωροῦσι τοῦ πράγματος, ὥσπερ τὰ χαλεπὰ τῶν θηρίων πρὸς τὸ κακῶς παθεῖν ὁρμῶντες ἵνα κακοποιήσωσι τοὺς πελάζοντας, ὅμως οὐκ ἀνέχεται τοιαύτην κακίαν ἡ βασιλεία ἡμῶν τῷ βίῳ παῤῥησιάζεσθαι, οὐδ᾽ ὅτι ἐκεῖνοι προνοίας ὠφελούσης αὐτοὺς ἀνάξιοι τυχεῖν, διὰ τοῦτο καταλείψομεν ἀβοηθήτους. μέρος δε τι καὶ ὑπὲρ αὐτῶν μὲν προνοούμενοι, μάλιστα δὲ καὶ ὑπὲρ τοῦ γειτονεύοντος μέρους, ὃ λυμαίνεται κακῶς ἡ τοιαύτη μισανθρωπία, θεσπίζομεν, ἐπὶ τῶν τοιούτων παραθαλασσίων χωρίων, ἐφ᾽ ὧν ἰδία καὶ ἑκάστη μοῖρα πρὸς ἐποχῆς οὐκ ἐξαρκεῖ κατάστασιν, ἀνακοινοῦσθαι τὰ μέρη, ὥστε διὰ τῆς τοιαύτης ἀνακοι- νώσεως τοὺς κτήτορας ἐκ τῶν οἰκείων καὶ ὠφελεῖσθαι κτημάτων, καὶ μὴ βουλομένου θατέρου κοινωνεῖν προσώπου, πρὸς τὴν κοινωνίαν ἄκοντος συνωθουμένου. φιλάνθρωπον γὰρ καὶ ἄκοντά τινα μεταλαχεῖν ἴσμεν εὐεργεσίας, ἐνταῦθα δὲ πολὺ μείζων ἡ φιλανθρωπία, μὴ μόνον ἄκοντος εὐεργετουμένου τοῦ μὴ συνιέντος τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοῦ παραλόγως αὐτῆς ἀποστερουμένου μὴ τὴν ἀποστέρησιν ὑπομένοντος.