JGR III 2.103De iis, qui in maritimis praediis societatem ineunt ad epocham constituendam.
ΔΙΑΤΑΞΙΣ ργ '. Περὶ τῶν ἐν θαλασσίοις νομαῖς ποιουμένων κοινωνίαν πρὸς ἐποχῆς ὑπόστασιν. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Εἴωθε μὲν ἐπὶ τῶν γινομένων κοινωνημάτων πολλάκις ὁ τὸ πλέον μέρος ἐν τῇ κοινωνίᾳ συνεισφέρων τὸ πλέον τοῦ κέρδους πορίζεσθαι, καὶ καλῶς οἷς ἂν οὕτως ἀρέσκον ὀφθῇ τὸ πρᾶγμα γίνεται. πλὴν οὐδὲ διὰ τοῦτο καλῶς ἐπὶ τῶν θαλαττίων χωρίων κοινωνίας γεγενημένης ὁ τὸ πλεῖστον ἔχων ἐν τῷ τοιούτῳ χωρίῳ τοῦ τὸ ἔλαττον ἔχοντος δίκαιος ἀποφέρεσθαι μείζονα κέρδους ἀπόλαυσιν. οἷον εἰ τῷ μὲν ἑκατὸν εἴησαν ὀργυιαὶ κατ᾿ ἰδίαν ἐξουσίαν καὶ κτῆσιν διαφέρουσαι, τῷ δὲ μὴ τοσαῦται, πολὺ δὲ ἐλάττους, καὶ ταύτας ἡ κοινωνία πρὸς ἕνωσιν καταστήσασα τὴν ἐκεῖθεν ὠφέλειαν χορηγοῖ, δι ἴσου τοῖς κοινωνοῖς εὔλογον νενεμῆσθαι τὴν πρόσοδον, ἀλλ᾽ οὐχὶ πλείστῳ μέρει τὴν διανομὴν καὶ ἐλαχίστῳ προσῆχθαι. διὰ τί; ὅτι ἐν μὲν τοῖς ἄλλοις πράγμασι (φημὶ δὲ ἐν συνεισφορᾷ χρημάτων ἢ βοσκημάτων, εἰ βούλοιτο δέ τις καὶ τόπων κατὰ τὴν γῆν ὑπόντων) ἕκαστον τῶν εἰς ἕνωσιν μερῶν συνιέντων ἱκανὸν καθ᾽ ἑαυτὸ προσωφελῆσαι τὸν κεκτημένον ὁπόσον καὶ δυνατὸν ὠφελεῖσθαι, ἐν δὲ ταῖς θαλαττίαις νομαῖς οὐχ ὁμοίως ἔχει, ἐπεὶ μηδ᾽ ὥσπερ ἐπ᾿ ἐκείνων, οὕτως ἡ θαλαττία μερὶς ἐφ᾽ ἑαυτῇ ἐπιμεριζόμενον τὸ ἴδιον ἔχει κέρδος. οὐ γὰρ διὰ παντὸς ἕστήκεν ἐν τοῖς αὐτοῖς ἡ ἄγρα προσμένουσα τοὺς θηρευτὰς, ἄλλως τε δὲ καὶ τοῦ δοκοῦντος πλείονος μέρους διὰ τὴν ἐλάττονος ἔνδειαν ἀχρήστου τυγχάνοντος (τίς γὰρ ἐξ ἀτελοῦς χρῆσις ἢ ἤ ὄνησις;), ἡ δὲ προσθήκη τοῦ ἐλάττονος, ἀναπλήρωσις γινομένη τῆς ἀτελείας, καὶ χρήσιμον δείξασα τὸ μὴ καθ᾽ ἑαυτὸ χρησιμεῦον, εὔλογον ἂν εἴη τὴν ἰσομοιρίαν τῷ κτήτορι χορηγεῖν τῆς ἐπιλαγχανούσης χορηγίας ἐκ τοῦ μείζονος μὲν νομιζομένου μέρους, οὐδὲν δὲ συντελοῦντος χωρὶς τῆς συνεισφορᾶς τοῦ ἐλάτ τονος. Διὰ τοῦτο οὖν καὶ νόμον ἡ βασιλεία ἡμῶν ἐκφέρει τὸν ἀπό γε τοῦ νῦν νομίμῳ δικαιοσύνῃ περὶ τούτου διευθετοῦντα, καὶ ὁρίζομεν, ἐὰν δύο τινῶν θαλαττίων μερίδων ἕνωσις γένηται πρὸς ὑπόστασιν ἐποχῆς, μία δ᾽ αὐτῶν ἢ μείζων, ἑτέρα δὲ ἐλάττων, ἴσῃ διανομῇ τὸ κέρδος ἐπέχειν τοὺς μερίδος ἑκατέρας δεσπόζοντας.