IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.104De epochis, quae legitimum interstitium non habent.

ΔΙΑΤΑΞΙΣ ρδ΄. Περὶ ἐποχῶν μὴ ἐχουσῶν τὸ ἐκ τοῦ νόμου διάμετρον.

Abrir no leitor do IusCommune →

0

pr.Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Ἐπειδὴ ἐν ταῖς γείτοσιν ἐποχαῖς συμβαίνει πολλάκις ὡς τῆς᾽ ἐκ τῶν γειτόνων ἀποστάσεως μὴ τὸ νενομισμένον σωζούσης μέτρον κινεῖσθαι φιλονεικίας καὶ ἔριδας, ὁρίζομεν καὶ περὶ τῶν τοιούτων ὑποθέσεων, ὥστε τὸ διωκόμενον μέρος ἐπειδὰν νομίμως ἁλίσκηται, παρούσης μὲν εὐπορίας τόπου, ποιεῖσθαι τῆς ἐποχῆς ἀναμφιβόλως τὴν μετάστασιν, ἔνθα μὴ μέλλοι γραφὴν ὑπομένειν ὡς παρορῶν τὸ τοῦ νόμου διόρισμα· μὴ παρούσης δὲ χώρας ἐφ᾽ ἣν μεταστήσεται, τῶν χρόνων ἐπιτηρεῖσθαι τὴν πάροδον, ὅσοις ἐπὶ τοῦ τόπου τοῦ ὑπ᾽ ἔγκλημα πίπτοντος ἔσχηκεν ἡ ἐποχὴ τὴν πῆξιν· κἂν μὲν ἐπιδημοῦντος τοῦ διώκον- τος καὶ μηδὲν ἐπιμαρτυρουμένου ἔτεσιν ἐπὶ δέκα τὴν στάσιν ἐκέκτητο, διαμένειν αὐτὴν ἐπὶ τῆς αὐτῆς ἀμετακίνητον χώρας, εἰ δ᾽ ἀπόδημον ἢ τὸ τὴν ἔγκλησιν ὑποβαλλόμενον πρόσωπον, οὐκ ἐξαρκέσει πρὸς τὸ ἀμετακίνητον ὁ δεκαετὴς χρόνος, ἀλλὰ δεήσει καὶ τοσοῦτον ἕτερον προσεξαριθμεῖσθαι, ὡς εἶναι τοὺς σύμπαντας εἴκοσι χρόνους. ἀλλ᾽ οὗτος μὲν ὁ διορισμὸς ἐπὶ προσώπων ἰδιωτευόντων. ἐκκλησίαι δὲ καὶ μοναστήρια, καὶ εἴ τις ἄλλος εὐαγὴς οἶκος, καὶ ὅσα πρὸς τὸ δημόσιον ἀναφέρεται, τὸν ῥηθέντα παρόψεται χρόνον, μέχρι τεσσαρακονταετίας τῶν δικαίων αὐτοῖς διασωζομένων. οὕτω δὲ περὶ τῆς ἐποχῆς ἀπο- θεσπίζοντες στάσεως, ὅσαι διὰ χρόνων παραδρομὴν τὸ ἀκίνητον ἕξουσι, κελεύομεν τοῦ προθυρίου κέρδους μὴ στερεῖσθαι τὸν τὴν ἔγκλησιν ποιούμενον, κἂν μὴ τὸ κράτος ἔσχε καθάπαξ τῆς ἐκδιώξεως διὰ τὴν ἀναφανεῖσαν τοῦ χρόνου ἀντίπτωσιν.