JGR III 2.105Si magistratus fiscalium rerum fur deprehensus sit.
ΔΙΑΤΑΞΙΣ ρε΄. Περὶ τοῦ ἐὰν ἄρχων τὶς ἁλῷ δημοσίων πραγμάτων κλέπτης.
Abrir no leitor do IusCommune →0
pr.Καλὸν ἡ ἐκ τῶν νόμων ἐπαγομένη τιμωρία καὶ κόλασις, ὅτι σωφρονίζει τὸ ἄτακτον καὶ ἄκοντας ἀναστέλλει τῆς ἐπὶ τὰ πονηρὰ ῥύμης τοὺς προπετεῖς ἐπὶ κακίαν. καλὸν δὲ ὅτε τὴν προσήκουσαν τοῖς νόμοις σώζει φιλανθρωπίαν ἡ κόλασις, καὶ μὴ ταύτης ἐλαυνομένη διελέγχεται μηδὲ προφάσει τοῦ σωφρονίζειν ὠμοτάτην ἐπιδεικνύει προαίρεσιν, ἐπεὶ καὶ πατὴρ, ἕως μὲν φιλανθρώπως κολάζει πταίσαντα τὸν παῖδα, καὶ τῆς προμηθείας ἐπαινετὸς καὶ τῆς κολάσεως, ἐπειδὰν δὲ τῆς πρεπούσης πατρὶ γνώμης ἐκπίπτων οὐ κατὰ λόγον πατρικῆς φιλαν θρωπίας ἀλλ ' ἐκ τοῦ χαλεπωτάτου τρόπου τὴν ποινὴν ἐπιτίθησι τῷ παιδίῳ, οὔτε πατρικῶς παιδεύει καὶ πρὸς ἀποδοχὴν οὐδεὶς ἔσται τῆς χαλεπότητος. εἰ δὴ πατέρες οἱ νόμοι σὺν ἀληθείᾳ τυγχάνουσιν, ὥσπερ δὴ καὶ τυγχάνουσι, πάντως ἀκόλουθον κατὰ λόγον τῶν ἁμαρτημάτων καὶ τὰς ποινὰς τούτους ο ὁρίζειν, ἀλλὰ μὴ βίαιόν τινα καὶ πολὺ βαρυτέραν τοῦ πταίσματος ἐπιφορτίζειν τὴν τιμωρίαν. ποῦ γὰρ νομίμου παιδαγωγίας, ποῦ δὲ τῆς ἐκεῖθεν ἰατρείας, τὸ τιμωρεῖσθαι θανάτῳ τὸν μη θανάτου τινὶ δεδειγμένον παραίτιον; καὶ ἰατρῶν μὲν παῖδες οὐκ ἀποτόμως τὴν τῶν μελῶν ἐπιψηφίζονται τομὴν, νόμος δὲ, ὁ συμπάθειαν ἀσυγκρίτως ἐπαγγελλόμενος κρείττονα τῆς ἰατρικῆς συμπαθείας (εἴ γε τῇ μὲν περὶ τὰ σώματα τῆς εὐεργεσίας ὁ σκοπὸς, νόμοι δὲ σὺν τῇ ψυχῇ καὶ τοῖς σώμασι διδόασι τὰς εὐεργεσίας), τοσαύτην ἀποτομίαν κατὰ τῶν οὓς προαιροῦνται θεραπεύειν ἐπιδείξονται; Τούτων οὖν οὕτως ἐχόντων, ὁ θάνατον ἐπιψηφιζόμενος νόzi μος κατὰ τοῦ κλοπῇ δημοσίων πραγμάτων ἄρχοντος ἁλόντος, καὶ οὐ κατ᾿ αὐτοῦ μόνον, ἀλλὰ καὶ εἴ τινες αὐτῷ κοινωνοὶ γεγόνασιν, ὡς οὐ φιλάνθρωπος καὶ νομικῆς γνώμης ὑπάρχων, ἤρεσε τῷ ἡμετέρῳ κράτει ὥστε μηκέτι νομίμοις αὐτὸν συμπο λιτεύεσθαι διατάξεσι, μηδὲ χρηματίζειν ὅλως, ἀλλ᾽ ἀπολίτευτον ἀπεῤῥίφθαι καὶ ἄχρηστον, δίκην ἀπό γε τοῦ νῦν τῶν τοιούτων ἀρχόντων ἀντὶ τῆς δημοσίου κλοπῆς ἀπαιτουμένων τὴν ἔκπτωσιν τῆς ἀρχῆς καὶ τὴν εἰς τὸ διπλάσιον ἀντέκτισιν ὧν ὑφείλοντο, καὶ τῶν ἐπὶ τούτῳ κοινωνησάντων, εὐπόρων μὲν ὄντων, πρὸς τὴν αὐτὴν ὑπαγομένων ζημίαν, ἀπόρων δὲ μάστιξιν αἰκιζομένων καὶ ἀτίμῳ κουρείᾳ καὶ φυγαῖς ὑπερορίοις.