JGR III 2.106Ut pauperes uxores et indotatae filii portionem capiant '.
ΔΙΑΤΑΞΙΣ ρς. Περὶ τοῦ τὰς ἀπόρους γυναῖκας καὶ προῖκα μὴ εἰσενεγ- κούσας, καὶ περὶ τοῦ λαμβάνειν παιδὸς μοῖραν αὐτάς.
Abrir no leitor do IusCommune →0
pr.Πρᾶγμα παράλογόν πως δοκοῦν καὶ τῷ δικαίῳ μὴ συνεπόμενον καλῶς ἔχειν ἡμῖν καταφαίνεται εἰς τὴν πρέπουσαν καταστῆναι τάξιν, νόμον περὶ τούτου διαθεμένοις. τί δὴ οὖν τὸ πρᾶγμα ἐστίν; οἷα εἰκὸς πολλάκις γυναῖκες ἔρημοι πλούτου καὶ κτήσεως ἀνδράσιν εὐπλούτοις ἁρμόζονται. αὗται τοῦ γαμέτου λιπόντος τὸν βίον τὸ ἐκ τῆς ἐκείνου περιουσίας ἐρχόμενον μέρος (ἔρχεται δὲ ἐπὶ μὲν τέτρασι παισὶν ὁμώνυμος τοῦ ἀριθμοῦ τούτου μερὶς, ἐπὶ δὲ πλείοσι μόνον τέκνου ἑνός) οὐκ εἰς ἀΐδιον ἐξουσίαν, οὐδ᾽ ὥστε περὶ αὐτοῦ κῦρος ἔχειν διάταξιν τίθεσθαι τοῦτο λαμβάνουσι, μόνης δὲ τῆς ἐν τῷ βίῳ χρήσεως καὶ τοῦ ἐκεῖθεν τῆς ζωῆς τὴν χορηγίαν πορίζεσθαι· καταλιπούσης δὲ τὴν ζωὴν εἰς τοὺς παῖδας ἡ ἐξουσία τοῦ τοιούτου μέρους μεθίσταται· μὴ συγχωρουμένης ἀδείας τῇ γυναικὶ ὡς οἰκείοις ἀποχρήσασθαι πράγμασι, πλὴν εἰ μὴ ἀτεκνία προσῇ, καὶ διὰ τῆς τοιαύτης δυστυχίας εὐτυχήσῃ τὴν τῶν πραγμάτων δεσποτείαν· ὥστε οὐκ οἶδα πότερον εὔξεται ἡ γυνὴ καρπὸν κοιλίας ἰδεῖν, ἢ καταράσεται μὴ φῦναι τοῦτον, ἵν οὕτως ὀφθῇ κυρία τῆς διαφερούσης μερίδος. Ταύτην δὲ τὴν ἀτοπίαν ἡ βασιλεία ἡμῶν ἐπανορθουμένη θεσπίζει ἀναφαίρετον ἔχειν τὴν κυριότητα τὴν γυναῖκα τοῦ τοιούτου μέρους, καὶ ὅρον ἐπὶ τούτῳ ἐκφέρειν ὃν᾽ ἂν αὐτῇ δόξῃ, μηδενὸς ἄλλου τοῖς παισὶν ὀφειλομένου πλὴν τοῦ κατὰ τὸν φαλκίδιον αὐτοῖς ἐπιλαγχάνοντος· δηλονότι μὴ τῶν προτέρων γάμων ἐπιλελησμένης τῆς μητρὸς μηδὲ ἐπεισαγωγῇ δευτέρου ἀνδρὸς τὴν τοῦ πρώτου κοίτην οὐκ ἐν τιμῇ τιθεμένης. ὡς εἴ γε τοῦτο συμβαίη, πάντως ἐκπεσεῖται τῆς παρ᾽ ἡμῶν διδομένης ἐξουσίας, καὶ οἱ παῖδες τῆς ζωῆς ἤδη τῇ μητρὶ διαλυθείσης τῶν πραγμάτων ἐξουσιάσουσι.