IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.107Ut inscribant, qui criminalem actionem intendunt.

ΔΙΑΤΑΞΙΣ ρζ΄. Περὶ τοῦ ἐγγράφεσθαι τοὺς εἰσάγοντας δίκην ἐγκλήμα-

Abrir no leitor do IusCommune →

0

pr.τος, ἤτοι τὸν βουλόμενον εἰσιέναι δίκην πρότερον ἐγγράφῳ πίστει. Αριστόν ἐστι πᾶν, εἴ τι καλὸν καὶ τῷ βίῳ συμφέρον, ἀγήρατον καὶ ἀειθαλὲς διαμένειν, καὶ μηδέποτε τῶν τοιούτων ἀπομαραίνεσθαι τὴν ὠφέλειαν. εἰ δ᾽ ἄρα καὶ συμβῇ, καθάπερ πολλάκις συμβαίνειν φιλεῖ, παραμεληθέντος ἀποῤῥυῆναι τὸ χρήσιμον, ἀλλὰ τούς γε φροντίδα τῶν ἀνθρωπίνων καλῶν ποιουμένους προσῆκε μὴ κατολιγωρεῖν τῆς ἀποκαταστάσεως τοῦ τὴν ἑαυτοῦ λυσιτέλειαν τῷ βίῳ παρεχομένου. Διὰ τοῦτο καὶ τὸ ἡμέτερον κράτος νόμον τινὰ λυσιτελέ*· στατον μὲν τῷ βίῳ, νῦν δ᾽ ὥσπερ γεγηρακότα καὶ πρὸς τὸ. ἄχρηστον κινδυνεύσαντα περιστῆναι εἰς τὴν ἀρχαίαν ἐπανάγον ἰσχὺν, τὸ γῆρας οἷον ἀποξέει τῆς ἀχρηστίας καὶ ἀνακαινίζει πρὸς τὴν ἀρχῆθεν χρῆσιν καὶ τῆς πολιτείας ὠφέλειαν. ὁ μὲν δη νόμος περὶ τῶν ὅσοι κινήσεις ἐγκλημάτων προάγουσιν, ὥστε τούτους πρὶν εἰς τοὺς λόγους ἐλθεῖν τοῦ ζητήματος περὶ τῆς οἰκείας προαιρέσεως ἐγγράφῳ διαβεβαιώσει πίστιν παρασχεῖν τῷ κριτῇ, ὅτι περ οὔτε δολιότητι παρενοχλοῦσι γνώμης οὔτ᾽ ἐπὶ προλαβούση καταδεδικασμένοι ἐξετάσει, οὐ μὴν οὐδὲ νῦν εἰδότες αὐτὸ τοῦτο μηδεμίαν μὲν εἰς τὴν τοῦ δικαίου χώραν εἴσοδον ἔχειν, κακούργως δὲ βεβουλευμένοι πράγματα παρέχειν τῷ ἀντικρινομένῳ, οὐδέ γε τὸ ἀληθὲς διαστρέφειν ψεύδει πειράσουσι. ταῦτα μὲν τοῦ νόμου τὰ διορίσματα· καὶ καλῶς διωρίζετο, καὶ ταῦτα τῷ παραβάντι ποινὴ ἐπετίθετο, οὐ μόνον δὲ, ἀλλὰ καὶ τοὺς συνηγόρους ὁ ῥηθεὶς ἐπὶ τοῖς ὁμοίοις ἐδοκίμαζε νόμος. ἀλλὰ τοῦτον καθάπερ εἶπον ὥσπερ ἀπεφθιμέπεριεστηκότα εἰς τὸ παντελῶς ἄχρήστον ἡ βασιλεία ἡμῶν καὶ πρὸς τὴν πρώτην ἀνακομίζει ῥώμην, καὶ τὴν εἰς τὴν πολιτείαν αὐτῷ παῤῥησίαν χαρίζεται. καὶ θεσπίζομεν ἀπό γε τοῦ· παρόντος τοὺς βουλομένους δίκην εἰσέρχεσθαι πρὸ τῆς εἰσόδου τὰ ὑπὸ τοῦ νόμου προτιθέναι διοριζόμενα.