IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.108De eo, qui ad primam denunciationem judicio se non sistit.

ΔΙΑΤΑΞΙΣ ρή. Περὶ τοῦ μετὰ τὴν πρώτην δήλωσιν μὴ πρὸς τὸ κριτήριον ἀπαντήσαντος.

Abrir no leitor do IusCommune →

0

pr.Οὐδὲ τοῦτο τὸ καταπεφρονημένον καὶ διὰ παροράσεως γεγονὸς καταλειφθῆναι θέμις ἀνεπανόρθωτον, ἀλλ᾽ ἄξιον αὐτὸ τῆς προσηκούσης βοηθείας τυχεῖν, ὡς ἐν τοῖς τοῦ βίου πράγμασι πολλὴν παρεχόμενον τὴν ὠφέλειαν. Οὐκοῦν ὁμοίως καὶ τοῦτο πρὸς καινισμὸν καθιστῶντες, ὥσπερ ἐκεῖνο τὸ μέρος ὃ περὶ τοῦ εἰσιέναι πρὸς δίκην τύπον ἐκφέρει, θεσπίζομεν, τὸν ἅπαξ ὑπὸ δικαστικῆς προσκλήσεως ἐπὶ τὴν κρίσιν κληθέντα, καὶ μήτ᾽ αὐτὸν ὑπακούσαντα μήθ᾽ ἕτερον πρόσωπον ἀνθ αὑτοῦ πρὸς τὴν κρίσιν ἀπαντῆσαι διαποστείλαντα, πάλιν δευτέρας ἀξιοῦσθαι δηλώσεως, ἀπειθήσαντα δὲ καὶ ταύτῃ, μηδὲ τῆς τρίτης ἀνάξιον κρίνεσθαι, καὶ μέχρι τοσούτου τῆς δικαστικῆς ἐπιεικείας αὐτὸν ὑπομενούσης εἴπερ καταφρονῶν ὀφθῇ καὶ τοῦ τρίτου μηνύματος, καὶ μηδεμιᾶς εὐλόγου προφάσεως τὴν ἀπάντησιν κωλυούσης οὔτε δ᾽ ἑαυτοῦ οὔτε δ᾽ ἑτέρου προσώπου τῷ δικαστικῷ βήματι παραστῇ, τότε δὴ τότε καὶ μὴ παρ όντι τὴν καταδικάζουσαν ψῆφον αὐτῷ το λαγχάνειν, καὶ μηκέτι ἐξὸν εἶναι καθ ' οἷον δή τινα τρόπον μήτ ' ἀμφισβητεῖν μήτε τὴν κατάκρισιν ἀποδύεσθαι.· Ταύτην δὲ τὴν ψῆφον ὁρίζομεν ἐφ᾽ ἑκατέρου προσώπου, εἴτε τὶς προσκληθεὶς κατολιγωρήσει τῆς ἀπαντήσεως, εἴτε τις Η ἔγκλησιν ποιήσει καὶ τῷ βήματι παραστήσει τὸ διαμφισβητοῦν μέρος, εἶτα μετὰ τὴν προβολὴν τοῦ ἐγκλήματος κακομηχάνως ἀποστῇ, ταλαιπωρίαν ἐκ τούτου τῷ ἀντικρινομένῳ περινοῶν καὶ ἀναβολὴν τοῦ πέρατος τοῦ ζητήματος. καὶ οὗτος γὰρ παρὰ τοῦ δικαστοῦ προσκαλούμενος ἄχρι τρίτου καὶ μὴ πειθαρχῶν 25x κατακεκρίσεται καὶ μὴ παρὼν, μηδεμιᾶς ἄλλης ὥσπερ εἶπον ἀφορμῆς εἰς δικαίαν ὑπούσης παραίτησιν, ἢ δυνήσεται ὑπὲρ τοῦ μὴ ἀπαντήσαντος τὰ εἰκότα διαπολογήσασθαι.