JGR III 2.109Ne sponsalia intra septimum annum ineantur neque benedictio celebretur intra decimum quartum vel decimum tertium in mulieribus.
ΔΙΑΤΑΞΙΣ ρθ '. Περὶ τοῦ μὴ γίνεσθαι - μνηστείαν ἔνδοθεν τῶν ἑπτὰ ἐτῶν, εἴτε ἱερολογίαν ἔνδοθεν τοῦ τεσσαρεσκαιδεκαετοῦς χρόνου, καὶ τοῦ τρισκαιδεκάτου ἐπὶ γυναικῶν.
Abrir no leitor do IusCommune →0
pr.Τοῦ σοφοῦ παραινοῦντος καιρὸς τῷ παντὶ πράγματι, καὶ τῆς κοινῆς παρὰ πᾶσιν ὅσοι φρενὸς εὐτυχοῦσιν ὑπολήψεως τοῦτο καὶ τιμώσης καὶ συνομολογούσης, καλῶς ἔχει μάλιστα μὲν ἐν πάσῃ πράξει τηρεῖν τὸν καιρὸν, εἰ δ᾽ οὖν ἀλλ᾽ ἔν γε τῇ κατὰ γάμον συναρμοστίᾳ τοῦτον μὴ παρορᾶν. δεῖ γάρ, ὅσον ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν ἀναγκαιοτέρα ἡ ἐπιχείρησις, τοσοῦτον μετὰ γνώμης ἀσφαλεστέρας ἐπὶ ταύτην χωρεῖν. Τούτου δὴ ἕνεκεν κατὰ τοὺς πάλαι καλῶς συνειδότας περὶ τούτου καὶ νόμον θεμένους ἡμεῖς θεσπίζομεν, μηδαμῶς συνίστασθαι μνηστείαν ἐπὶ χρόνοις ἐλάττοσι τῶν ἑπτά, μήτε μὴν ἱεροτελεστείαις βεβαιοῦσθαι τὴν μνηστείαν τοῦ τρισκαιδεκάτου ἔτους ἐνδεούσης τῆς νύμφης, τοῦ δὲ νυμφίου τὸν τεσσαρεσκαιδέκατον μὴ διαμετροῦντος. ἀλλὰ τοῦτο μὲν ἀπηγόρευται πρὸς τὴν κοινὴν καὶ δημοσίαν τοῦ πολιτεύματος χρῆσιν. εἰ δὲ βασι λεὺς (οἷα πολλὰ συμβαίνει) πράττων οἰκονομίαν τινὰ καὶ μνηστείαν καὶ τὴν ἐξ ἱερολογίας συνάρμοσιν τοῖς μνηστευομένοις ἔνδον τῶν διορισθέντων ἐτῶν ἐπιψηφιεῖται, τοῦτο πρὸς τὸν νόμον οὐδὲν ἀντικείσεται. ἔξεστι γὰρ τοῖς ἐκ θεοῦ τὴν οἰκονομίαν τῶν κοσμικῶν ἐγκεχειρισμένοις πραγμάτων ὑπέρτερον ἢ κατὰ νόμον οἰκονομεῖν, ὃς ἄγει τοὺς ὑπηκόους.