IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.110Ut mulier inventarium faciat dotis suae et propter nuptias donationis et reliquae totius substantiae mariti, simulatque matrimonium solutum sit, et prolato inventario resarciri sibi postulet, si quid damni a marito in rebus suis se passam dicat: citra inventarium vero evidentemve probationem nihil petat nec petendo accipiat.

ΔΙΑΤΑΞΙΣ ρί. Περὶ τοῦ τὴν γυναῖκα ἀπογραφὴν ποιεῖσθαι τῆς τε οἰκείας προικὸς καὶ τῆς πρὸ γάμου δωρεᾶς καὶ τῆς ἄλλης ἁπάσης ἀνδρῴας ὑποστάσεως, ἐπειδὰν τὸν γάμον λυθῆναι συμβαίη, καὶ τῇ προενέξει τῆς ἀπογραφῆς ἐπιζητεῖν εἴ τινα λέγοι παρὰ τοῦ ἰδίου ἀνδρὸς ὑποστῆναι καινοτομίαν εἰς τὰ ἀνήκοντα αὐτῇ, χωρὶς δὲ ἀπογραφῆς

Abrir no leitor do IusCommune →

0

pr.εἴτ᾽ οὖν ὁ ἐναργοῦς ἀποδείξεως μηδὲν ζητεῖν, μήτε ζητοῦσαν ἀπολαμβάνειν. Μετὰ τῶν ἄλλων, ὅσα περὶ τοὺς γάμους εὐαγῶς τοῖς ἀρχαίοις προνενόηται, καὶ τούτου δεούσης προνοίας τυχόντος τοῦ μέρους (φημὶ δὴ τοῦ μετὰ τὴν γαμικὴν διάλυσιν μὴ τὴν γυναῖκα ὅπως ἔτυχεν ἀντιποιεῖσθαι τῆς τῶν ἀνδρῴων πραγμάτων λήψεώς τε καὶ κατασχέσεως, ἀλλ᾽ εἰ περὶ τούτων ἀμφισβητοίη, πρότερον δημοσίᾳ τῆς τε οἰκείας προικὸς καὶ τῆς πρὸ γάμου δωρεᾶς καὶ τῆς ἄλλης ἁπάσης ἀνδρῴας περιουσίας τὴν μετὰ ὦ θάνατον τοῦ ἀνδρὸς γεγενημένην ἀπογραφὴν ἐξενεγκεῖν, καὶ εἴ τι ἐν ταύτῃ διαγινώσκοιτο παρὰ τοῦ γαμέτου ἀνηλωμένον, τούτου τὴν ἀναπλήρωσιν ἐκ τῶν ἐκείνου ζητεῖν πραγμάτων), καὶ τούτου δὴ καθάπερ ἦν θεμιτὸν τοῖς ἀρχαίοις διωρισμένου, νυνὶ δ᾽ ὀλιγωρίᾳ παραδοθέντος, ἐπειδὴ τῆς τῶν ἀρχαίων προνοίας τὸ χρήσιμον συνείδομεν ἄξιον σώζεσθαι, τὸ ἐκείνων ἀνανεούμενοι θέσπισμα ὁρίζομεν, ἀπό γε τοῦ παρόντος ἀπογραφὰς τῆς τε προικὸς καὶ τῆς πρὸ γάμου δωρεᾶς καὶ τῆς ἄλλης ἁπάσης τοῦ ἀνδρὸς περιουσίας ἐκ παντὸς τρόπου παρὰ ταῖς γυναιξὶ σπουδάζεσθαι, ὡς, ἐάν ποτε γυνὴ πρὸς τοιαύτην φιλονεικίας 3. ὑπόθεσιν καταστῇ καὶ πρὸς τὴν ἀνδρῴαν χωρεῖν ὕπαρξιν ἀντὶ τῶν καταστάντων εἰς μείωσιν οἰκείων ἀξιοῖ, ἐξ ἐκείνης τῆς ἀπογραφῆς ἤτοι ἀποδείξεως τὸ δίκαιον τῶν λόγων γνωρίζεσθαι κατὰ τρόπον ἀντιποιουμένης τῶν τοῦ συζύγου πραγμάτων, εἴ γε παρ᾽ ἐκείνου φαίνοιτο τῶν ἐν τῇ ἀπογραφῇ κειμένων ἀνάλωσις γεγενημένη· ἄνευ δὲ τῆς ἐκεῖθεν μαρτυρίας μήτε τὴν ζήτησιν χώραν εὑρίσκειν, μήτε ζητούσης φιλονείκως ἢ ἀκροάσεως τυγχάνειν ἢ τι τῶν ἐπιζητουμένων λαμβάνειν. τὸν δὲ χρόνον τῆς ἀπογραφῆς ὁρίζομεν εἴσω τριῶν μηνῶν γίνεσθαι, καὶ τὰ ἐπιτίμια προβαίνειν, οἷα δὴ καὶ περὶ τῶν ἐπιτρόπων τοῖς παλαιοῖς νενομοθέτηται.