JGR III 2.111Si uxor in furorem inciderit, marito ei non insidiante, nec sceleris conscio si ab aliis furore afficitur, ut usque ad tertium annum matrimonium non solvatur, et, si adhuc furor duret, nuptiae dirimantur et viro licentia sit uxorem ducere quam elegerit.
ΔΙΑΤΑΞΙΣ ρια. Περὶ τοῦ γυναικὸς εἰς μανίαν περιπεσούσης μὴ κατ ' ἐπι- βουλὴν τοῦ οἰκείου ἀνδρὸς, μήτε μὴν συνειδότος αὐτοῦ τὴν κακουργίαν, εἰ παρ᾽ ἄλλων τινῶν ἡ μανία κεκακούργηται, μέχρι τρίτου ἔτους διαμένειν τὸν γάμον ἄλυτον, καὶ εἰ ἔτι τὰ τῆς μανίας λυπεῖ, τέμνεσθαι τὴν συνάφειαν καὶ μνηστεύεσθαι τὸν ἄνδρα σὺν ἀδείᾳ ἣν ἂν ἕληται. Ο Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ὡς μὲν οὐδὲν οὕτω πρὸς βίον ἀνθρώπῳ καθέστηκεν ἀναγκαῖον, ὡς ἡ παρὰ τῆς πλευρᾶς κεχαρισμένη ἀνδρὶ βοήθεια, καὶ ὁ ἐξ ἀρχῆς ὑποστησάμενος τὴν πλάσιν τεχνίτης ἐδίδαξε, καὶ ἡ φύσις αὐτὴ τῷ θείῳ διδάγματι προσμαρτυρεῖ. τούτου δ᾽᾽ οὕτως ἀναγκαίου τυγχάνοντος, ἔπρεπε καὶ τὴν τοῦ νόμου πρόνοιαν, καὶ εἴ τις ἑτέρωθεν φροντὶς συνεπιλαμβάνεται, τὰ τοιαῦτα περὶ τοῦ πράγματος καὶ πεφροντικέναι καὶ διορίζεσθαι, οἷα τῇ πάσῃ ζωῇ τῶν διὰ τῆς συζυγίας ἡνωμένων εἰς βοήθειαν ὑπάρξει καὶ ἀγαλλίασιν καὶ τὸν ἀπ᾿ ἀρχῆς σκοπὸν βεβαιώσει τῆς νυμφεύσεως, ἀλλὰ μὴ τουναντίον εἰς κατατριβὴν καὶ ταλαιπωρίαν καὶ διὰ βίου μὴ ἀνιεῖσαν κατήφειαν. εἰ οὖν με τοιαύτην δεῖ γενέσθαι τὴν συζυγίαν, ὥσπερ καὶ δεῖ, οὐ δοκεῖ μοι χώραν ἔχειν ἀποδοχῆς ἐκεῖνος ὁ νόμος, ὃς μετὰ τὴν μνηστείαν εἰς μανίαν τῆς μεμνηστευμένης περιπεσούσης, βιάζεται τὸν γαμέτην διὰ παντὸς τοιούτῳ συνεζεῦχθαι κακῷ, καὶ τῇ συμφορᾷ τῆς μανίας ἀεὶ περιστοιχίζεσθαι. ποῦ γὰρ ἀποδοχὴ, ποῦ δ᾽ εὔλογον ἢ τῶν περὶ συμβιώσεως ἄξιον φροντίδων, τὸ προσδεδέσθαι διὰ βίου τὸν ἄνδρα μανείσῃ τῇ γυναικὶ καὶ τοῖς ἐκεῖθεν ἀνιαροῖς κατατρύχεσθαι; εἰ γὰρ οὐδεὶς οὕτως ἀφιλάνθρωπος, ὃς κἂν ἐπὶ βραχὺ θηρίῳ συγκαθειργνύειν ἄνθρωπον ἀξιοῖ, πῶς ἔχει νόμου φιλανθρωπίαν ὁ προστάσσων νόμος δι 21. αἰῶνος ὑπὸ τῆς μανίας τεθηριωμένῃ τῇ ἀνθρώπῳ συνοικεῖν τὸν μνηστευσάμενον; ἀλλά φασιν ὡς διὰ τῆς συναφείας ἓν γεγόνασι μέλος καὶ ἀνάγκη τὴν τοῦ μέλους ὑφίστασθαι νόσον, καὶ ὡς θεῖον βούλεται κέλευσμα, μὴ χωρίζεσθαι τοὺς ὑπὸ θεοῦ συζευχθέντας. καλὰ μὲν ταῦτα, ἃ θεῖα παρὰ θεοῦ εἴ ρηται, οὐ καλῶς δ᾽ αὐτὰ οὐδὲ κατὰ τὸν θεῖον σκοπὸν οἱ προτεινόμενοι ἐνταῦθα τὴν τούτων ποιοῦνται πρότασιν. εἰ μὲν γὰρ ἡ μνηστεία τοιαύτην σώζει τὴν κατάστασιν ὁποίαν ἐξ ἀρχῆς ἡ νυμφοστόλος παρέσχεν, ἄδικος ὁ χωρίζων, καὶ τὴν μέμψιν οὐ φεύξεται. εἰ δ᾽ ὑπὸ τῆς μανίας οὐδὲ φθογγῆς ἐστιν ἀνθρω ' πίνης ἀκούειν τῆς ἀνθρώπου, μὴ ὅτι γε ἄλλου τινὸς τυχεῖν τῶν ὅσα μνηστεία πρὸς ἱλαρίαν χαρίζεται, τίς οὐκ ἐθελήσει διαλύειν τὴν οὕτω πικρὰν καὶ φευκτὴν συζυγίαν; Διὰ τοῦτο θεσπίζομεν, ὡς, εἴ ποτε μετὰ τὴν κοινωνίαν τοῦ γάμου πρὸς μανίαν ἡ γυνὴ περιπέσοι, μέχρι τρίτου ἔτους φέρειν τὴν δυστυχίαν τὸν ἄνδρα καὶ τῆς κατηφείας ἀπολαύειν, καὶ εἴ γε μὴ ἐν χρόνῳ τοσούτῳ λύσις εἴη τοῦ κακοῦ μηδὲ πρὸς τὰς οἰκείας ἐπανέλθοι φρένας ἡ τὴν μανίαν νοσοῦσα, τηνικαῦτα διασπᾶσθαι τὴν κοινωνίαν καὶ τῆς ἀνυποίστου συμφορᾶς ἐλευ θεροῦσθαι τὸν ἄνδρα. τοσοῦτον προσδιοριζομένου τοῦ θεσπίσματος, ὥστε δ᾽ ἐρεύνης τὴν μανίαν καὶ ἐξετάσεως γίνεσθαι, μήποτε κατ ' ἐπιβουλὴν ὤφθη συστᾶσα ἢ αὐτοῦ γε τοῦ ἀνδρὸς ἢ τῶν ἐκείνῳ κατ᾿ οἰκειότητα συναπτομένων ἤ τινων ἑτέρων· ὡς εἴ γε ' τοιοῦτόν τι φωραθείη, εἰ ἐκ κακουργίας τοῦ ἀνδρὸς, τοῦτον ὁρίζομεν τιμωρίαν τῆς ἰδίας ὑποσχεῖν κακίας τὸν εἰς τὸν μονήρη βίον μετασχηματισμὸν, καὶ ἄκοντος αὐτοῦ μοναστηρίῳ περιοριζομένου καὶ τῇ ἐκ τῶν ἱερῶν κανόνων ὑποβαλ- λομένου τῆς ψυχῆς θεραπείᾳ· εἰ δ᾽ ἐκ τῶν συγγενῶν ἦλθεν ἡ βλάβη ἢ ἑτέρωθέν ποθεν καὶ αὐτοῦ συνειδότος τοῦ ἀνδρὸς, τοὺς μὲν αὐτουργοὺς τῆς πονηρίας ταῖς ἐκ τῶν νόμων ὑπάγεσθαι κελεύομεν τιμωρίαις, τιμωρεῖσθαι δὲ καὶ τὸν ἄνδρα τῇ τῶν οἰκείων ἀφαιρέσει πραγμάτων, ἃ δεήσει πρὸς παραμύθιον ζωῆς τῆς ἐπιβεβουλευμένης ἀφωρίσθαι, διαμένειν δὲ αὐτὸν καὶ διὰ βίου ἑτέρου γάμου ἀκοινώνητον· εἰ δὲ καὶ τολμήσει πρὸς κοινωνίαν καταστῆναι, καὶ ἄκοντα πρὸς τὸν μονάδα μετασχηματίζεσθαι βίον. τῶν μέντοιγε τὴν κακουργίαν πεποιημένων ἀμέτοχος καθάπαξ ὑπάρχων, καὶ μηδὲν πρὸς τὴν τῆς γυναικὸς ἐπιβουλὴν ἢ αὐτουργήσας ἢ ἄλλοις πονηρευομένοις συνδιεγνωκὼς, κρείττων ἔσται καὶ τιμωρίας καὶ ζημίας, καὶ μετὰ παραδρομὴν τοῦ τρίτου ἔτους λυθείσης τῆς συζυγίας ἀκωλύτως πρὸς γάμον ἄλλον συναπτέσθω. λήψεται δὲ τὸ τῶν τριῶν ἐτῶν τοιαὐτην τινὰ τῷ παραμένοντι ἀνδρὶ τὴν κατάστασιν. τὸ μὲν οὖν ἓν ἔτος συνδιαιτῶν καὶ συνοικῶν καὶ συνδιαταλαιπωρούμενος καὶ τὴν ὀφειλομένην ἴασιν πρὸς ἴασιν τοῦ οἰκείου πάσῃ σπουδῇ καὶ δυνάμει συνάγων μέλους· τὰ δύο δὲ, εἴ γε θεραπείας κρείττων εἴη ἡ νόσος, χωρισθήσεται μὲν τῆς συνταλαιπωρίας, διακαρτερήσει δὲ καθάπερ εἴρηται ἄζυγος καὶ ἀμνήστευτος· καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ τρίτου τῆς μανίας οὐ ληγούσης πρὸς κοινωνίαν ἑτέρου καταστήσεται γάμου. ἀλλὰ ταῦτα μὲν περὶ τῆς διαζεύξεως καὶ τῆς τοῦ ἀνδρὸς πρὸς ἄλλην γαμετὴν συναρμόσεως. τῇ δὲ πρὸς τὸ διαζύγιον ὑπὸ τῆς μανίας καταστάσῃ εἰ μέν τινες εἶεν συγγενεῖς ἢ γονεῖς, πρὸς αὐτοὺς ἐπιτρέπεται ἡ ἄφιξις, ὡς ἐκείνων δικαίων ὑπαρχόντων παντὸς ἄλλου περὶ τῆς ζωῆς αὐτῆς ἀναδέξασθαι μέριμναν, δηλονότι καὶ τῶν κατὰ νόμον εἰς τὴν αὐτῆς ἐξουσίαν ὁρώντων πραγμάτων ἐκεῖ συναπερχομένων· εἰ δὲ τῆς κατὰ συγγένειαν προνοίας ἐρημία παρῆν, θεσπίζομεν τὸν κατὰ χώραν θεοφιλέστατον ἐπίσκοπον εἴς τι σεμνεῖον παραδοῦναι ταύτην, οὗ προηγουμένη ἀρίστη τὰ πάντα γνωρίζεται, καὶ ταύτῃ τὴν διοίκησιν αὐτῆς ἀναθεῖναι· καὶ τὴν Ο τῆς ὑπάρξεως οἰκονομίαν τε καὶ ἐγχείρησιν καὶ τὴν ὀφειλομένην πρόνοιαν ὑπὸ τῆς τοιαύτης προηγουμένης γίνεσθαι τοῦ τε βίου καὶ τῶν πραγμάτων τῆς ἀνατεθειμένης, μέχρις ἂν ἢ τῆς μανίας ἢ τοῦ βίου πρὸς ἀπαλλαγὴν καταστῇ. παρόντων δὲ καὶ παίδων σὺν τῷ πατρὶ τούτοις ἔσται μὲν ἡ βίωσις καὶ ἡ διαγωγή· ἀπο φθαρείσης δὲ τῆς μητρὸς τὸν ἐκ τοῦ νόμου κλῆρον τῆς ὑπάρξεως αὐτῆς ὑπελεύσονται.