JGR III 2.112Si maritus post initum matrimonium in furorem inciderit, per quinque annos integros matrimonium non solvi, iis autem elapsis et furoris vinculo adhuc durante conjugium dirimi.
ΔΙΑΤΑΞΙΣ ριβ΄. Περὶ τοῦ εἰ μετὰ τὴν γαμήλιον κοινωνίαν εἰς μανίαν ὁ μνηστὴρ περιπέσοι, ἐφ᾿ ὅλοις ἔτεσι πέντε διατελεῖν τὸν γάμον ἄλυτον, τούτων δὲ παρελασάντων καὶ τῆς μανίας
Abrir no leitor do IusCommune →0
pr.τῆς ἐπισχέσεως ἔτι προσμενούσης τὴν ὁμοζυγίαν ἀφαρμόζεσθαι. Τῶν μὲν πάλαι νομοθετησάντων τὴν γνώμην, ὑφ᾽᾿ ἧς ὁ τῆς μανίας καιρὸς διορίζεται ὃς αὐταῖς· δοκεῖ ταῖς μνηστείαις ἐναντιοῦσθαι, καὶ μὴς διασύρειν καὶ μέμψει καθυποβάλλειν οὐκ ἔχω (ἀφίημι γὰρ αὐτοὺς ἐκείνους τοὺς ταῦτα νενομοθετηκότας τὴν οἰκείαν εἰδέναι κρίσιν, μεθ᾽ ἧς ἐπὶ τὸ δόγμα κατέστησαν), πρὸς δὲ τὸ συναιρεῖν καὶ κατατίθεσθαι ὅ τι μὴ συγκαταθέσεως ἐμοὶ ἄξιον ἂν ἀπέφηνεν ὁ νόμος, οὐ προάγομαι. τὸ γὰρ κωλύειν μὲν διὰ προλαβοῦσαν ἤδη μανίαν τὸν γάμον, φάσκειν δὲ μηδὲν αὐτὸν ἀδικεῖσθαι μεταγενεστέρας τοῦ γάμου τῆς μανίας ἀποφανθείσης, πῶς οὐκ αὐτόθεν ἡμᾶς πρὸς τὴν συγκατάθεσιν ἀναπείθει; εἰ γὰρ ὁ γάμος ἐπὶ κοινῇ τῶν συναπτομένων ὠφελείᾳ συνίστασθαι βούλεται, πῶς ὁ τὴν ἀρχὴν ὡς ἀσύμφορον ἀποτρέπων συστῆναι, τοῦ αὐτοῦ ἐναντιώματος μετὰ τὴν συνάφειαν ἀνακύψαντος οὐκ ἀποτρέψει τὴν σύστασιν ὡς μὴ συμφέρουσαν; ἢ βοηθεῖν μὲν χρὴ, ὅπως μὴ τὴν ἀρχὴν ὀφθείη τὶς εἰς κακοῦ πεῖραν καταστὰς, περιπεσόντα δὲ τῷ κακῷ καταλιμπάνειν ἀβοήθητον καὶ μὴ τῆς ταλαιπωρίας οἰ κτείρειν αὐτόν; ὥσπερ εἴ τις καὶ πρὸ μὲν τοῦ νόσῳ ληφθῆναί τινα δεῖν οἴεται προσάγειν τὴν ἐπιμέλειαν, κατασχεθέντα δὲ θνήσκειν ἐᾶν, ἀπαγορεύσας τὴν θεραπείαν. ἀλλὰ γὰρ, ὅπερ εἶπον, ἐπιμέμφεσθαι μὲν τοῖς νομοθέταις οὐκ ἔχω, σύμψηφος· δὲ τούτοις εἶναι πολλοῦ γε καὶ δέω, καὶ μάλιστα πολλῶν ἑτέρων τρόπων πρὸς μνηστείας λύσιν διατεταγμένων, ὧν οὐδεὶς πρὸς τὸ χαλεπὸν τῆς μανίας εἰς σύγκρισιν ἱνανὸς παρελθεῖν. τὸ γὰρ διὰ τὴν τοῦ μνηστῆρος ἀσωτείαν, ἢ διὰ τὸ κατὰ τὴν πίστιν διάφορον, ἢ διὰ τὸ πρὸς ὁμιλίαν τὴν φυσικὴν ἄπορον καὶ ἀνεπιτήδειον, καὶ εἴ τι ἕτερον τούτοις συναριθμεῖται κεκτημένον ἰσχὺν πρὸς γάμου διάζευξιν, οἷον εἰ δουλικῆς ἀναφαίνοιτο τύχης ὁ μνηστευόμενος, εἰ τῶν ὑπεσχημένων ἐν τοῖς γαμικοῖς συμφώνοις ἐξ ἀπορίας μὴ πρόεισιν ἡ τελείωσις, ταῦτα οὖν καὶ τὰ παραπλήσια, ἃ διανενόμισται τὴν γαμικὴν κοινωνίαν διαλύειν, ποῦ πρὸς τὴν συμφορὰν τῆς μανίας ὅλως τὴν σύγκρισιν ἀναδέχεται; Τοιγαροῦν θεσπίζομεν ἡμεῖς περὶ τῆς μετὰ τὸν γάμον ἐπελ- θούσης μανίας, ὥστε ἐφ᾿ ὅλοις ἔτεσι πέντε τοὺς συναπτομένους μὴ διαζεύγνυσθαι· καὶ γὰρ ὥσπερ τὸ μὴ διὰ βίου θεραπευομένης τῆς μανίας ἄλυτον εἶναι τὸν γάμον βίαιον ὤφθη, οὕτω καὶ ἡ ἐν τοσούτῳ χρόνῳ ἀναμονὴ καὶ προσκαρτέρησις ἀναγκαία ἐστίν· εἰ δὲ μετὰ τὴν τοῦ τοσούτου χρόνου περίοδον μὴ γένηταί τις ἀπαλλαγὴ τῆς δυστυχίας, μηδὲ πρὸς ἀνασωφρόνησιν ὁ μεμηνὼς κατασταίη, τηνικαῦτα διατέμνεσθαι τὴν γαμήλιον κοινωνίαν, μηδεμιᾶς μηδ᾽ ἑτέρῳ μέρει προσγινομένης καινοτομίας. καὶ ταῦτα μὲν διορίζομεν οὐ πρὸς διαβολὴν τῶν πρὸ ἡμῶν νομοθετησάν των, ἀλλ᾽ εἰς ἀποπλήρωσιν τῆς περὶ τὸ ὑπήκοον ὀφειλομένης ἡμῖν προνοίας. ἡ δὲ γε κατ᾿ αὐτὴν ἐπιγνωσθεῖσα τὴν τοῦ γάμου ἡμέραν μανία οὐδὲν ὑπεναντιούμενον ἔχει πρὸς τὴν αὐτίκα διάλυσιν, εἰ καὶ προῆλθεν ἡ νενομισμένη αὐτοῖς ἱερολογία, ἀλλ᾽ ὁμοίως τῇ πρὸ τῆς μνηστείας ἐγνωσμένῃ πρὸς τὸ ἀκοινώνητον) καταστήσεται καὶ ἀνάρμοστον. ἴσως μὲν οὖν τισι δόξει τὸ μετὰ τὴν ἱερολογίαν διαζεύγνυσθαι κρίσεως ὀρθῆς ἀπολείπεσθαι, ὡς δέον, ἐπεὶ διὰ τῆς συναρμοστικῆς τελετῆς ἓν σῶμα γεγόνασι, μὴ διατέμνειν αὐτοὺς, ἀλλ᾽ ἡνωμένους ἐᾶν, καὶ μάλιστά γε κυριωτέρου μέλους καὶ κεφαλῆς ὑπάρχοντος τοῦ ἀνδρός. οὐδὲ·· γὰρ ἐν σώματι τὰ τῶν μελῶν κυριώτερα ὑπό τινος κατεσχημένα πάθους ἐκκόπτεται. ἀλλ᾽ οὗτος ὁ λόγος δοκῶν ὑπὲρ τῆς ἑνώσεως ἵστασθαι, ἀγνοεῖν ἔοικε τῆς ἱερολογίας τὸ βούλημα. ἡ μὲν γὰρ, τὰ κάλλιστα τῇ μνηστείᾳ χαρίζεσθαι διανοουμένη, σωφροσύνην, ἀῤῥήκτῳ τινὶ δεσμῷ φίλτρου συνδέουσα ἀμφοτέρους, εν γένους διαδοχὴν καὶ εἴ τι ἕτερον ἡδύνει τὸν γάμον τελεῖται· μανία δὲ πῶς ἂν τῷ σκοπῷ συνδράμοι τῆς τοιαύτης τελετῆς; ποῦ γὰρ σωφροσύνης τὸ καθαρὸν, μὴ τοῦ νοῦ γινώσκοντος ἑαυτὸν, ἀλλ᾽ ἄγνοιαν ἐλεεινὴν δυστυχοῦντος; γένους δὲ πόθεν ἡ διαδοχή, φρικτὸν θέαμα καὶ μόνον ἰδεῖν τῇ ἀθλίᾳ μνηστῇ τὸν ἀθλιώτερον μνηστῆρα τῆς μανίας παρεσκευαζούσης, μὴ ὅτι γε συνελθεῖν αὐτῷ πρὸς ὁμιλίαν προτρεπομένης; ποίῳ δ᾽ ἂν φίλτρου δεσμῷ συνδεθεῖεν, τοῦ πάθους ὅλον ἀποθηριοῦντος τὸν ἄνθρωπον, καὶ πάντα μᾶλλον ἢ ἄνθρωπον ἐπιγινώσκεσθαι διατιθέντος; εἰ δ᾽ ἄρα ποτὲ καὶ γονὴν ἐξ οὕτω γάμου δυστυχοῦς ὄψεται ἥλιος, πῶς οὐ κοινὴ βλάβη τῷ ἀνθρωπίνῳ βίῳ ἡ τοιαύτη γονή; διότι συνεξομοιοῦν οἶδεν ἡ φύσις τοῖς πράγμασιν ὡς ἐπὶ πολὺ τοὺς καρπούς. ἐμοὶ μὲν οὖν καὶ διὰ ταῦτα δίκαιον ἐλογίσθη καὶ εὔλογον, καὶ οὔτε πρὸς ἀθέτησιν τῆς συναπτηρίου εὐλογίας οὔτε πρὸς ἄλλο τὶ ἔγκλημα, τὸ θεσπίσαι ἢ τὴν τοῦ γάμου μετὰ τὴν τῆς μανίας λῆψιν διάλυσιν. εἰ δέ τις αἰτίας οὐκ ἀπολύει τὸ θέσπισμα, οὗτος καθ᾽ ἑαυτὸν ἐπιστήσας, καὶ τὴν ἐκ τοῦ μεμηνότος γάμου κατανοήσας ὠφέλειαν, εἴσεται τὴν οἰκείαν κρίσιν ὁποίας τιμῆς ἀξία καθέστηκεν.