JGR III 2.113Ut etiam in subdialium ambulacrorum structura, quae solariorum nomen fert, decem pedum a vicina parte interstitium servetur, quemadmodum de aedificiis cautum est.
ΔΙΑΤΑΞΙΣ ριγ '.
Abrir no leitor do IusCommune →0
pr.Περὶ τοῦ καὶ ἐν τοῖς προσκηνίοις κατασκευάσμασιν, ἃ τὴν τῶν ἡλιακῶν ἐπωνυμίαν φέρει, τὴν τῶν δέκα ποδῶν ἐκ τοῦ γείτονος μέρους παρατηρεῖσθαι διάστασιν, καθάπερ καὶ ἐπὶ τῶν οἰκοδομημάτων νενόμισται. Α μὲν περὶ οἰκοδομίας οἷον οἰκημάτων καὶ τειχίων ἄλλως τοῖς παλαιοῖς ἐπεσκέφθη, καλῶς ἡ ἐπίσκεψις ἔχει καὶ καλῶς ἐπ᾿ αὐτῶν ἡ διάστασις τοῖς γειτονεύουσι διατέτακται μέρεσιν, ἐν ὅλοις ποσὶ δέκα λαχοῦσα τὴν διαμέτρησιν, τὰ δὲ περὶ τῶν ὑπαίθρων καὶ ὡς ἄν τις εἴποι προσκηνίων θεατηρίων, ἃ καὶ πρὸς μόνην καὶ ὑπαέριον ἀπόλαυσιν ἐπινενόηται καὶ τὴν ἐπω- νυμίαν ἐκ τοῦ ἡλίου εἴληφεν ἡλιακά προσαγορευόμενα, ταῦτα δὲ ἄρα τῆς ἐκ τοῦ νόμου μνήμης οὐ τυχόντα καὶ διορίσεως, νῦν εἰς χρείαν καθέστηκεν ψήφου περὶ αὐτῶν ὁριζούσης καὶ τὴν φιλονεικίαν τὴν ὡς εἰκὸς ἐπ᾿ αὐτοῖς ἐνίοτε προβαίνουσαν διαλυούσης. Ὁρίζομεν οὖν, καὶ ἐπὶ τούτων τῶν κατασκευασμάτων, τουτἐστι τῶν ἡλιακῶν, ἐκεῖνο τὸ μέτρον σώζειν τὸ μεταξὺ διάστημα τῶν ἐχόντων τὴν γειτονίαν προσώπων, ὃ καὶ ἐπὶ τῶν οἰκοδομημάτων ἀπονενέμηται. καὶ γὰρ ὥσπερ ἐπ᾿ ἐκείνων ἡ τῆς κατοπτεύσεως αἰτία τῶν δέκα ποδῶν ὥριζε τὸ διάστημα, οὕτω κἀνταῦθα διὰ τὴν αὐτὴν αἰτίαν τὸ ἴσον εὐλόγως διορισθήσεται μέτρον, καίτοιγε ἡ αἰτία τῆς κατοπτεύσεως πλέονα ἀπαιτεῖν δοκεῖ τὴν ἀπόστασιν. εἰ γὰρ διὰ τὸ μὴ κατοπτεύειν ἀλλήλους τὰ γειτονεύοντα μέρη τὴν τῶν δέκα ποδῶν ποιεῖται ἀπόκλισιν, ἐνταῦθα τοσοῦτον ὀφείλει μᾶλλον ἀφίστασθαι, ὅσῳ καὶ μᾶλλον ἐπιτηδείως ἔχουσιν αἱ τοιαῦται κατασκευαὶ πρὸς κατόπτευσιν. δῆλον γὰρ, ὡς ἐν οἰκίᾳ τὶς καθεζόμενος ἤ τι πράττων οὐκ ἂν οὕτω κατοπτευθῇ, πολλῶν ὑπαρχόντων ἀντιφραγμάτων· ἐν δὲ τοῖς περὶ ὧν ὁ λόγος προσκηνίοις ἔργοις, ἢ ὡς ἂν οἱ πολλοὶ φαῖεν ἐξωσταρίοις, οὐδὲν εἰς περιοπὴν ἕστηκεν ἀντιφράττον. διὰ τοῦτο θεσπίζομεν, μὴ ἑτέρως ἐξεῖναί τινι τοιοῦτον κατα5΄΄ σκεύασμα τεκταίνειν, εἰ μὴ πόδες δέκα τὴν ἐκ τοῦ γείτονος μέρους ἀποχώρησιν διαμετρήσουσιν. ὁμοίως δὲ καὶ εἴ τις ὀροφὴν τῆς οἰκίας ἀμεῖψαι βουλόμενος μαρμάρων πλάκας περιθείη, καὶ οὗτος μὴ πρὶν τοῦτο πράττοι, πρὶν τὸ εἰρημένον διάστημα τῶν δέκα ποδῶν ἀπομακρύνων τοῦ γείτονος ᾖ. ἑτέρου δέ τινος εἰς βοήθειαν ἀνακύπτοντος τρόπου, λέγω δὴ χρόνου μακροτέρου παραδρομῆς ὑπερβαινούσης τὴν νομικὴν περὶ χρόνων διάταξιν, ἀφ᾽ οὗ τὸ ἔργον τὴν ὕπαρξιν ἔλαβεν, ἢ ἐὰν φιλικῇ τινι συμφωνίᾳ δωρησαμένῃ τὴν ἄδειαν ὁ ταύτην λαβὼν εἰς τὸ ἐργάζεσθαι προελήλυθε, κελεύομεν ἐπὶ τοῦ οἰκείου σχήματος τὸ ἔργον μένειν, τῆς τῶν δέκα ποδῶν μὴ παραιτουμένης ἀποστάσεως.