JGR III 2.114De alienatione rerum immobilium et retractu.
Θέσπισμα τοῦ ἀοιδίμου βασιλέως κυροῦ λέοντος.
Abrir no leitor do IusCommune →0
pr.Ἔξεστι τῷ κατέχοντι ἀκίνητον διαπιπράσκειν πρὸς ὁ ἄρα βούλεται πρόσωπον ἀνεπικωλύτως τε καὶ ἀνεπιφωνήτως. πᾶν γὰρ ἀκίνητον ὑποδημόσιον ὂν ἐκχωρεῖ ἡ βασιλεία μου τῷ τὴν καταβολὴν ποιουμένῳ τῶν δημοσιακῶν βαρῶν ἐξωνεῖσθαι, τῶν γειτνιαζόντων μὴ κωλυόντων τὴν ἐκποίησιν. εἰ γὰρ ὁ πένης καὶ πτωχὸς καὶ πράγματος μὴ εὐπορῶν, βουλόμενος τὸ οἰκεῖον ἐκποιήσασθαι ἀκίνητον, οἱ πλησιάζοντες δὲ ὑπούλως τὰ σήμερον καὶ αὔριον ἐκδεχόμενοι τῷ πτωχῷ καὶ πένητι τὸ οἰκεῖον καταλίποιεν ἀκίνητον, εἰ οὐδὲν ὁ πλησιάζων ἀναλάβηται, πάνυ τῇ βασιλείᾳ μου λογίζεται ἄδικον. διὸ καὶ διορίζεται πᾶσι τοῖς ἀπόροις καὶ πτωχοῖς, τὰ μὴ δυνάμενα κατέχειν ἀκίνητα ἐκποιεῖσθαι ἀποτιμώμενα, καὶ τὸν ἐξωνούμενον καλῶς κατέχειν τὸ ἐξωνηθέν· μέχρις γὰρ τοῦ ἑξαμήνου τοῦ πρώτου χρόνου ἔκκλητον ποιεῖν τοὺς γειτνιῶντας καὶ οὕτως ἀντιστρεφομένης τῆς τιμῆς τῷ ἐξωνησαμένῳ λαβεῖν τὸ τοιοῦτον ἀκίνητον· τούτου δὲ παραδραμόντος καὶ οὕτως οἱ γειτνιῶντες ἀποκλείονται, προσκυρουμένης τῷ ἐξῳνησαμένῳ τῆς νομῆς τοῦ ἀκινήτου.