IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.115De tabulariis.

Τῶν περὶ πολιτικῶν σωματείων διατάξεων τοῦ βασι- λέως κυροῦ λέοντος πρώτη περὶ ταβουλλαρίων.

Abrir no leitor do IusCommune →

0

pr.Ἧς ἐν τῷ α΄ κεφ. φησίν· ὁ μέλλων προχειρισθῆναι ταβουλλάριος ὀφείλει· ψήφῳ καὶ διαγνώσει τοῦ τε πριμμικηρίου καὶ τῶν σὺν αὐτῷ ὄντων ταβουλλαρίων ἐγγίνεσθαι, ὡσὰν καὶ γνῶσιν καὶ νόμων εἴδησιν ἔχοι, καὶ χειρὸς γραφῇ τῶν λοιπῶν πρωτερεύοι, καὶ μὴ στωμύλος ἢ αὐθάδης ἢ βίου διεφθαρμένου τυγχάνοι, ἀλλὰ μᾶλλον σεμνὸς τὸ ἦθος καὶ τῇ φρονήσει ἀκέραιος, λόγιός τε καὶ συνετὸς καὶ περὶ τὴν λέξιν εὔστροφος καὶ περὶ τὸν λόγον εὐάρμοστος τοῦ μὴ ῥᾷστα ὧδε κἀκεῖσε περιφέρεσθαι εἴς τε᾿ τὰς τῶν φαλσαμάτων γραφὰς καὶ τὰς τῶν δελεασμάτων παραγραφὰς, ὡς εἴ γέ ποτε τοιαῦτά τις παρὰ τὸν νόμον καὶ τὰ συμβιβασθέντα καὶ γραφῆναι ὁρισθέντα εὑρεθείη διαπραττόμενος, ὑπ᾽ εὐθύνην ἔσεσθαι καὶ τοὺς αὐτὸν μαρτυ ρήσαντας. Ἐν δὲ τῷ β΄ κεφ. φησίν· ὁ προχειρισθησόμενος ὀφείλει ἐπὶ στόματος ἔχειν τοὺς μ ' τίτλους τοῦ ἐγχειριδίου νομίμου καὶ τῶν ξ΄ βιβλίων τὴν γνῶσιν, παιδευθῆναι δὲ καὶ τὴν ἐγκύκλιον παίδευσιν, ὡς μὴ διαμαρτάνειν ἐν ταῖς ἐκδόσεσιν ἢ διολισθαί νειν περὶ τὴν λέξιν, ἔχειν δὲ καὶ τὸν χρόνον πληρέστατον τοῦ διατρανοῦσθαι καὶ τῷ νῷ καὶ τῷ σώματι· χειρὸς δὲ γραφῇ ἐκτυπούτω ἐν τῷ συλλόγῳ, μήτι τῶν ἀδοκήτων διαπράττεσθαι· εἰ δὲ φωραθείη, ἐκπίπτειν τοῦ βαθμοῦ. Ἐν δὲ τῷ γ ' κεφ. φησίν· δεῖ προχειρίζεσθαι τοῦτον οὗ* τωσί· μετὰ τὴν διαμαρτυρίαν καὶ τὴν ἔρευναν ἐμφανίζεσθαι μετὰ τοῦ συλλόγου τῶν ταβουλλαρίων καὶ τοῦ πριμμικηρίου τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῆς πόλεως, ἐφεστρίδα ἠμφιεσμένον, ἐπομνυμένων ἐκείνων εἰς θεὸν καὶ τὰς σωτηρίας τῶν βασιλέων, μὴ διὰ τινα χάριν ἢ παράκλησιν ἢ συγγένειαν ἢ φιλίαν τοῦτον τῷ βαθμῷ ἐντάττεσθαι, ἀλλὰ δ᾽ ἀρετὴν καὶ γνῶσιν καὶ σύνεσιν καὶ τὸ ἱκανὸν εἶναι ἐν πᾶσι· καὶ μετὰ τὴν τῶν ὅρκων βεβαίωσιν σφραγίδι αὐτὸν προχειρίζεσθαι ἐν τῷ ἐπαρχικῷ σεκρέτῳ παρὰ τοῦ τὴν ἡγεμονίαν ἔχοντος, εἶθ᾽ οὕτως ἐντάττεσθαι τῷ συλλόγῳ καὶ συναριθμεῖσθαι τοῖς ταβουλλαρίοις· ἔπειτα. ἐν ναῷ, οὗ πλησίον τὴν κατοίκησιν ἔχει, ἀφικνεῖσθαι, πάντων τῶν ταβουλλαρίων ἐφεστρίδας ἠμφιεσμένων, καὶ τελεῖσθαι δ᾽ εὐχῆς τοῦ ἱερέως τὴν ἐφεστρίδα ἀποβαλλόμενον καὶ λευκὸν φελόνιον ἐνδιδυσκόμενον, καὶ προπεμπόμενον παρὰ τῶν ταβουλλαρίων πάντων τὰς ἐφεστρίδας ἠμφιεσμένων, τοῦ πριμμικηρίου θυμια τήριον ἔχοντος καὶ πρὸς αὐτὸν τὴν εὐωδίαν ἐκπέμποντος, ἐν ταῖς χερσὶ τὸν νόμον ἐπιφερόμενον, τοῦ κατευθῦναι τὰς ὁδοὺς αὐτοῦ διὰ τοῦ θυμιατηρίου σημαινομένου, ὡς θυμίαμα ἐνώπιον κυρίου. οὕτως οὖν ἐνδόξως παραγίνεσθαι ἐν τῇ καθέδρᾳ, ἐν ᾗ ἐκληρώθη· εἶτα οἴκοι ἐπαναστρέφειν μετὰ τῆς ἑαυτοῦ δόξης, 35΄ συμποσιάζειν τε τὸ τηνικαῦτα μετὰ τῶν συμπαρόντων καὶ συνευφραίνεσθαι.