JGR III 2.116De judicibus, qui praeter legem sententiam ferunt '.
Κατάκρισις ἐκτεθεῖσα εἰς τοὺς κριτὰς παρὰ λέοντος καὶ ἀλεξάνδρου τῶν εὐσεβῶν βασιλέων.
Abrir no leitor do IusCommune →0
pr.Οἶμαι τῶν κρίνειν λαχόντων οὐδένα ποτὲ πρὸς τοσαύτην ἀποκλῖναι σκαιότητα, ὥστε παρὰ τοὺς ἐγκειμένους νόμους δοκιμάσαι καὶ τὰς ψήφους ἐκφέρειν. εἰ δὲ εἰς τοσοῦτον τῆς ματαιότητος ὀλισθήσει, ἁλοὺς μὲν τὴν ἐν νόμοις κειμένην ἀποίσεται δίκην· ἡμᾶς δὲ λαθὼν ἥκιστα λήσεται τὸν ἀκοίμητον ὀφθαλμόν. ὅμως δὲ καὶ ἀραῖς ἐμπεδῶσαι τοῦτος λίαν ἀσφα- λὲς εἶναι ᾠήθημεν. εὕροι οὖν θεὸν μαχόμενον οὗτος, καὶ τὰς οὐρανίους καὶ ἀσωμάτους δυνάμεις πολεμούσας αὐτῷ· ἐκπέσοι ἀώρως καὶ τῆς παρούσης ζωῆς, καὶ προσζημιωθήσεται καὶ τὴν μέλλουσαν· πῦρ καταφάγεται τὰ θεμέλια τῶν οἴκων αὐτοῦ, καὶ ἔσται δι αἰῶνος ἠτιμωμένον τὸ σπέρμα αὐτοῦ καὶ ἐ ζητοῦν ἄρτους, ἀνθ᾽ ὧν τὴν τῶν νόμων ἐλευθερίαν δούλην παραπεποιημένων κρίσεων ἀπειργάσατο.