JGR III 1.8Imp. Tiberii de heredibus. (A. 574.)
Περὶ κληρονόμων.
Abrir no leitor do IusCommune →0
pr.Θεοῦ τε καὶ δικαιοσύνης μεῖζόν ἐστιν οὐδέν. τούτων γὰρ χωρὶς οὐκ ἄν τι τῶν δεόντων πραχθείη ποτὲ καὶ διαφερόντως ἐν τῷ καθ᾽ ἡμᾶς πολιτεύματι. ἐντεῦθεν καὶ βασιλεύειν ἐστὶν ἐς ὀρθῶς καὶ τοὺς ὑπηκόους εἰς εὔνοιάν τε καὶ πᾶσαν εὐγνωμοσύνην ἐφέλκεσθαι. διὸ καὶ ἡμεῖς ἐκ θεοῦ τε καὶ δικαιοσύνης τὰ σκῆπτρα παραλαβόντες, εἰ καὶ πολλαῖς περιελόμεθα ταῖς φροντίσιν, ὅπως ῥωμαῖοι μὲν ταῖς ἀρεταῖς αὐξηθεῖεν, βάρβαροι δὲ νικηθέντες ἐφυποκλιθεῖεν, ὅμως οὐκ ἔξω φροντίδος γεγόναμεν, ὡς ἂν καὶ περὶ τῶν ἰδίᾳ λυσιτελούντων τοῖς ὑπηκόοις ἡ δέουσα γένηται πρόνοια. πολλὰ μὲν οὖν τῶν πρώην συγκεχυμένων διορθώσαντες, προσήκειν ἡγησάμεθα καὶ τὸ περὶ τῶν διαδόχων ἠμελημένον ἐκ πλείστου πρὸς τὴν ἀρέσκουσαν θεῷ - περινο | πρᾶξιν ἐπαναγαγεῖν. ἔγνωμεν γὰρ, ὡς τινες περινοστοῦντες τὰς τῶν τελευτώντων περιουσίας διαταράττουσιν, ἀλλ᾽ οὔτε συντος την διαθήκας ἐῶσι κρατεῖν οὔτε μὴν τὰς ἐξ ἀδιαθέτου διαδοχὰς 123γχώραν λαμβάνειν, τοῖς μὲν κινητοῖς πράγμασι σφραγίδας ἐπιπεείνοιαν βάλλοντες, τοῖς δὲ ἀκινήτοις σανίδας ἐπιτιθέντες, ὡς ταύτῃ τῆς ἐκείνων διαδοχῆς ἐπαύξειν τε καὶ τὴν πρέπουσαν λαβεῖν τάξιν. ἐπειδὴ δὲ οὐχ οἷόν τε τὸ καθ᾽ ἕκαστον τῶν ἐπὶ τοῖς τοιούτοις συμβαινόντων ἐν πλήθει τοσούτῳ μανθάνειν ἀκριβῶς, γενικῷ ταῦτα διατυπῶσαι νόμῳ καλῶς ἔδοξεν ἡμῖν ἔχειν.
1
pr.Διὸ θεσπίζομεν, ἅπαντας ἀφθόνως τῶν οἰκείων ἀπολαύειν πραγμάτων τε καὶ δικαίων καὶ ταῦτα παραπέμπειν ἐπὶ τοὺς σφῶν κληρονόμους, ἐπιέναι δὲ τῶν πάντων μηδένα καθάπαξ υταῖς ἐκείνων περιουσίαις ἢ τοὺς τούτων διαδόχους ζημίαις περιβάλλειν ἢ τίτλους ἢ σφραγίδας ἐπιτιθέναι τοῖς πράγμασι παρὰ τὸ τοῖς ἡμετέροις νόμοις δοκοῦν. καὶ τὰς ἐξ ἀδιαθέτου γὰρ κλήσεις ἐπὶ ταῖς τούτων διαδοχαῖς βεβαιοῦμεν, καὶ τὰς τελευταίας τούτων βουλήσεις νομίμως προϊούσας οὐκ ἀναι· ροῦμεν. εἰ γὰρ ἀγρυπνοῦμεν ἀεὶ καὶ μεριμνῶμεν διὰ τὴν τῶν ὑποτελῶν εὐνομίαν τε καὶ τῆς αὐτῶν θεραπείας πολλή τις τῷ ἡμετέρῳ κράτει καθέστηκε φροντὶς, πῶς οὐκ ἂν καὶ περὶ τοῦτο τὸ μέρος προνοήσαιμεν αὐτῶν καὶ τῆς ἡμετέρας προθύμως μεταδοίημεν εὐεργεσίας; ταῦτα γὰρ θεῷ ἀρέσκειν πεπείσμεθα,· ἔκαὶ ταύτην δικαιοσύνην εἶναί φαμεν, καὶ τὴν βασιλείαν ἡμῖν ἐκ τούτων ἀσφαλῆ τε καὶ ἀτάραχον ἔσεσθαι πεπιστεύκαμεν. συναριθμείσθω τοίνυν καὶ οὗτος ἡμῶν ὁ νόμος τοῖς ἄλλοις ἡμῶν κατορθώμασι, καὶ τὸ ὑπήκοον τῶν πρῴην λυπηρῶν ἀπηλλαγμένον καὶ τοσαύτης ἠξιωμένον παρὰ τοῦ ἡμετέρου κράτους προνοίας θεῷ τε καὶ μετ᾿ ἐκεῖνον ἡμῖν χάριτας ὁμολογοίης, τὸ θεῖον εὐχαῖς ἐξιλεούμενον, ἵνα καὶ τῶν πολεμίων κρατήσαντες πολλῆς αὐτῶν ἄλλης μεταδοίημεν ἀσφαλείας. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου νόμου δηλούμενα φυλαξάτωσαν οἵ τε ἐνδοξότατοι κουράτωρες τῶν θείων οἴκων, οἵ τε τὰς μεγίστας ἢ καὶ ἐλάττους ἀρχὰς ἰθύνειν ἐπιτετραμμένοι κατά τε τὴν εὐδαίμονα πόλιν ταύτην καὶ μὴν καὶ ἐν ταῖς ἐπαρχίαις, δήμευσίν τε καὶ κεφαλικὴν ὑφορώμενοι τιμωρίαν εἰ παραβαῖεν τὰ παρ᾽ ἡμῶν θεσπισθέντα. ἡ σὴ τοίνυν ἐνδοξότης τὸν παρόντα θεῖον ἡμῶν νόμον ἐν τοῖς ἐπισήμοις τόποις τῆς εὐδαίμονος ταύτης πόλεως προθήσει, στελεῖ δὲ καὶ κατὰ τὰς ἐπαρχίας ταῖς συνήθεσι χρωμένη περὶ τούτου προστάξεσι.