JGR III 1.7Imp. Justini de Samaritanis. (Α. 572.)
Περὶ σαμαρειτῶν.
Abrir no leitor do IusCommune →0
pr.Ο αὐτὸς βασιλεὺς διομήδει ἐπάρχῳ τῶν ἱερῶν πραιτωρίων. Τὴν ἀσεβῆ τῶν σαμαρειτῶν αἵρεσιν καὶ τὴν παράλογον τούτων μανίαν πολλάκις ὅ τε τῆς εὐσεβοῦς λήξεως ἡμῶν πατὴρ καὶ ἡμεῖς αὐτοὶ διὰ σπουδῆς ἐθέμεθα πρὸς τὸ κάλλιον μεταγαγεῖν, καὶ τὰς αὐτῶν ἐλευθερῶσαι ψυχὰς τῆς ἐπικρατούσης αὐτὰς νόσου. ἀλλ᾽ οὐκ ἰσχύσαμεν ἐπὶ τοῖς πολλοῖς TORTA τούτων τὸ ἐσπουδασμένον ἡμῖν καὶ τοῖς πάλαι πράξασθαι. κεχωρήκασι γὰρ εἰς τοσοῦτόν τινες αὐτῶν μανίας, ὥστε δὴ καὶ τοῦ σωτηριώδους τυχόντες βαπτίσματος πάλιν ἐπανῆλθον ὅθεν ἐξῆλθον κακοῦ, [καὶ] ταὐτὰ σαμαρείταις τιμῶντές τε καὶ λυττῶντες διηλέγχθησαν. ἔδοξε τοίνυν ἡμῖν ὀρθῶς ἔχειν τὸν πάλαι καὶ πρότερον κατ᾿ αὐτῶν τεθέντα παρὰ τοῦ ἡμετέρου πατρὸς νόμον ἀνανεώσασθαι.
1
pr.Καὶ διὰ τοῦτο θεσπίζομεν μὴ κληρονομεῖν αὐτοὺς ἐκ διαθηκῶν ἢ τούτων χωρὶς, μηδὲ πρεσβεῖα λαμβάνειν, ἢ κατὰ δωρεᾶς τρόπον κομίζεσθαι πρᾶγμα, ἀλλὰ μηδὲ κατὰ τὴν ἐξ V ἀδιαθέτου κλῆσιν διαδόχους ἔχειν σαμαρείτας ἢ ὅλως αἱρετικούς, μηδὲ σχηματιζομένους μὲν τὴν ὀρθὴν τῶν χριστιανῶν προσδέχεσθαι πίστιν ταῖς δὲ ἀληθείαις οὐχ οὕτω φρονοῦντας ἢ πράττοντας τὰ ταύτῃ συμβαίνοντα, μηδὲ μὴν διαθήκας αὐτοὺς γράφειν ἢ ληγάτα καταλιμπάνειν ἢ δωρεῖσθαι, πλὴν εἰ μὴ ὀρθόδοξοι εἶεν καὶ πίστει καὶ ἔργοις οἱ ταῦτα ληψόμενοι. εἰ γὰρ μηδεὶς τούτων ᾖ, τῷ ἱερωτάτῳ ταμιείῳ τὰς τούτων περιουσίας μετὰ τελευτὴν προσήκειν κελεύομεν. ὥστε καὶ ὁ πρώην φιλοτιμηθεὶς τούτοις παρὰ τοῦ ἡμετέρου πατρὸς θεῖος τύπος, νόμου τάξιν ἐπέχων, διδοὺς αὐτοῖς κληρονομεῖν τε καὶ κληρονομεῖσθαι, καὶ τιμᾶσθαι ληγάτοις, ἢ καταλιμπάνειν πρεσβεῖα, σχολάσει τὸ λοιπὸν καὶ καθάπαξ ἰσχὺν οὐδεμίαν ἕξει. τῆς γὰρ ἐκ τούτου φιλανθρωπίας ἀναξίους ἑαυτοὺς ἀποδείξαντες εἶναι οἱ τὰ σαμαρειτῶν μαινόμενοι, οὐχ ἕτερον ἢ σφᾶς αὐτοὺς ἐπιμέμψονται, ἀλλοτριούμενοι μὲν τῆς ἐκ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ φιλανθρωπίας, ἐκπίπτοντές δὲ καὶ τῶν πρώην αὐτοῖς ἐκ τῆς ἡμετέρας δοθεισῶν βασιλείας φιλοτιμιῶν πρὸς τὸ τῆς ἀμείνονος γενέσθαι γνώμης, οὐ μὴν ἵνα μέχρι παντὸς ἐπὶ τῆς οἰκείας διαμένοιεν κακοδοξίας.
2
pr.Ἐξαιροῦμεν δὲ τοῦ παρόντος νόμου τοὺς τὰ σαμαρειτῶν πρεσβεύοντας γεωργούς, (οὐκ αὐτῶν χάριν, ἀλλὰ διὰ τὴν τῶν παρ᾿ αὐτῶν γεωργουμένων χωρίων σύστασιν, καὶ διὰ τοὺς ἐκεῖθεν εἰσαγομένους φόρους τε καὶ προσόδους,) ἐξ ἀγροικίας τε πλανωμένους. τούτοις γὰρ γράφειν ἐφίεμεν κληρονόμους τε καὶ ληγαταρίους τοὺς αὐτῶν ἀνιόντας τε καὶ κατιόντας, καὶ τοὺς ἐκ πλαγίου αὐτῶν συγγενεῖς, κἂν εἰ σαμαρειτικῇ πλάνῃ κρατοῦντο, γεωργοῦντας μέντοι τὰ γήδια, ὡς τῆς ἐντεῦθεν εὐπορίας εἰς τοὺς τὰ χωρία κεκτημένους φερομένης καὶ δ᾽ αὐγο τῶν εἰς τὸ δημόσιον. καὶ διαθηκῶν δὲ χωρὶς οἱ προῤῥηθέντες ἐπὶ τὸν ἀλλήλων ἥξουσι κλῆρον διὰ τὴν αὐτὴν πρόφασιν. ἐπεὶ καὶ μηδενὸς τούτων εὑρισκομένου, τὸν κύριον τοῦ χωρίου ἐν ᾧ γεωργὸς ἦν ὁ τελευτήσας τὰ παρ᾽ ἐκείνου καταλειφθέντα λαμβάνειν βουλόμεθα, καὶ τὴν τοῦ ταμιείου τάξιν ἔχειν αὐτόν, οἷα δη καὶ τοὺς δημοσίους φόρους ὑπὲρ ἐκείνου πληροῦντα. σαμαρείτην δὲ στρατεύεσθαι παντελῶς οὐ συγχωροῦμεν, ἀλλ᾽ οὐδὲ πολιτικὸν μετιένει φρόντισμα, οὐδὲ μὴν συνηγορεῖν ἢ συνεδρεύειν ἢ τοῖς λογιωτάτοις συνίστασθαι ῥήτορσιν ὅλως ἢ νέους παιδεύειν. εἰ δὲ καί τινες ἐκ τούτων τυχόντες τοῦ σωτηριώδους 3ε βαπτίσματος φανεῖεν ἐπὶ τὴν προτέραν πλάνην ἐπανελθόντες, τὰ σάββατα παραφυλαττόμενοι ἢ ἄλλα τινὰ πράττοντες τὰ διελέγχοντα αὐτοὺς ὑποκρίσει τὸ ἅγιον παραλαβεῖν βάπτισμα, δημεύεσθαι τούτους κελεύομεν καὶ πρὸς ἐξορίαν διηνεκή παραδίδοσθαι. ταῖς δὲ αὐταῖς ὑπάγομεν ποιναῖς καὶ τοὺς ἀσεβῆ προστασίαν κατὰ τῆς ὀρθῆς τῶν χριστιανῶν πίστεως τοῖς τοιούτοις ἀπονέμοντας. καλῶς δὲ ἔχειν δοκεῖ τὸ μηδὲ προχείρως αὐτοὺς εἰσδέχεσθαι τῷ ἀχράντῳ προστρέχοντας βαπτίσματι, ἀλλὰ μετά τινος παραφυλακῆς καὶ κατηχήσεως ἐν ἀρκοῦντι χρόνῳ γινομένης. φαμὲν δὴ τοὺς μὲν μετὰ χρηστῆς διδασκαλίας ὅλως αἰσθανομένους ἐπὶ ἐνιαυτοὺς δύο κατηχεῖσθαι, μανθάνειν τε τὰς γραφὰς κατὰ τὸ δυνατὸν, καὶ τότε προσφέρεσθαι τῷ τῆς Γ ἀπολυτρώσεως βαπτίσματι, τῇ μετανοίᾳ τοῦ τοσούτου χρόνου καρπουμένους τὴν ὡς ἀληθῶς ἀπολύτρωσιν. τοὺς δὲ νέους σφόδρα καὶ διδασκαλίας οὐ συνιέντας ἐφίεμεν καὶ τῆς παρατηρήσεως ταύτης χωρὶς ἀξιοῦσθαι τοῦ ἁγίου βαπτίσματος. σαμαρείτης δὲ οὐδεὶς οἰκέτην χριστιανὸν ἕξει, ἀλλ᾽ ἅμα τῷ κτή - σασθαι τοῦτον εὐθέως εἰς ἐλευθερίαν ἁρπάζεσθαι. εἰ δὲ καὶ τῆς ὁμοίας αὐτῶν κακοδοξίας ὁ οἰκέτης ἐστίν, ἐξέστω αὐτῷ τὴν τῶν χριστιανῶν ἀσπαζομένῳ δόξαν εὐθὺς καὶ τῆς ῥωμαϊκῆς ἀπολαύειν ἐλευθερίας. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦ παρόντος δηλού- μενα νόμου ἡ σὴ ἐνδοξότης προτιθεῖσα κατὰ τοὺς συνήθεις τόπους ἔργῳ καὶ πέρατι παραδοθῆναι προσταξάτω. Dat. XV. Kal. Iun. Imp. Iustini ann. VII. post cons. eiusdem ann. VI.