JGR III 1.9Imp. Tiberii de praesidibus. (A. 574.)
Περὶ τῶν ἀρχόντων.
Abrir no leitor do IusCommune →0
pr.Οὐ τὸ νομοθετεῖν τὰ πρέποντα μόνον ἐστὶν ἀγαθὸν μέγιστον, ἀλλὰ καὶ τὸ τὰ θεσπισθέντα φυλάττειν ἀκριβῶς καὶ πρὸς ἔργον ἄγειν, καὶ τοὺς παραβαίνοντας ταῖς ἁρμοδίαις ὑποβάλλειν ποιναῖς. τί γὰρ ὄφελος ἔσται τῶν νόμων, εἰ μέχρι γραμμάτων εἶεν οὗτοι, καὶ μὴ τὸ χρήσιμον διὰ τῶν πραγμάτων αὐτῶν καὶ τῶν ἔργων τοῖς ἀρχομένοις παρέχοιεν; ἴσμεν τοίνων τὴν βασιλείαν σφόδρα τῶν ὑποτελῶν κηδομένην προῖκα τὰς ἀρχὰς τοὺς τῶν ἐπαρχιῶν ἡγουμένους λαμβάνειν πολλάκις διορίσασαν, ἵνα καὶ αὐτοὶ καθαρῶς χρώμενοι ταύταις τοῖς ἀρχομένοις τὸ δίκαιόν τε καὶ ἴσον νέμοιεν, τὸ δὲ δημόσιον εὐποροίή τῇ τῶν ὑποτελῶν ἀβλαβείᾳ. ἀλλὰ ταῦτα μὲν κατὰ μικρὸν εἰς λήθην ἦλθε, τῇ πλεονεξίᾳ τῶν τὰς ἀρχὰς πριαμένων μᾶλλον ἢ παρειληφότων νικηθέντα.
1
pr.Ἡμεῖς δὲ τοὺς περὶ τούτων ἀνανεούμενοι νόμους θεσπίζομεν ἄρχειν μὲν ἐκείνους τοὺς ἐξ ἀγαθῆς γνωριζομένους δόξης καὶ πλείστην τοῦ δικαίου φροντίδα τιθεμένους, δώρων τε καὶ πάσης δόσεως χωρὶς παραλαμβάνειν τὰς ἀρχάς. καὶ τοὺς μὲν ὑποτελεῖς ἀβλαβεῖς τε καὶ ἀζημίους διαφυλάττειν, τοὺς δὲ δημοσίους ἐπιμελῶς διανύειν φόρους, μήτε δὲ αὐτοὺς ἢ τοὺς αὐτῶν παρέδρους ἢ καγγελλαρίους ἢ δομεστικοὺς ἢ τινα τῶν αὐτοῖς προσηκόντων λαμβάνειν τὶ παρὰ τῶν ἀρχομένων, πλὴν σ ' εἰ μὴ κατὰ τὸ τετραπλάσιον (ὡς οἱ νόμοι φασὶ) τὸ παρ᾽ αὐτῶν ληφθὲν ἐκτίσαι βούλονται, ἀλλ᾽ ἀρκεῖσθαι τοῖς ἐκ τοῦ δημοσίου καὶ τοῦ νόμου διωρισμένοις. παυσομένους τῆς ἀρχῆς τὰς νενομισμένας πεντήκοντα προσεδρεύειν αὐτοὺς ἡμέρας δημοσιεύοντας, καὶ τοῖς ἐνάγειν βουλομένοις ἀπολογεῖσθαι· μὴ περαιω" θείσης δὲ τῆς δίκης εἴσω τῶν πεντήκοντα ἡμερῶν, χρηματικῆς μὲν οὔσης, διδότω προκουράτωρα, ἐγκληματικῆς δὲ, μέχρι πέρατος μενέτω τῆς ὑποθέσεως, τῶν δικαζόντων, εἴτε ἄρχοντές εἰσιν εἴτε παρὰ τῶν ὑπάρχων ἐδόθησαν, εἰ μὴ ἐντὸς ἡμερῶν εἴκοσι τοῦ ἀρχθῆναι τὴν δίκην ταύτην περαιώσουσι, δέκα χρυσίου 1γ λιτρῶν προστιμωμένων, τῆς δίκης κατὰ τὰ προειρημένα προϊ· μούσης. εἰ γάρ τινες τούτων κακῷ τῷ συνειδότι βαλόμενοι λαθόντες φύγοιεν ἢ καὶ ἱεροῖς προσδράμοιεν οἴκοις, τῆς οὐσίας ἐκπεσοῦνται, τοῖς ἠδικημένοις πρὸς τὸν νόμον καὶ τὸ τῶν ἀδικημάτων μέτρον ταύτης διαιρεθησομένης. καὶ καθάπερ ἂν ἐνὴ περὶ τούτου προϊοῦσα πρᾶξις καὶ ἐκ μιᾶς μοίρας κατὰ τὸ η πρώην νενομοθετημένον παραστήσειε, τὰ εἰσαχθέντα ὑπὲρ τῶν ὑποτελῶν διαμενέτω βέβαια, μενόντων δηλονότι καὶ τῶν ἄλλων βεβαίων, ὅσα πρὸς τὴν τῶν ὑποτελῶν λυσιτέλειαν περὶ τῶν ἀρχόντων καλῶς παρὰ τῆς βασιλείας νενομοθέτηται. ὥσπερ· Γ δὲ τοὺς ταῦτα πλημμελοῦντας κολάζομεν, οὕτω καὶ τοὺς κατὰ ταύτην τὴν πρόφασιν λαμβάνοντάς τι τῶν κεκωλυμένων παρ αὐτῶν τῇ τοῦ τετραπλασίου καθυποβάλλομεν ἀποδόσει.
2
pr.Καὶ ταῦτα νομοθετεῖν ὑπῆλθεν ἡμῖν τὴν τῶν ὑπηκόων εὐπορίαν τε καὶ θεραπείαν περὶ πολλοῦ ποιουμένοις, οὐ μὴν τῶν ἐντεῦθεν εἰσαγομένων τῇ βασιλείᾳ πόρων. συναιροῦμεν γὰρ ταῖς τῶν ἀρχόντων δόσεσι καὶ τὰ παρ᾽ αὐτῶν προσαγόμενα τῷ βασιλικῷ λόγῳ σουφφράγια, εἰς πλεῖστον ὄγκον ἀναφερόμενα χρημάτων, ἵνα καὶ ταύτῃ πως τὸ δημόσιον εὔροιαν ἔχοι, καὶ πρὸς εὐπορωτέραν τάξιν ἐπανέλθοι ἀπηλλαγμένον τῶν ἐπινενοημένων τισὶν ἀπὸ χρόνου τινὸς πρὸς βλάβην τούτου τελῶν. τῷ γὰρ ἡμετέρῳ κράτει μία τίς ἐστιν αὕτη σπουδὴ, τὰς ἐπαρχίας εὐνομεῖσθαί τε καὶ ἀσφαλῶς οἰκεῖσθαι καὶ τῆς τῶν ἀρχόντων ἀπολαύειν δικαιοσύνης, τούς τε δημοσίους ἀμέμπτως εἰσάγεσθαι φόρους. οὐ γὰρ ἄλλως ἔνεστι τὸ πολί - τευμα διασώζεσθαι, μὴ τῶν εὐσεβῶν εἰσαγομένων τελεσμάτων, ἐξ ὧν τὸ μὲν στρατιωτικὸν τρεφόμενον τοῖς πολεμίοις ἀνθίσταται, φρουρεῖ δὲ τούς τε ἀγροὺς καὶ τὰς πόλεις, ἀπολαύει δὲ τὰ λοιπὰ τάγματα τῶν ἀπονεμηθέντων αὐτοῖς, τείχη τε καὶ πόλεις ἐπανορθοῦνται, καὶ τὰ ἄλλα πάντα πρόεισιν, -ὅσα βλέπει πρὸς τὸ κοινῇ συνοῖσον τοῖς ὑπηκόοις. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης κατὰ τὴν εὐδαίμονα πόλιν ἐν τοῖς εἰωθόσι τόποις προθήσει, στελεῖ δὲ καὶ κατὰ τὰς ἐπαρα χίας τοῖς συνήθεσι χρωμένη προστάγμασιν, ἵνα πάντες ἴδοιεν, ὅση τὶς ἡμῖν ἐστι τοῦ τε δημοσίου τῆς τε τῶν ὑπηκόων ἡμῶν ἀβλαβείας φροντίς.