IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio I

JGR III 1.5Imp. Justini ut gratis fiant provinciarum praesides. (A. 569.)

Περὶ τοῦ προῖκα τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας γίνεσθαι ἐκ δεήσεως τῶν τε θεοφιλεστάτων ἐπισκόπων καὶ κτη τόρων καὶ οἰκητόρων τῶν ἐπαρχιῶν πρὸς τὸν εἰσεβέστατον βασιλέα, ἐφ᾽ ᾧ τὸν ὀνομαζόμενον τὸ δημόσιον ἀσφαλίζεσθαι. εἰ δὲ ὑπέρθωνται τοῦτο πρᾶξαι, μηδενὶ προσιέναι κατὰ τοῦ ἄρχοντος ὁτιοῦν πράττοντος προ-

Abrir no leitor do IusCommune →

0

pr.φάσει τῶν δημοσίων. Τῆς παρὰ τοῦ θεοῦ δεδομένης ἡμῖν πολιτείας κηδόμενοι καὶ ἐν πάσῃ δικαιοσύνῃ ζῆν τοὺς ἡμετέρους σπουδάζοντες ὑπηκόους, ἕνα σκοπὸν ἐξ ἀρχῆς τοῦτον ἐθέμεθα, ἅπαν εἴ τι πρῴην ἀτελὲς ἦν καὶ συγκεχυμένον ὑπῆρχε, τοῦτο καὶ ἐπανορθῶσαι καὶ τέλειον ἀποφῆναι. μεριμνήσαντες τοίνυν, ὅπως τόια τε δημόσιον τό τε ὑπήκοον ἀβλαβές τε καὶ ἀζήμιον διατελοίη, διενοήθημεν ὅτι δὴ τοῦτο ῥᾳδίως ἕξομεν, εἰ τοὺς ἡγουμένους τῶν ἐπαρχιῶν προῖκα τὰς ἀρχὰς παραλαμβάνοντας καὶ τὸ δημόσιον ἀσφαλιζομένους ὀρθῶς τε καὶ νομίμως ἅπασι χρῆσθαι παρασκευάζωμεν, παντὸς ἀπεχομένους· τοῦτο μὲν ἀδικήματος τοῦτο δὲ καὶ λήμματος αἰσχροῦ τε καὶ ἄλλως ἀπηγορευμένου.

1

pr.Ἵνα τοίνυν μὴ ξένοι τινὲς ἐπεισπηδῶντες ταῖς ἐπαρχίαις ἀδικοῖεν αὐτάς, ἡμεῖς τε συχναῖς ταῖς κατ᾿ αὐτῶν ἐνοχλοίμεθα προσελεύσεσι, προτρέπομεν τοὺς ἑκάστης ἐπαρχίας ὁσιωτάτους ἐπισκόπους, κτητόρων τε καὶ οἰκητόρων τοὺς ἄγοντας το τὰ πρωτεῖα, διὰ κοινῆς δεήσεως ἀναφέρειν ἐπὶ τὸ ἡμέτερον κράτος τοὺς αὐτοῖς ἐπιτηδείως ἔχειν πρὸς τὴν ἀρχὴν τῆς αὐτῶν ἐπαρχίας νομιζομένους. τούτοις γὰρ τὰ σύμβολα τῆς ἀρχῆς δόσεως χωρὶς παρέξομεν ἀσφαλιζομένοις τὸν δημόσιον εἰσάγειν κανόνα, παρεγγυῶντες αὐτοῖς τῶν νόμων ἐναντίον μηδὲν δια- πράττεσθαι, ἢ μηδέ τινα βιάζεσθαι παρὰ τῶν ὑποτελῶν, ἀρκούμενοι σιτήσεσιν ἐπαγρυπνεῖν τῇ τῶν δημοσίων φόρων εἰσπράξει, καὶ τοῖς μὲν περὶ τὰς εὐσεβεῖς εἰσφορὰς εὐγνωμονοῦσι πράως τε ἅμα καὶ πατρικῶς προσφέρεσθαι, τοὺς δὲ ἀγνωμονοῦντας εἰσπράττειν σφοδρότερον, μηδὲν ὑπὲρ τούτου κέρδος τ οἰκεῖον παντάπασιν ἀποφερομένους. δεήσει δὲ αὐτοὺς οὐδὲν ἧττον καὶ τοῖς δικαζομένοις ἅπασι τὸν ἴσον τε καὶ δίκαιον νέμειν, σὺν τάχει τε τούτους ἀπαλλάττειν βλέποντας πρὸς τοὺς νόμους, ὡς μὴ καὶ δαπάναις καὶ χρόνοις μακροῖς αὐτοὺς ἐπιτρίβεσθαι· ἐπεξιέναι δὲ καὶ τοῖς ἁμαρτάνουσι, καὶ πρὸς τὸν νόμον ἐπάγειν τὰς τιμωρίας αὐτοῖς, καὶ πᾶσαν ἐπιδείκνυσθαι δικαιοσύνην.

2

pr.Οὐ μόνον δὲ αὐτοῖς ταῦτα προαγορεύομεν, ἀλλὰ καὶ τοῖς ἀρχῆς ἑκάστης παρέδροις καὶ τοῖς ἄλλοις ὑπηρετουμένοις αὐταῖς. εἰ γάρ τις αὐτῶν ἢ περὶ τὴν τῶν δημοσίων εἴσπραξιν ῥᾳθυμίᾳ χρήσηται, ἢ ζημίαις ἢ ἐπηρείαις περιβάλοι τοὺς ἡμεΑτέρους ὑποτελεῖς, τῆς τε οὐσίας ἐκπεσεῖται καὶ μεγίσταις ὑπαχθήσεται τιμωρίαις. ἡμῖν γὰρ ἡγουμένου θεοῦ μία τίς ἐστιν αὕτη σπουδὴ, τὰς ἐπαρχίας εὐνομεῖσθαί τε καὶ ἀσφαλῶς οἰκεῖσθαι, καὶ τῆς τῶν ἀρχόντων ἀπολαύειν δικαιοσύνης, τούς τε δημοσίους ἀμέμπτως εἰσάγεσθαι φόρους. οὐ γὰρ ἄλλως ἔνεστι τὸ πολίτευμα διασώζεσθαι μὴ τῶν εὐσεβῶν εἰσαγομένων τελεσμάτων, ἐξ ὧν τὸ μὲν στρατιωτικὸν τὰ τεταγμένα τούτῳ κομιζόμενον τοῖς τε πολεμίοις ἀντικαθίσταται καὶ ἐκ τῆς τῶν βαρβάρων ἐπιδρομῆς τε καὶ κακίας ἐξαιρεῖται τοὺς ὑποτελεῖς, φρουρεῖ δὲ καὶ τοὺς ἀγροὺς καὶ τὰς πόλεις ἐκ τῆς τῶν λῃστῶν καὶ τῶν ἄλλως ἄτακτον βίον ἐπανῃρημένων ἐπηρείας τε καὶ ἐφόδου, ἀπολαύει δὲ καὶ τὰ λοιπὰ τῶν ταγμάτων τῶν αὐτοῖς ἀπονεμηθέντων, τείχη τε καὶ πόλεις ἐπανορθοῦνται, δημοσίων τε βαλανείων ἐκπυρώσεις προΐασι, θεάτρων τε ἐπιμέλεια καὶ τῶν ἄλλων, ὁπόσα πρὸς θεραπείαν τῶν ὑπηκόων ἐξεύρηται· Κὥστε τὰ παρ᾿ αὐτῶν συντελούμενα τὰ μὲν εἰς αὐτούς, τὰ δὲ καὶ δ᾽ αὐτοὺς δαπανᾶσθαί τε καὶ ἐπιδίδοσθαι, ἡμῖν δὲ καθάπαξ οὐδὲν ἐντεῦθεν ἢ τὰς ὑπὲρ τούτων ἔχειν συμβαίνει φροντίδας, πλὴν ἀλλ᾽ οὐδὲ ταύτας ἀμίσθους, τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ τῷ μεγέθει τῆς αὑτοῦ φιλανθρωπίας πολλοῖς ἡμᾶς καὶ διὰ τοῦτο τοῖς ἀγαθοῖς ἀμειβομένου.

3

pr.Ταῦτα μὲν οὖν ἡμεῖς τοῖς ἐν ταῖς ἐπαρχίαις ἅπαντα προκηρύττοντες, καὶ ταύτῃ δεικνύντες, ὅση τὶς ἡμῖν ἐστὶ περὶ τοὺς ὑπηκόους φιλανθρωπία, ἵλεώ τε καὶ εὐμενῆ τὸν θεὸν μᾶλλον ἕξομεν τῆς τῶν ὑποτελῶν ἀβλαβείας τοσαύτην τιθέμενοι πρόνοιαν. εἰ δὲ ταύτης ἡμῶν τῆς καλοκάγαθίας ἐπιτυχόντες ὑπὲρ τὴν τῶν ἀρχόντων αἵρεσιν διαμάρτοιεν, οὐδένα παντελῶς ἢ σφᾶς αὐτοὺς αἰτιάσονται. εἰ δὲ καὶ ἀναβάλλοιντο τούτους ἐπιλέγεσθαι καὶ εἰς ἡμᾶς ἀναφέρειν, οὐκ ἔτι δικαίως τοὺς ἐντεῦθεν ἐκπεμπομένους ἐν ταῖς ἐπαρχίαις διὰ τὴν τῶν δημοσίων συλλογὴν ἅπαντα πράττειν προαιρουμένους ἐπιμέμψοιντο, τοῦ λοιποῦ ἀνεξόμεθα προσιόντων αὐτῶν καὶ τούτους αἰτιωμένων. οἱ γὰρ τὴν ἐξουσίαν παρ᾽ ἡμῶν λαβόντες τῆς τῶν ἀρχόντων ἐπιλογῆς, ἵνα τὰς ἀρχὰς προῖκα λαμβάνοντες τοὺς δη - μοσίους εἰσάγοιεν φόρους, αὐτοί τε παρ᾽ αὐτῶν μηδαμῶς ἀδικοῖντο, ῥᾳθυμοῦντες οὗτοι περὶ τὴν τούτων ἐπιλογὴν ἀνεκτοὶ καθάπαξ οὐκ ἔσονται μεμφόμενοι τούτοις καὶ ταῖς κατ᾿ αὐτῶν προσελεύσεσιν ἡμῖν ἐνοχλοῦντες. ἀναβολῇ δὲ χρήσεται καθάπαξ οὐδεὶς πρὸς τὴν ἐπικειμένων αὐτῷ δημοσίων φόρων καταβολὴν, οὐ θεῖος οἶκος, οὐχὶ ἁγιωτάτη ἐκκλησία, οὐκ εὐαγὲς πτωχεῖον ἢ μοναστήριον, ἀλλ᾽ οὐδὲ μεῖζον ἢ ἔλαττον πρόσωπον. οὔτε δὲ πολιτευομένους οὐδὲ τοὺς λεγομένους ἐκλήπτορας, οὔτε μὴν τοὺς ἄλλους οἷς ἐπίκειται ἡ τῶν δημοσίων φόρων φροντὶς, ἐξαιροῦμεν τοῦ ἐντεῦθεν κινδύνου. τὰ γὰρ κοινῇ πᾶσι λυσιτελοῦντα προκρίνομεν τῆς ἀδίκου προαιρέσεως τῶν εἰς τὸ δημόσιον ἀγνωμονεῖν ἐθελούντων. Ὥστε δὲ τὰ καλῶς ἡμῖν παραστάντα φανερὰ πᾶσι γενέσθαι, κελεύομεν τὴν σὴν ὑπεροχὴν κατά τε τὴν εὐδαίμονα ταύτην πόλιν καὶ μὴν καὶ ἐν ταῖς ἐπαρχίαις τὸ παρὸν θεῖον ἔδικτον προθεῖναι εἰς τοὺς περιφανεῖς ἑκάστης πόλεως τόπους, ὥστε μηδένα διαλαθεῖν τὴν ἐξηυρημένην πρόνοιαν τοῖς γαληνοτάτοις ἡμῖν᾽ ὑπέρ τε τοῦ δημοσίου καὶ τῆς τῶν ὑποτελῶν ἀβλαβείας. Dat. XV. Kal. Febr. Constantinop. Imp. DN. Justini PP. Aug. ann. IV, post cons. ejusdem ann. III.