JGR III 1.31Fragmenta incerta.
Abrir no leitor do IusCommune →0
pr.1. Καὶ ταῦτα μὴ μόνον ἐπὶ τοῖς ἀπὸ τοῦ παρόντος γαμικοῖς συναλλάγμασιν γινόμενον εἰς τὸν ἀεὶ χρόνον συντηρεί L σθω, ἀλλὰ καὶ ἐπὶ τοῖς πρότερον προελθοῦσιν ἐγγράφως τὸν παρόντα ἡμῶν εὐσεβῆ νόμον κρατεῖν καὶ ἰσχύειν παρακελευόμεθα. σπεύδοντες γὰρ τῇ συνεργείᾳ τοῦ παντοδυνάμου θεοῦ ἡμῶν πάντα σύνδεσμον ἀδικίας διαλύεσθαι, τὴν παροῦσαν σύντομον νομοθεσίαν τοῖς γαμικοῖς ὁρίσασθαι συνείδομεν συναλ λάγμασι διὰ τὸ συμπλοκὰς ἐκ τῶν τέκνων τοῖς γονεῦσι προσγίνεσθαι χάριν πατρῴων καὶ μητρῴων αὐτῶν πραγμάτων, κἀντεῦθεν γονεῖς πρὸς τέκνα κινεῖσθαι καὶ τέκνα κατὰ γονέων καθίστασθαι καὶ μάχας καὶ ἐρεσχελίας, δίκας καὶ συντριβὰς μέσον αὐτῶν ἀναφύεσθαι· ἀντὶ γὰρ τῆς προσηκούσης καὶ ἐπο- φειλομένης ὡς λέλεκται τοῖς γονεῦσι παρὰ τῶν παίδων αἰδοῦς· τε καὶ τιμῆς μεγάλαι μᾶλλον φιλονεικίαι καὶ θλίψεις παρὰ τῶν παίδων αὐτοῖς προσεγένοντο, ὡς ἐντεῦθεν παραβάτας αὐτοὺς τῶν ἐντολῶν τοῦ θεοῦ ἀποδείκνυσθαι. ΙΙ. Περὶ ἐκλογῆς τῶν δευτερογαμούντων. Τὴν δευτέραν διάταξιν, ἣν ἐν τῇ νεαρᾷ ἐξέθετο ὁ μακάριος ἰου στινιανὸς περὶ ἐκλογῆς τῶν δευτερογαμουσῶν, ὡς καινοπρεπῆ τινα περιέχουσαν καὶ τῆς ἐπισταμένης συνηθείας ἀλλότρια περιφέρουσαν, ἡ ἡμετέρα εὐσεβὴς βασιλεία καὶ φιλόχριστος τῇ τε διατάξει τῇ τε συνηθείᾳ ὅσον κατὰ τὸ εἰκὸς συνεβάλετο, τῆς μὲν διατάξεως τὸ αὐστηρὸν γλυκάνασα, τῆς δὲ συνηθείας τὸ ἀπρεπὲς καὶ συγκεχυμένον διασαφήσασα. οὕτως γὰρ τοὺς νόμους κοσμεῖσθαι γινώσκομεν, διὰ μὲν τῆς σαφηνείας τὸ εὐπαράδεκτον ἔχοντες, διὰ δὲ τῆς συμμετρίας τὸ ὑπήκοον θεραπεύοντες. Ἡ δευτερογαμοῦσα γυνὴ λαμβανέτω ἀπεντεῦθεν ἤδη τὴν ἡμίσειαν μοῖραν τῆς τε προικὸς καὶ τοῦ ὑποβόλου αὐτῆς κατὰ τὴν δεσποτείαν, τὴν δ᾽ ἑτέραν ἡμίσειαν καταλιμπανέτω τοῖς ἐκ τοῦ πρώτου ἀνδρὸς τεχθεῖσιν αὐτῇ παισίν. εἰ δὲ καὶ συμβῇ τινα τελευτῆσαι τῶν ἐκ τοῦ πρώτου ἀνδρὸς παίδων, θεσπίζομεν καὶ αὐτὴν ὑπεισέρχεσθαι ἀδελφὴν μετὰ τῶν αὐτῆς παίδων εἰς τὴν τοῦ τελευτήσαντος περιουσίαν. εἰ δὲ καὶ κατὰ τάξιν τινὰ τελευτήσωσιν οἱ τοῦ ἀνδρὸς τεχθέντες παῖδες, περιέλθῃ δὲ ἡ τούτων περιουσία εἰς ἕνα τῶν ἀδελφῶν, τύχῃ δὲ τοῦτον τελευτῆσαι ἄπαιδα καὶ ἀδιάθετον, κληρονομείτω καὶ τούτων καὶ αὕτη ἡ μήτηρ. εἰ δέ γε τύχῃ τὴν μητέρα προτελευτῆσαι τῶν παίδων, μὴ ἔχειν ἄδειαν αὐτὴν προτελευτῶσαν καὶ διατιθεμένην κατώτερον τοῦ φαλκιδίου τούτους ἐκ τοῦ πρώτου ἀνδρὸς τεχθέντας παῖδας καταδικάζειν. εἰ δέ γε βούλοιτο ὑπεράνω τοῦ φαλκιδίου παρέχειν αὐτοῖς, ἄδειαν αὐτῇ δίδωσιν ὁ νόμος τοῦτο ποιῆσαι. Τοῦ αὐτοῦ. ὅτι ἀνὴρ δευτερογαμῶν μηκέτι κατὰ τὸν πρότερον νόμον τῆς χρήσεως ἀπολαύει τῆς τε προικὸς καὶ τῆς πρὸ γάμου δωρεᾶς, ἀλλὰ παρευθὺ τῆς μὲν χρήσεως καὶ τῆς δεσποτείας ἐκπιπτέτω, τὸ δὲ τρίτον τῆς προγάμου δωρεᾶς οὐ μετὰ χρόνον ἀλλὰ παρευθὺ κερδανέτω. καὶ τοῦτο ὁ ἡμέτερος ἐφιλανθρωπεύσατο νόμος τοῦ μὴ παντελῶς τοὺς πατέρας τῶν γαμικῶν κερδῶν ἐκπίπτειν, καὶ τὰ δεύτερα τῶν μητέρων ἐν τοῖς ἰδίοις τέκνοις ἔχειν. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν ὑπεισέρχονται οἱ ἐκ τοῦ πρώτου συνοικεσίου τεχθέντες παῖδες σὺν τοῖς ἐκ δευτέρου συνοικεσίου τεχθεῖσι παισὶν εἰς τὴν ἅπασαν αὐτοῦ· περιουσίαν ἀδελφικῶς. μὴ ἔχοντος ἄδειαν τοῦ πατρὸς περαιτέρω τοῦ φαλκιδίου καταδικάζειν τοὺς ἐκ τοῦ πρώτου συνοικεσίου παῖδας αὐτοῦ· εἰ δέ γε βούλοιτο τούτους φιλοτιμεῖσθαι, ἄδειαν ἐχέτω. Ὅτι πάντων τῶν παίδων προτελευτησάντων τῆς δευτερο1ο γαμησάσης μητρός, ἀναγραπτὴ γίνεται ἡ τούτων περιουσία. καὶ εἰ μὲν τύχωσι τῶν ἀνιόντων τινὲς, τουτέστι πάππων ἢ προπάππων, τοῦ ἐναντίου λέγω μέρους, καὶ μάλιστα ἀναθρεψάμενος, συμμεριζέσθω μετὰ τῆς μητρὸς τῶν παίδων ἐξ ἴσης καὶ ἐπ᾽ ἴσης μοίρας τῇ τῶν προτελευτησάντων παίδων μητρί. εἰ δέ Κ΄γε τῶν ἐκ πλαγίου τύχῃ ἀναθρεψάμενος, τουτέστιν ἀδελφὸς καὶ ἀνεψιὸς, θεῖος καὶ ἐξάδελφος, λαμβανέτω τὸ τρίτον μέρος τῆς περιουσίας τοῦ τελευτήσαντος οὗτος, τὸ δὲ καταλιμπανόμενον ἡ μήτηρ κληρονομείτω· τοῦτο δὲ σημείωσαι, ὅταν οὐκ ὦσι παῖδες τῶν παίδων καὶ μὴ διάθηται ὁ παῖς ὁ τελευτήσας. εἰ·· δὲ τῆς ἐντελοῦς τύχωσιν ἡλικίας οἱ παῖδες καὶ βούλωνται διαθέσθαι, μὴ κωλυέσθωσαν διαθήκας ποιεῖν, καθὼς καὶ αὐτοῖς δίδωσιν ἄδειαν ὁ νόμος. Ὁ αὐτὸς εὐσεβής λέων βασιλεὺς στυλιανῷ τῷ ὑπερφυεστάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων περὶ· τῶν ἐπιγαμικῶν συμφωνιῶν. εἴτις τὴν ἑαυτοῦ γαμετὴν ἀποβάλῃ, παρακρατείτω τὰ ἑαυτοῦ, ἤτοι τὴν πρὸ γάμου δωρεάν. καὶ εἰ μὲν παῖδας ἔχει ἐξ αὐτοῦ τοῦ συνοικεσίου, ἐχέτω κατὰ δεσποτείαν ἐκ τῆς προικὸς κατὰ ἀναλογίαν ἑνὸς παιδὸς εἰς κλῆρον δηλονότι μὴ προδευτερογαμήσας ὁ τούτων γονεύς. Ἡ δευτέρα γυνὴ ἢ τὰ γεγραμμένα αὐτῇ λαμβάνει, ἢ μοῖραν ἑνὸς παιδὸς τῶν προγόνων αὐτῆς· τὸ δὲ χρέος πρῶτον ἀποδίδοται, καὶ οὕτως λαμβάνει ἡ γυνὴ ἢ τὰ γεγραμμένα ἢ καθὰς ἔλαβον οἱ παῖδες καὶ τὸ βρῶμα αὐτῆς ἕως ἐνιαυτοῦ.