JGR III 1.30Incerti Imperatoris ut consensu matrimonium solvi possit.
Abrir no leitor do IusCommune →0
pr.Ἐπειδὴ πολλοὺς τῶν ἐν τῷ βίῳ γάμῳ νομίμῳ συνεζευγμένων καὶ διαθέσει ἀγαθῇ ἐπὶ κοινωνίᾳ φύσεώς τε καὶ ζωῆς συνεληλυθότων καὶ πολὺν χρόνον ἢ καὶ ὀλίγον σὺν ἀλλήλοις ἐν μιᾷ γνώμῃ ὑπαρχόντων καὶ εἰς παιδοποιΐαν καὶ ἄλλην βίου πρόοδον προκοψάντων καὶ πλατυνθέντων, ὕστερον δὲ ὑπό τινος συντυχίας πονηρᾶς ἢ οἴκοθεν ἢ ἔξωθεν ἐπιγενομένης εἰς μῖσος καὶ ἔχθρας χωρήσαντας [εἴδομεν], καὶ, ὡς ὑπό τινος σπινθῆρος σμικροῦ πολλὴν φλόγα τοῦ μισανθρώπου δαίμονος ἐν αὐτοῖς ἀνάψαντος, [ἐπὶ τοσοῦτον τὴν πρὸς ἀλλήλους κραταιωθεῖσαν ἀπέχθειαν] ὡς, εἰ μὴ θᾶττον διαλυθεῖεν, καὶ πολυτρόπους ἑαυτοὺς κατεργάζωνται, θεσπίζομεν, ἐκ συναινέσεως τούτους - διαλύεσθαι, καὶ μηκέτι κατὰ τῶν οὕτω διαλυομένων μηδὲ ἀπειλήν τινα ποινῆς ἢ ἐπαγγελίαν κακοῦ καὶ τιμωρίαν ὑφίστασθαι, ὡς ἐπ᾿ ἀγαθῷ καὶ ἐπὶ συμφέροντι αὐτοῖς τε ἐκείνοις καὶ τῇ πολιτείᾳ ταύτης τῆς προφάσεως εὑρεθείσης. οὐδὲ γὰρ ἂν ποτε τὴν κατὰ συζυγίαν ζωὴν μετὰ τοσαύτης δουλείας καὶ τῆς εἰρηναίας ζωῆς ἀφηρημένης τῆς ἁπλῶς ζωῆς τῶν εὐφρο - νούντων τὶς προτιμήσαιτο.