JGR III 2.1Quod unumquemque, qui judicandi praerogativam acceperit, quemadmodum promulgatus a nobis legalium capitulorum delectus statuerit, dirimere controversias oporteat, quae vero in reprobatorum locum rejecta sunt, ut ex iis nulla dijudicetur litis ambiguitas.
ΔΙΑΤΑΞΙΣ α΄. Ὅτι χρὴ πάντα τὸν κρίνειν λαβόντα προνόμιον καθὼς ἡ ἐγκεκριμένη τῶν νομίμων κεφαλαίων ὑφ᾽ ἡμῶν ἐκλογὴ διατέτακται διαλύειν τὰ ἀμφίβολα, ἃ δὲ τῆς ἀποκρίτου τάξεως ἠξίωται, κατὰ ταῦτα μηδεμίαν διοικεῖσθαι δίκης
Abrir no leitor do IusCommune →0
pr.ἀμφιβολίαν. Ἐν ὀνόματι τοῦ πᾶσιν ἀνθρώποις νομοθετήσαντος τὰ σωτήρια χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν αὐτοκράτωρ καῖσαρ φλάβιος λέων εὐσεβὴς εὐτυχὴς ἔνδοξος νικητής τροπαιοῦχος ἀεισέβαστος αὔγουστος πιστὸς βασιλεὺς στυλιανῷ τῷ περιφανεστάτῳ οι μαγίστρῳ τῶν θείων ὀφφικίων ἡμῶν. Ὁ μὲν δὴ περιώνυμος ἐν βασιλεῦσιν ἰουστινιανὸς, ἀρίστης καὶ λυσιτελεστάτης τῇ πολιτείᾳ γνώμης γενόμενος, ὥσπερ τινὰ ὕλην λαβὼν τὰς ἐξ ἀρχῆς καὶ μέχρις ἐκείνου κατὰ διαφόρους χρόνους τῇ ῥωμαϊκῇ ἐπικρατείᾳ διατάξεις τεθεσπισμένας, οἰκείαις φροντίσιν καὶ πόνοις ἔργον ἀξιοθαύμαστον τὴν τῶν νόμων ὅλην σωματοποιΐαν εἰς εὐεργεσίαν τῶν ὑπηκόων ἐφιλοτι μήσατο κατασκευάσασθαι, καὶ εἴ τι μὲν ὑπεναντίον καὶ ἀνάρ-μοστον διεφαίνετο ἀνακαθάρας, δ᾽ ὧν δὲ τὴν εὐαρμοστίαν ἐμπολιτευομένην ἔγνω ταῦτα εἰς ἓν συνυφηνάμενος καὶ στοιχειώσας καὶ ὥσπερ εἰς στάθμην δίκης μίαν καταστησάμενος, ὑφ᾽᾿ ἧς τό τε δίκαιον καὶ τὸ μὴ τοιοῦτον ὂν διεκρίνετο. ἀλλὰ γὰρ ὡς ἔοικε πανταχοῦ κάλλιστον τὸ μηδὲν ἄγαν. καὶ γὰρ οὕτω καλῶς εἰς ἓν σῶμά τε ποιησάμενος τὴν καταμεμερισμένην τῶν νόμων ὑπόστασιν, καὶ τὰ ἐξ ὧν τὸ ἐναρμόνιον τῆς νομικῆς οἰκονομίας πολλάκις παρεκινεῖτο ἐξισωσάμενος, καὶ πρὸς μίαν συμφωνίαν ἐκ τοῦ πρὸς ἐκεῖνα μόνα τὴν πάντων ἀπευθύνεσθαι ψῆφον Η τοὺς δικάζοντας καταστήσας, καὶ ἀμάχως κρίνειν συμβιβάσας τῇ εἰρηναίᾳ καὶ ἀμάχῳ τῶν νομίμων κεφαλαίων καταστάσει, οὐ στέρξας ἐπὶ τούτοις, ἀλλὰ ἄμεινόν τι διανοηθεὶς τῇ πολιτείᾳ μετὰ ταῦτα χαρίζεσθαι, ἔλαθεν οἷς ὕστερον ἐνομοθέτησε καὶ τῷ πρώτῳ λυμηνάμενος ἔργῳ καὶ τὸ δεύτερον οὐκ ἐργασάμενος ἄμεμπτον, ἀντιλογίας καὶ ἔριδος ἐκ τῆς ὕστερον αὐτῷ πεπραγμένης ὑποθέσεως οὐκ ὀλίγης πρὸς τὴν προτέραν ἀνακεκινημένης. τῷ μὲν οὖν οἰκείῳ καμάτῳ οὕτως δ᾽ ἑαυτοῦ ὁ ἰουστινιανὸς ἐλωβήσατο. οὐ μὴν ἀλλὰ καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου τοῦ καιροῦ ἄρτι μὲν ὑπὸ νεωτέρων θεσπισμάτων ἄρτι δὲ ὑπὸ συνηθειῶν ἀθεσπίστων καὶ μόνην προβαλλομένων ἰσχὺν τὴν τῶν ὄχλων ἀρέσκειαν πολλῆς ἐπιγενομένης καινοτομίας, μικροῦ. τὰ τῶν νόμων συγκέχυται, καὶ ἄνω καὶ κάτω πεττευόμενα τὰ πράγματα φέρεται. διὰ τοῦτο, εἴπερ τι ἄλλο, καὶ τούτου ἡμῖν τῶν ἀναγκαιοτάτων εἰς τὸ προνοίας ἀντιλαμβανούσης τυχεῖν ΄ ἀξίου [φανέντος, τὴν τῶν νόμων] πραγματείαν, ἔτι δὲ καὶ τὰς εἰς τὴν τῶν πραγμάτων διοίκησιν παρελθούσας συνηθείας ἐπισκεψάμενοι, τῶν μὲν νόμων τὴν ἀντιλογίαν ἀπεσκευασάμεθα, πᾶν ἀντίπαλον καὶ πρὸς τὴν φέρουσαν ἀγωγὴν τῶν πραγμάτων ἀθέμιτον τῆς νομικῆς ἀξίας ἀποχειροτονήσαντες, τὰς δ'᾽ ὅσαι Η συνήθειαι οὐ φαύλως ἐδόκουν οὐδ᾽ ἐπιβλαβῶς ῥυθμίζειν τὰ πράγματα, ταύτας μηκέτι συνηθείας ἀλόγους εἶναι καταλιπόντες, ἀλλ᾽ εἰς ἐξουσίαν θεσπίσματος καταστήσαντες, ἐστὶ δ᾽ ὅπου καὶ πρὸς τὸ ἀπηνὲς καὶ ἀποτομώτερον ὁρῶντα τὸν νόμον καὶ ὥσπερ ἐξιστάμενον τῆς δίκης εἰς τὸ οἰκεῖον καὶ πρέπον συστείλαντες σχῆμα, καὶ τῇ ὀφειλομένῃ τοῖς νόμοις δικαιοσύνῃ. Τούτων οὖν ἡμῖν οὕτω διῳκημένων, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἔπειτα ἅπαντα χρόνον ἅπασιν εἰς οὓς ἀνήρτηται τὰ τῆς δίκης ζυγὰ, ἄρχουσι καὶ δικασταῖς, ἐντελλόμεθα, τοὺς μὲν ὅσοι νόμοι παρὰ τῆς βασιλείας ἡμῶν τοῦ νομίμου ἐδάφους τὴν ἀπαλλοτρίωσιν κατεψηφίσθησαν, τούτους ἀχρήστους ἡγουμένους ἐᾶν ἐῤῥίφθαι, κατὰ δὲ τοὺς λοιποὺς ἐγγράφους τούς τε ἀρχαίους καὶ τοὺς μικρῷ μὲν πρόσθεν παρὰ τοῦ ἀειμνήστου πατρὸς ν ἡμῶν, νῦν δὲ παρ᾽ ἡμῶν ἐγκεκριμένους ἢ τεθεσπισμένους ταῖς δίκαις βραβεύειν τὰς διαλύσεις, οὐδενὸς συγχωρουμένου ἔτι πρός τινα τῶν ὑπερορίων τῆς νομικῆς ἀξίας κεφαλαίων ἀπονεύειν, ἀλλ᾽ οὐδ᾽ εἰς συνήθειαν ἀποτρέχειν, ἥτις οὐχὶ παρὰ τοῦ ἡμε τέρου κράτους λαβοῦσα τὸ ἔκκριτον ἀντὶ τοῦ συνήθεια εἶναι καὶ λέγεσθαι πρὸς νόμου δόξαν καὶ τιμὴν ἀνηνέχθη.