JGR III 1.3Imp. Justini de iis qui in Mesopotamia et Osroëne et Euphratensi illicitas nuptias contraxerunt. (A.566.)
Abrir no leitor do IusCommune →0
pr.Περὶ τῶν ἐν ὀσροηνῇ καὶ μεσοποταμίᾳ γάμους ΄ ἀθεμίτους συναλλαξάντων. Ὁ αὐτὸς βασιλεὺς πέτρῳ κόμητι τοῦ θείου ταμείου. Τῇ τῶν νόμων ἀκριβείᾳ καὶ βασιλικὴν ἐγκαταμίξαι φιλανθρωπίαν ἔστιν ὅτε τῶν προσηκόντων καθέστηκε, καὶ μάλιστα· ἡνίκα τοὺς ὑπηκόους πολλῆς ζημίας τε καὶ βλάβης ἐξαιρεῖται τοῦτο πραττόμενον, ὁποῖον κατὰ τὸ παρὸν τῷ ἡμετέρῳ ποιεῖν ἔδοξε κράτει. τῷ γὰρ ἡμετέρῳ πατρί, μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ σωφροσύνης ἀντεχομένῳ πολλῆς, νόμος γέγραπται, τοὺς ἀθεμίτοις ὁμιλοῦντας γάμοις κολάζων τε καὶ ζημιῶν, καὶ πρὸς τὸ δέον ἐπανάγων ὡς μὴ τῆς φύσεως αὐτῆς ἐπιθυμεῖν ὑπερόρια. καὶ καλὸς ὁ νόμος καὶ σφόδρα ἡμῖν ἀρέσκων, ὥστε καὶ κύριον ἡγούμεθα τοῦτον καὶ κρατεῖν κελεύομεν πάντως. ἀλλὰ προσἤλθον ἡμῖν πολλοὶ ἐκ μεσοποταμίας τε καὶ ὀσροηνῆς καὶ εὐ| φρατησίας τῶν ἐπαρχιῶν (οὐ πολὺ δὲ τοὺς περσῶν ταύτας διεστάναι) διδάσκοντες, τινὰς μὲν ἀγνοίᾳ τοῦ νόμου, τινὰς δὲ νικηθέντας τῷ πάθει τῆς ἐπιθυμίας τῇ τῶν περσῶν ἐπιμίξει καὶ τῶν ἐπ᾿ αὐτοῖς σαρακηνῶν παρανόμοις συναφθῆναι γάμοις, ὥστε τούτων ἐνίοις παῖδάς τε καὶ ἐγγόνους γενέσθαι. ταύτην τε πρόφασίν τινας μὲν τῆς σφῶν αὐτῶν πλεονεξίας λαβόντας, Κ βραχύ τι καταβάλλειν καθ᾽ ἕκαστον ἔτος ἐπὶ τὴν τῆς σῆς | ἐνδοξότητος ἀρχὴν καὶ προστάξεις κομίζεσθαι ἀναζητεῖν τὰ τοιαῦτα καὶ ἐκδικεῖν βουλομένας· τοὺς δὲ ἐπιτετραμμένους ταῦτα ποιεῖν αἰσχροῦ κέρδους ἕνεκα συκοφαντίαις τοὺς πολλοὺς ἀδικεῖν, ἐπηρεάζειν καὶ πράγματα τοῖς ἀνευθύνοις παρέχειν.· καὶ τελευτησάντων πολλάκις τῶν ἀθεμίτως συναφθέντων ἀλλήλοις τοὺς ἐκείνων παῖδάς τε καὶ ἐγγόνους καὶ ἐπεγγόνους οὐδὲν ἡμαρτηκότας εἰσπράττειν δίκας, ὑπὲρ ὧν οἱ τούτων γονεῖς καὶ πρόγονοι συνῆλθον εἰς γάμον ἀλλήλοις. καὶ ταῦτα λέγοντες τῆς τοῦ ἡμετέρου κράτους ἠξίουν φιλανθρωπίας τυχεῖν.
1
pr.Ἡμεῖς τοίνυν τὰς τούτων δεήσεις προσιέμενοι θεσπίζομεν, μηδένα καθάπαξ ἐν ταῖς τρισὶν ἐπαρχίαις τῶν ἀθεμιτογαμίαις περιπεσόντων ἄχρι τῆς ἡμέρας, καθ᾽ ἣν ὁ θεὸς τὴν τῶν ῥωμαίων ἡμῖν ἐχαρίσατο βασιλείαν, πολυπραγμονεῖσθαι, ἢ διὰ τοῦτο δυσκολίαις τε καὶ ζημίαις ὑπάγεσθαι. τὸ γὰρ παρελθὸν ἄχρι τότε συγχωροῦμεν ex speciali beneficio, κἂν τὸ ἱερώτατον ἡμῶν ταμεῖον ζημιοῦται καὶ στερεῖται τῶν ἐκ τοῦ νόμου κατὰ ταύτην αὐτῷ διδομένων τὴν πρόφασιν. τοῦτο δὲ πράττομεν, οὐχ ὡς ἀμελοῦντες τῆς σωφροσύνης ἢ τοῦ περὶ ταύτης τεθέντος νόμου, ἀλλὰ τοῖς ἐπὶ μικροῖς ἐκλαμβάνουσιν ἐκ τοῦ φίσκου τὰ τοιαῦτα, βίους τε καὶ οὐσίας πολλῶν ἐν ταῖς εἰρημέναις ἐπαρχίαις διασείουσι καὶ κοινὰς ἀπεργαζομένοις συμφορὰς πᾶσαν πλεονεξίας ἀναιροῦντες πρόφασιν. ὅθεν τὸν νόμον κρατεῖν κελεύομεν καὶ τὰ διωρισμένα τούτῳ κατὰ τῶν ἀθεμιτογαμούντων ἐπιτίμια πανταχόσε τῆς ἡμετέρας πολιτείας, ἔν τε ταῖς μικρῷ πρόσθεν εἰρημέναις ἐπαρχίαις ἐξ ἀρχῆς τῆς ἡμετέρας βασιλείας. φιλανθρωπίας γὰρ ἅμα καὶ συγγνώμης ὑπὲρ τοῦ φθάσαντος ἐκείναις μεταδεδώκαμεν, ὡς τῶν ἐν αὐταῖς οἰκούντων πέρσαις πλησιαζόντων καὶ τοῖς ὑπ᾿ αὐτοὺς τελοῦσι βαρβάροις σαρακηνοῖς, καί τι καὶ παθόντων ἀνθρώπινον, καὶ μιμησαμένων ἐκείνους, καὶ τῶν τῆς φύσεως πρατῆσαι παθῶν οὐ δυνηθέντων. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα τύπου ἡ σὴ ἐνδοξότης καὶ ὁ κατὰ καιρὸν τῆς αὐτῆς ἡγησόμενος ἀρχῆς ἔργῳ καὶ πέρατι παραδοῦναι καὶ παραφυλάξαι σπευσάτω. Dat. Kal. Jan. Constant., Imp. DN. Justini PP. Aug. anno I.