JGR III 1.2Imp. Justini Lot Teen thy ut consensu matrimonium solvi possit. (A. 566.)
Ὥστε δύνασθαι κατὰ συναίνεσιν λύειν τὸν γάμον.
Abrir no leitor do IusCommune →0
pr.Γάμου σεμνότερον ἀνθρώποις οὐδέν ἐστιν, ἐξ οὗ παῖδες καὶ τῶν ἐφεξῆς γενῶν διαδοχαί, χωρίων τε καὶ πόλεων οἰκήσεις, καὶ πολιτείας ἀρίστης σύστασις. διὸ τοὺς γάμους εὐτυχεῖς εἶναι τοῖς συμβάλλουσιν οὕτως εὐχόμεθα, ὡς μή ποτε σκαιοῦ δαίμονος ἔργον τούτους γενέσθαι, μηδὲ τοὺς γήμαντας ἀπ᾿ ἀλλήλων χωρίζεσθαι δικαίαν τῆς τοῦ γάμου λύσεως οὐκ ἔχοντας πρόφασιν. ἀλλ᾽ ἐπειδήπερ δύσκολον· εἰς πάντας ἀνθρώπους τοῦτο φυλάττεσθαι (ἐν γὰρ πλήθει τοσούτῳ μὴ καί τινας παρεμπίπτειν ἀλόγους δυσμενείας τῶν ἀμηχάνων και θέστηκε), προσήκειν ἐνομίσαμεν τούτου ἐξευρεῖν τινα θεραπείαν, καὶ μάλιστα ἔνθα τὰ τῆς μικροψυχίας εἰς τοσοῦτον ἀρθείη, ὡς καὶ μῖσος ἀδιάλλακτον ἐγγενέσθαι τοῖς συνοικοῦσι. τὸ μὲν οὖν παλαιὸν ἐξῆν ἀκινδύνως τοὺς τοιούτους ἀπ᾿ ἀλλήλων χωρίζεσθαι, κατὰ κοινὴν γνώμην τε καὶ συναίνεσιν τοῦτο πράττοντας, ὥστε καὶ νόμους κεῖσθαι πολλοὺς τοῦτο λέγοντάς τε καὶ διορίζοντας, καὶ bona gratia τὴν οὕτω προϊοῦσαν λύσιν τῶν γάμων τῇ πατρίῳ καλοῦντας φωνῇ. ὕστερον δὲ τῷ τῆς θείας λήξεως γενομένῳ ἡμῶν πατρί, εὐσεβείᾳ τε καὶ σωφροσύνῃ τοὺς πώποτε βεβασιλευκότας ἅπαντας ὑπερβαλομένῳ, πρὸς τὴν ἑαυτοῦ χρηστήν τε καὶ βεβαίαν ἀποβλέψαντι προαίρεσιν, οὐ μὲν τῆς τῶν ἄλλων ταλαιπώρου τε καὶ μικροψύχου γνώμης στοχασαμένῳ, γέγραπταὶ νόμος, εἴργων κατὰ συναίνεσιν λύεσθαι τοὺς γάμους, ὃν ἠβουλόμεθα καὶ ἡμεῖς σφόδρα κρατεῖν καὶ μένειν ἐφ᾽ ἑαυτοῦ. πολλοὶ δὲ προσῆλθον ἡμῖν τὸν πρὸς ἀλλήλους γάμον μισοῦντές τε καὶ ἀποστρεφόμενοι, πολέμους τε καὶ μάχας οἴκοι διὰ τοῦτο γενομένους αἰτιώμενοι (τοῦτο ὅπερ λίαν ἐπώδυνον καὶ ἄλλως ἀνιαρὸν καθέστηκε), διαλύειν τε τοῦτον δεόμενοι, κἂν αἰτίας οὐκ εἶχον λέγειν, ἐξ ὧν ἀδεῶς ὁ νόμος ἐδίδου τοῦτο ποιεῖν αὐτοῖς. τὴν δὲ περὶ ταῦτα τούτων ἐπιθυμίαν τε καὶ σπουδὴν ἐπί τινα χρόνον ἀνεβαλλόμεθα, ποτὲ μὲν παραινοῦντες ποτὲ δὲ καὶ ἀπειλοῦντες παύσασθαι τοῦ κατ᾿ ἀλλήλων ἀλόγου μίσους, πρὸς ὁμόνοιάν τε χωρεῖν καὶ τῆς καλλίονος γίνεσθαι γνώμης. ἐπράττομεν δὲ πλέον οὐδὲν, ἐπεὶ δύσκολον διαλλάξαι τοὶς ἅπαξ ἀλογίστῳ πάθει τε καὶ μίσει κεκρατημένους. ἐνίους γὰρ τούτων συμβέβηκε καὶ πρὸς ἐπιβουλὰς χωρῆσαι κατ᾿ ἀλλήλων, δηλητηρίοις τε καί τισιν ἄλλοις εἰς θάνατον ἄγουσι χρήσασθαι, ὥστε μηδὲ παῖδας αὐτοῖς γενομένους πολλάκις ἰσχύειν εἰς μίαν καὶ τὴν αὐτὴν τούτους γνώμην συνάπτειν.
1
pr.Ταῦτα τοίνυν ἀλλότρια τῶν ἡμετέρων εἶναι κρίναντες χρόνων ἐπὶ τὸν παρόντα θεῖον εἴδομεν νόμον, δι οὗ θεσπίζομεν, ἐξεῖναι κατὰ τὸ παλαιὸν τὰς ἐκ συναινέσεως διαλύσεις ἐπὶ τῶν γάμων ποιεῖσθαι, κρατεῖν δὲ μηκέτι τὰς τεταγμένας ποινὰς τῇ διατάξει τοῦ ἡμετέρου πατρὸς ἐπὶ τῶν κατὰ συναί νεσιν τοὺς γάμους διαλυόντων. εἰ γὰρ ἀμοιβαδὸν ἡ διάθεσις τοὺς γάμους συνίστησιν, εἰκότως ἐναντία γνώμη τούτους κατὰ συναίνεσιν διαλύει τῶν ταύτην δηλούντων στελλομένων διαζυγίων. πρόδηλον δὲ, ὡς τὰ ἄλλα πάντα, ὁπόσα τοῖς νόμοις καὶ διαφερόντως ταῖς θείαις ἡμῶν διατάξεσι τοῦ ἡμετέρου πατρὸς διηγόρευται περί τε τῶν γάμων καὶ τῶν παίδων καὶ τῶν αἰτιῶν, ἐξ ὧν ἐπιτέτραπται διαλύειν τὸν γάμον, ἢ καὶ λόγου χωρὶς, οὐ κατὰ κοινὴν μέντοι γνώμην καθάπερ ὁ παρὼν ἡμῶν διατάττει θεσμὸς τοῦτο πραττόντων, καὶ τῶν διωρισμένων αὐταῖς ποινῶν κρατήσει καὶ ἐκ τοῦ παρόντος ἡμῶν νόμου καὶ διὰ πάντων ἕξει τὴν ἰδίαν ἰσχύν. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦ παρόντος θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης τῷ συνήθει τρόπῳ φανερὰ πᾶσι γενέσθαι προσταξάτω κατὰ τὴν βασιλίδα ταύτην πόλιν. Dat. XVIII. Kal. Octob. Chalcedone Imp. DN. Justini PP. Aug. ann. I. indict. XV.