IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio I

JGR III 1.27Imp. Irenae de testium juramento et aliis capitulis. (Inter 797-802.)

Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου Μουτ πνεύματος εἰρήνη πιστὸς βασιλεύς.

Abrir no leitor do IusCommune →

0

pr.᾿Αγαθῶν ἁπάντων χορηγὸν καὶ δοτῆρα καὶ αἴτιον τὸν ποιη - τὴν καὶ δεσπότην τῶν ὅλων θεὸν ἐπιστάμενοι, καὶ πιστεύοντες ἐν τῇ τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐκπληρώσει εὐοδοῦσθαι τὴν βασιλείαν ἡμῶν, καὶ ἐν ἀγαθοῖς προκόπτειν τὸν ἐμπιστευθέντα ἡμῖν χριστεπώνυμον λαὸν, αὐτόν τε ἐπικαλούμενοι συλλήπτορα καὶ βοηθὸν γενέσθαι ἐν πᾶσι τοῖς ὑπ᾽ αὐτοῦ ἡμῖν ἐγχειρισθεῖσι πράγμασι, τοὔνεκα περὶ τῆς τῶν ὅρκων ἐκκοπῆς κεφάλαιον ἀπάρξασθαι δεῖν ᾠήθημεν. πᾶσι τοίνυν τοῖς οὐκ ἀνεπιστήμοσι τῶν θείων γραφῶν ἀρίδηλον πέφυκεν, ὅτι σκιὰν ἔχων τῶν μελλόντων ἀγαθῶν οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων ὁ διὰ μωσέως ἐδόθη νόμος, διὰ τὸ ἀτελὲς καὶ νηπιῶδες τῶν δεξαμέμνων. οὐ γὰρ οἷοί τε ἦσαν αὐτὴν τὴν ἀλήθειαν ἄρτι ἀκουσθῆναι παρανοία οἱ τῇ παροικίᾳ τοῦ αἰῶνος τοῦδε προστετῆκότες. ἐπ ' ἐσχάτων ἱ δὲ τῶν ἡμερῶν αὐτὸς ὁ λόγος τοῦ θεοῦ καὶ θεὸς ἡμῶν παραγέγονεν εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν. πληρώσας οὖν τὸν δοθέντα πάλαι διὰ μωσέως νόμον καὶ φωτίσας πάντα τὰ ἔθνη Στῇ ἐπιγνώσει τῆς αὐτοῦ ἀληθείας, δέδωκεν ἡμῖν ὡς τελείοις κατεπίγνωσιν τῶν τελείων αὐτοῦ νόμων τῆς αὐτοῦ χάριτος. ἐν ὑποδείγματι δὲ ἐκ μέρους τὸ ὅλον ὑποφαίνοντες εὐαγγελικῶς φαμεν. ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ἡμῖν δὲ καὶ τὰς ἀρχὰς τῶν ἁμαρτημάτων ἐκκόπτειν παρακελευόμενος ὁ κύριός φησι, μήτε ὀργισθῆναι εἰκῆ· ἐκείνοις, οὐ μοιχεύσεις· ἡμῖν καὶ μήτε γυναικὶ ἐμβλέψαι πρὸς τὸ ἐπιθυμῆσαι· ἐκείνοις, οὐκ ἐπιορκήσεις· ἡμῖν δὲ, οὐδὲ τὸ ὀμόσαι᾽ ὅλως. περὶ οὗ ἡμῖν ἡ wenke viewe παροῦσα πραγματεία πεπόνηται, διὰ τοῦ ὅρκου τίκτεσθαι τὴν ἐπιορκίαν, ἥτις ἐστὶ θεοῦ ἄρνησις. συνήθεια δέ τις οὐ καλὴ Γι καὶ ἀρεστὴ κυρίῳ, εἰπεῖν δὲ μᾶλλον ὡς τὰ πολλὰ ἑβραϊκὴ ἕως τοῦ νῦν κεκράτηκε, τὰς στραγγαλιὰς τῶν φιλονεικιῶν δι ὅρκου λύεσθαι. τοῦ γὰρ σωτῆρος καὶ θεοῦ ἡμῶν ἰησοῦ χριστοῦ, τοῦ καὶ τὰ πάλαι νομοθετήσαντος, διαῤῥήδην φάσκοντος, ὡς εἴρηται, μὴ ὀμόσαι ὅλως· ἑπομένως δὲ βοῶντος τοῦ θείου ἀπο- στόλου ἰακώβου, πρὸ πάντων ἀδελφοί μου μὴ ὀμνύετε· ὡσαύτως δὲ καὶ τῶν ἐνδόξων καὶ μακαρίων ἡμῶν πατέρων ἀκολούθως καὶ συμφώνως παραδεδωκότων παντὸς ὅρκου ἀπέχεσθαι· ταύτῃ τῇ θείᾳ νομοθεσίᾳ τὸν αὐχένα τοῦ κράτους ἡμῶν ὑποκύπτομεν, καὶ τὴν παρὰ ταύτην κρατήσασαν παράνομον συνή - θειαν ἀποπεμπόμεθα, οὐκ εὔλογον οἰόμενοι μέσον τοῦ ἐμπιστευθέντος ἡμῖν χριστιανικωτάτου ποιμνίου τὸ τοῦ ὅρκου ἄγος ἐμπολιτεύεσθαι. εἰ γὰρ ὁ μεγαλοφωνότατος προφήτης βοᾷ, ἐξολεθρευθήσονται οἱ ποιοῦντες τὸν λαόν μου ἐν λόγοις ἁμαρτάνειν· πόσῳ γε μᾶλλον ἐν ὅρκῳ; ἐπεὶ καὶ αὐτὸς ὁ μωσῆς τοῖς ἀκριβῶς τὰς θείας ἐθέλουσι γραφὰς ἐρευνᾶν ἀναφανδὸν βοᾷ, ἀποτρέπων τὸν ὅρκον· οὐκ ὀμνεῖσθε, γάρ φησι, τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν ἐπὶ ματαίῳ. αἱ οὖν κόσμου τούτου στροφὰὶ καὶ τῶν πραγμάτων συμπλοκαὶ ἐπ᾿ ἀδίκῳ πάντως καὶ ματαίῳ εἰσὶ, κατὰ τὸν εἰπόντα σοφὸν σολομῶντα· τὰ πάντα ματαιότης. ἡμῖν δὲ, οἷς ἔπαθλα πρόκειται εὐαγγελικῶς πολιτευομένοις ἡ τῶν οὐρανῶν βασιλεία καὶ ἡ μετ᾿ ἀγγέλων διαγωγὴ, ὑψηλαὶ εἰκότως καὶ αἱ νομοθεσίαι. α. Δι ὃ θεσπίζομεν, πᾶσαν δίκην καὶ συμπλοκὴν διὰ το μαρτύρων λυομένην ἐγγράφως τε καὶ ἀγράφως, περατοῦσθαι 3ε ὡς ὑποτέτακται· ἐπὶ μὲν τῆς βασιλίδος ἡμῶν πόλεως μνηστείας, προικῷα, ἐμφυτευτικὰ, ἐμπερίγραφα παντοῖα, ἀναγραφὰς ὀρφανικῶν πραγμάτων, σύμφωνα ἐφ᾽ ἑκάστῳ πράγματι, διαλύσεις, δωρεάς, πράσεις, ἀγορασίας, δάνεια, παραθήκας, διαθήκας τε καὶ ἐλευθερίας, καὶ εἴ τι ἄλλο παρατυγχάνει τούτοις ἐοικὸς κεφάλαιον, προσκληθέντων ἑπτὰ ἢ πέντε (ἐπὶ δὲ διαθηκῶν καὶ ἐλευθεριῶν καὶ μόνων καὶ ἕως τῶν τριῶν) μαρτύρων ἀξιοπίστων, ἱερέων, ἀρχόντων, στρατευομένων, πολιτευομένων, εὐπορίαν ἢ ἐπιτήδευμα ἐχόντων, εὐσεβῶς δηλονότι καὶ ἐν εὐλαβείᾳ βιούντων, ἐπὶ αὐτῶν τά τε συναλλάγματα καὶ σύμφωνα παντοῖα καὶ τὰ ἔγγραφα προέρχεσθαι. καὶ εἰ μὲν δύναται ὁ Στὸ ἔγγραφον ποιῶν δι ἑαυτοῦ γράψαι, γραφέτω τὸ πᾶν, ὑπογραφόντων καὶ τῶν μαρτύρων· ἄνευ μέντοι τῶν προικῴων καὶ ἐμπεριγράφων παντοίων· ἐν ἐκείνοις γὰρ οἵ τε ταβουλάριοι καὶ οἱ νομικοὶ καὶ οἱ μάρτυρες κατὰ τὸ ἔθος γραφέτωσαν, τοιούτων ὑπογραφόντων μαρτύρων, οἵων προέφημεν. τούτων δὲ Νοὕτως πραττομένων, ὁσάκις ἂν φιλονεικία γένηται ἐξ οἱουδήποτε μέρους, προσάγεσθαι ' τοὺς μάρτυρας καὶ τὰ ἔγγραφα, καὶ ἐρωτᾶσθαι αὐτοὺς περὶ τῶν ἐγγράφων, εἰ ἀληθινά εἰσι. καὶ ἐὰν συμφωνήσωσι, μάρτυρα τὸν θεὸν ἐπικαλούμενοι, καὶ λέγοντες ἀληθινὰ εἶναι τὰ προκομισθέντα ἔγγραφα, ἀποπαύεσθαι τὴν Κδίκην, καὶ τὸ ἐγκείμενον τῷ προκομισθέντι ἐγγράφῳ πρόστιμον ἐν ζημιοῦσθαι τὸν τὴν ἀγωγὴν ποιησάμενον παρὰ τοῦ δικαστοῦ, καὶ παρέχεσθαι τῷ διαδίκῳ αὐτοῦ. εἰ δὲ μετὰ τελευτὴν τῶν ἐν τῷ προκομιζομένῳ χάρτη μαρτύρων ἡ ἀγωγὴ τῆς δίκης γένηται, καὶ οὕτως ἀποπαύεσθαι τὴν δίκην ἄνευ ζητήσεως. εἰ εὐδὲ ὁ τὸ ἔγγραφον ποιῆσαι ἀπαιτούμενος ἐν τοῖς προονομασθεῖσι κεφαλαίοις, ἀγράμματος ὑπάρχει ἢ ἐκ πάθους ἀδυνάτως ἔχει τοῦ γράφειν, προτάσσειν αὐτὸν τὸν τίμιον σταυρὸν καὶ τὰ λοιπὰ γράφεσθαι διὰ ταβουλαρίου ἢ νομικῶν ἢ ἑτέρων χειροχρήστων. καὶ εἰ μέν ἐστιν ἀναγκαῖον τὸ ὑπογράψαι τοὺς μάρτυρας, γενέ11σθω οὕτως· εἰ δὲ μήγε, διὰ τῆς σημειώσεως τῶν ὀνομάτων αὐτῶν φανεροῦσθαι αὐτούς.

2

pr.Καὶ τὰ μὲν ἐγγράφως πραττόμενα, γίνεσθαι οὕτως, προσκληθέντων (ὡς εἴρηται) ζ΄ ἢ ἐ μαρτύρων ἀξιοπίστων (ἐπὶ δὲ διαθηκῶν καὶ ἐλευθεριῶν καὶ μόνων καὶ ἕως τῶν τριῶν) ἐἐπὶ αὐτῶν τάς τε συναλλαγὰς καὶ σύμφωνα παντοῖα περατοῦσθαι. καὶ ὅταν συμβῇ φιλονεικίαν γενέσθαι παρ ' οἱουδήποτε μέρους, ἐπιζητεῖσθαι τοὺς εὑρεθέντας μάρτυρας· καὶ ἐὰν μὲν συμφωνήσωσι τῷ ἐνάγοντι, ἀνακρινόμενοι δὶς καὶ τρὶς παρὰ τῶν δικαστῶν, ποιείτωσαν ἔγγραφα ἐξ ἰδιοχείρου, καὶ τιθέτωσαν αὐτὰ ἐπ᾿ ἐκκλησίας. εἰ δὲ ἀγράμματοί εἰσι, ποιείτωσαν τοὺς τιμίους σταυροὺς, καὶ τὰ λοιπὰ γραφέτωσαν διὰ χειροχρήστων, περιέχοντα ἐπὶ λέξεως οὕτως· „ὁ δεῖνα καὶ ὁ δεῖνα, καὶ τὰ ἐπιτηδεύματα ἢ ἀξιώματα. μάρτυς κύριος ὁ θεὸς, καὶ ὁ ἱερὸς τόπος, ἐν ᾧ ἑστήκαμεν καὶ τὰ ἔγγραφα προσάγομεν. ἀλήθειαν ἐμαρτυρήσαμεν καὶ οὐκ ἐψευσάμεθα ἔν τινι· καὶ μετὰ ταύτης ἡμῶν τῆς μαρτυρίας παραστησόμεθα τῷ φοβερῷ βήματι χριστοῦ τοῦ θεοῦ ἡμῶν. ἀποδοθείη ἡμῖν τε καὶ τοῖς τέκνοις ἡμῶν καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι ἡ ἀντάμειψις (κατὰ τὴν μαρτυρίαν ἡμῶν. ἐὰν δὲ ποτε ἐν καιρῷ ἢ χρόνῳ ἀποδειχθῶμεν ψευδομάρτυρες, τὴν διὰ τῆς μαρτυρίας ἡμῶν γενομένην ζημίαν ἀποκαθιστᾶν ἡμᾶς τῷ ζημιωθέντι, καὶ εἶθ οὕτως ὑποκεῖσθαι ἡμᾶς τῇ τῶν ψευδομαρτύρων ποινῇ, κατὰ τὸ παροιμιακῶς γεγραμμένον· μάρτυς ἄδικος οὐκ ἀτιμώρητος ἔσται κακῶν. ἐὰν δὲ διαφωνήσωσιν οἱ μάρτυρες, ἢ καὶ τὰ ἑκάτερα μέρη προσάγωσι μάρτυρας, γενέσθω ἐκλογὴ τῶν μαρτύρων παρὰ τῷ δικάζοντι· καὶ οἵ τινες εἰσὶ πλείονες καὶ ἀξιοπιστότεροι, ποιείτωσαν (ὡς εἴρηται) ἰδιόχειρα, καὶ περατούσθω ἡ δίκη.

3

pr.Ταῦτα κρατείτωσαν καὶ ἐν ταῖς ἔξω πόλεσι καὶ ἐπαρχίαις· ἄνευ μέντοι τῶν ὁροθεσίων. ταύτας γὰρ τὰς φιλονεικίας θεσπίζομεν λύεσθαι βασταζομένων τῶν ἁγίων εὐαγγελίων ἢ καὶ τοῦ τιμίου σταυροῦ παρὰ τῶν διοριζόντων μαρτύρων, καθὼς καὶ ἕως τοῦ νῦν ἐκράτησεν ἡ συνήθεια, προδήλως μὴ ὀμνυόντων αὐτῶν, ποιούντων δὲ ἀσφαλῶς ἔγγραφα, ὡς προείρηται.