JGR III 1.28Imp. Irenae de quartis nuptiis et de ancillarum connubio. (Inter 797-802.)
Ὁ αὐτὸς βασιλεὺς περὶ τῶν ἀθεμίτως συνναπτομένων ἀπὸ τρίτου γάμου καὶ ἐπέκεινα, καὶ περὶ τῶν συναπτομένων ταῖς ἰδίαις δούλαις.
Abrir no leitor do IusCommune →0
pr.Εἴρηται τῷ θεόπτῃ μωυσῇ περὶ τῶν γεγραμμένων ἐν τῇ θείᾳ γραφῇ· ἐπ᾿ αὐτοῖς οὐκ ἔστι προσθεῖναι καὶ ἀπ᾿ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. τὰ οὖν προειρημένα ἐν τῷ β΄ τίτλῳ ὡς ἑπόμενα τῷ θείῳ ἀποστόλῳ παύλῳ περὶ τῶν γαμικῶς ἐν· θέσμως συναπτομένων, ἕως γὰρ δευτέρου συνοικεσίου μνήμην πεποίηνται καὶ περαιτέρου οὐδαμῶς ὡς παρανόμου καὶ κτηνώδους, ἤδης τὴν κύρωσιν ἔλαβεν. διὸ ὁρίζομεν παντὶ τρίτον συνοικέσιον καὶ ἐπέκεινα μὴ γίνεσθαι, ὡς ἀλλότρια τῆς θείας ἀποστολικῆς διατάξεως καὶ ξένα τῆς χριστιανικῆς ἀγχιστείας. μήτε μὴν τὰς οἰκετικὴν τύχην λαχούσας κόρας ἀποικίζεσθαι εἰς γαμικὴν γνησιότητα, ἢ καὶ ὀνομάζεσθαι αὐτὰς συζύγους, καὶ μάλιστα τοὺς ἐν ὑπεροχῇ καὶ ἀξίᾳ ὄντας. ἐὰν γὰρ πλημμελήσῃ τὶς ἀπὸ τοῦ παρόντος, παράνομον εἶναι τὸ συνοικέσιον, καὶ τοὺς τικτομένους ἐκ τῶν τοιούτων γάμων παῖδας νόθους τυγΤα χάνειν.