JGR III 1.26Impp. Leonis et Constantini de his qui filios suos ex sacro baptismate suscipiunt, et aliis capitulis. (Inter a. 776-780.)
Νομοθεσία νεαρὰ λέοντος βασιλέως κατὰ τὸν βάρδα.
Abrir no leitor do IusCommune →0
pr.Πᾶσαν σπουδὴν ἔχοντες ἀεὶ, ὥστε τὴν παρὰ τῆς ἄνω ῥοπῆς ἐγχειρισθεῖσαν ἡμῖν ῥωμαϊκὴν πολιτείαν ὀρθοφρόνως τῇ ὑπερθέῳ καὶ μακαρίᾳ τριάδι λατρεύουσαν καὶ κατὰ τὰς θεουργούς σείλιος αὐτῆς ἐντολὰς ἀναστρεφομένην ἐν εὐνομίᾳ ζῆν εἰρηναῖαν καὶ ἀστασίαστον, πάσῃ τῇ τοῦ βίου ῥαστώνῃ χαίρειν εἰπόντες ἐμμελῶς ταῖς φροντίσιν ἐπαγρυπνεῖν καὶ πάντα τὸν πόνον ἀναδεχθῆναι νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν προεθυμήθημεν, πεπειθότες ἐν τούτῳ μάλιστα κατευθύνεσθαι τὴν τῆς σωτηρίας ὁδὸν καὶ τὸν στέφος ἡμῖν δωρησάμενον μεγαλοκράτορα βασιλέα τὰ μέγιστα θεραπεύειν καὶ τῆς παρ᾽ αὐτοῦ ἀπολαύειν φιλανθρώπου κηδεμονίας. ἀμέλει τοίνυν καὶ νῦν τῆς συνήθους ἐχόμενοι φιλαγρύπνου ἐπιμελείας, πρᾶγμά τι σκαιὸν καὶ πάσης ἀναμέτρητον παρανομίας, ὥσπερ τὶ φθοροποιὸν καὶ λοιμῶδες νόσημα παρεισπεσὸν, ἐξαφανίσαι καὶ τῆς πολιτείας τῆς ἡμετέρας ποῤῥωτάτω ἀπελάσαι διενοήθημεν. ἀνόσιοι γάρ τινες καὶ παρανομίᾳ συζῶντες, οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναῖκες, τῆς θείας ἀλογήσαντες ἐντολῆς, ἀλλήλους ἀποστυγοῦντες τὰ συνοικέσια λύειν διενοήθησαν, οἱ μὲν ὑπό τε γυναίων ἀσέμνων καὶ τῆς τῶν ἡδονῶν οἰστρηλατούσης ἀκολασίας συνελαυνόμενοι, αἱ δὲ σκήψεις τινὰς οὐκ ἀπρεπεῖς κατὰ τὴν τῶν ἀνδρῶν προβαλλόμενοι κοίτην ὡς δῆθεν εἰς τὴν ἑαυτῶν εὐνὴν ἐξυβρισάντων, ἐπίνοιάν τινα ὡς δεινὴν καὶ κακότροπον ὑπ᾿ αὐτοῦ τοῦ σοφιστοῦ τῆς κακίας ἐμηχανήσαντο. τὰ σφέτερα γὰρ τέκνα ἐκ τοῦ τῆς παλιγγενεσίας λουτροῦ, τοῦ ἁγίου φαμὲν καὶ σωτηριώδους βαπτίσματος, | ἀνεδέξαντο, κἀκ τούτου πρὸς θέσμιτον ἦλθον διάζευξιν, τὴν ἐξ ἀμφοῖν θείᾳ χάριτι μίαν σάρκα γεγενημένην τολμηρῶς ἀποτεμόντες καὶ τὴν ἐπαινετὴν ἕνωσιν ἀτοπωτάτῃ λύσαντες διαιρέσει, καὶ ἀπωλείας μὲν αἴτιοι τῆς ἑαυτῶν φαντασθέντες, ἀπευκτὸν δὲ τῇ πολιτείᾳ γενόμενοι ἄκουσμα. ταύτην τοιγαροῦν τὴν παρανομίαν ἐνδίκως ἀνελεῖν βουληθέντες καὶ τὴν προσήκουσαν τῷ σφάλματι διόρθωσιν ἐπιτίθεσθαι σπεύσαντες, συμβούλῳ ἀγαθῷ τοῖς τοῦ θεοῦ χρησάμενοι δικαιώμασιν, - καὶ γὰρ μὴ χρῆναι ἄνδρα γυναικὸς διαζεύγνυσθαι παρεκτὸς λόγου πορνείας ἡ τῶν ἱερωτάτων λογίων κυριόλεκτος διαῤῥήδην 1ο ἐκδιδάσκει φωνὴ –, ἐπὶ τήνδε ἐλθεῖν τὴν εὐσεβῆ νομοθεσίαν τῶν ἀναγκαιοτάτων ἐκρίναμεν ποιεῖν, ὡρισμένην ἐντάξαι ταύτην δίκαιον ἡγησάμενοι, ὡς ἂν τὴν λοίμην τοῦ ἀῤῥωστήματος στήσαιμεν μὴ ποῤῥωτέρω προβῆναι. εἰ γὰρ μηδεμία μὲν τῇ ἀρετῇ παρέψεται τιμή τε καὶ εὔκλεια, ἀκόλαστα δὲ τὰ τῆς κακίας ἀφεθείη καὶ ἀδιόρθωτα, σπάνιος μὲν ἡ τῆς καλοκαγαθίας κτῆσις τοῖς ἀνθρώποις γενήσεται, εὐζήλωτον δὲ τῆς μοχθηρίας ἡ ἐξαπάτη φανήσεται.
1
pr.Θεσπίζομεν τοίνυν διὰ τοῦδε ἡμῶν τοῦ δικαιοτάτου καὶ πανευσεβοῦς τύπου, ὡς εἴ τις ἀπὸ τῆς δεῦρο τοιοῦτόν τι διαπράξαι τολμήσειεν καὶ τῷ ῥηθέντι κακίστῳ φωραθείη ἐγκλήματι, ἀνὴρ μὲν ὢν τὴν τε προῖκα, ἣν προσεδέξατο, καὶ ἣν ὑπέσχετο προγαμιαίαν δωρεὰν εἰς ὁλόκληρον παρὰ τῆς γυναῖκὸςα μίγLLE μεθοδεύσεται, τό τε λεῖπον μεταποιηθήσεται τοῦτον τὸν νοήσεται τρόπον, ὥστε τὰς μὲν ὀκτὼ οὐγκίας ἤτοι τὸ ἥμισυ ἕκτον κομίσασθαι τὸ τέκνον ἢ τὰ τέκνα ὅσαπερ ἂν εἶεν· καὶ εἰ μὲν ἡ τούτων μήτηρ σεμνὸν καὶ ἔνθεον αἱρουμένη βίον εὐλαβηθείη δευτέροις ὁμιλῆσαι γάμοις, τῆς τε θείας εὐμενείας παραπολαύσει, καὶ τὴν χρῆσιν ἕξει τῆς τοιαύτης ὑπάρξεως τὸν ἅπαντα τῆς ζωῆς αὐτῆς χρόνον, μετὰ δὲ τὴν αὐτῆς ἐκ τοῦδε τοῦ βίου ἄφιξιν ταύτης οἱ παῖδες μεριοῦνται ὡς πατρῷαν ἐξ ἰσότητος· εἰ δὲ παραφυλαττούσης αὐτῆς τὸν πένθιμον καιρὸν ἤτοι τὸν δωδεκαμηνιαῖον χρόνον δεήσει πρὸς δεύτερον ταύτην ἐλθεῖν συνοικέσιον, ἄδειαν γὰρ αὐτῇ ὁ παρὼν δίδωσιν νόμος ὡς ἠδικημένῃ περὶ τὴν εὐνὴν –, τὴν μὲν προῖκα τὴν ἑαυτῆς καὶ τὴν προγάμου λήψεται δωρεὰν καὶ πρὸς τὸν δεύτερον ἀπελεύσεται ἄνδρα, ἡ δὲ λοιπὴ ποσότης τῆς τοῦ προτέρου ἀνδρὸς περιουσίας, ἃς προέφημεν ὀκτὼ οὐγγίας, παρευθὺ τοῖς ἐκ τοῦ προτέρου συνοικεσίου παισὶν ἀπονεμηθήσεται. καὶ εἰ μὲν ὑπεισιν οὗτοι, ταύτης ἀπολαυέτωσαν, εἰ τεθνήξονται δὲ, ἡ τούτων κληρονομία εἰς τὴν μητέρα ἐπαναδραμεῖται, καὶ οὐδὲν τὸ παράπαν ἐξ αὐτῆς - ὁ ἀθέσμως τὸν γάμον διαλύσας λήψεται πατήρ. εἰ δέ γε προτελευτήσει ἡ μήτηρ, ἀλλήλοις παραπεμπέτωσαν τὴν κληρονομίαν οἱ παῖδες· εἰ δέ γε πάντες αὐτῶν τελευτήσωσιν καὶ ἔτι περίεστιν ὁ πατὴρ, ἡ τούτων κληρονομία εἰς τοὺς μητρώους αὐτῶν συγγενεῖς περιερχέσθω κατὰ τὴν ἔννομον τῶν βαθμῶν οἰκειότητα, καὶ μηδὲν ἐξ αὐτῆς μήτε ὁ πατὴρ μήτε οἱ τούτου συγγενεῖς κομιζέσθωσαν. εἰ δὲ καὶ πρὸ τῶν ἑαυτοῦ παίδων ἐτελεύτησεν ὁ πατὴρ, προαποιχομένης ὡς ἔφημεν δηλαδὴ τῆς αὐτῶν μητρὸς, καὶ κατόπιν τελευτήσωσιν ἅπαντες οἱ παῖδες, τηνικαῦτα αἱ τούτων ὑπάρξεις εἰς τοὺς ἑκατέρου μέρους συγγενεῖς παραπεμφθήσονται, τουτέστιν εἴς τε τοὺς πρὸς μητρὸς καὶ πρὸς πατρὸς κατὰ τὴν τῶν βαθμῶν ἐγγύτητα, ὡς προλέλεκται. τὸ μέντοι ὑπολελειμένον τετραούγκιον ἤτοι τὸ τρίτον μόριον τῆς ὑποστάσεως τοῦ τὸν γάμον διαλύσαντος ἀφεθήσεται αὐτῷ πρὸς χρῆσιν ψιλὴν, τῆς δεσποτείας προδήλως τοῖς ἐξ αὐτοῦ φυλαττομένης παισὶν, μὴ δυναμένου αὐτοῦ μηδὲ τὸ προλεχθὲν τρίτον μέρος, μήτε ἅπερ εἰς τὸ μέλλον προσκτήσεται, ἑτέροις καταλιμπάνειν κληρονόμοις καθ ' οἱονδήποτε λόγον τῶν ἑαυτοῦ περιόντων τέκνων, εἰ μήποτε εἰς ψυχικὴν αὐτοῦ σωτηρίαν συντεινούσας ἀφορμὰς παραπέμψαι βουληθείη. εἰ γὰρ προετελεύτησαν οἱ τούτου παῖδες, ἄδειαν ἐχέτω τὴν ἐγκαταλειφθεῖσαν αὐτῷ τοιαύτην ὕπαρξιν ὡς ἂν ἐθέλειε διοικεῖν, καὶ οὐδὲν ἐξ ἀδιαθέτου κωλυθήσονται τοῦτον κληρονομεῖν οἱ ἐγγίζοντες αὐτῷ κατὰ συγγένειαν. εἰ μὲν οὖν παῖδες ὑπάρχουσι, τοῦτον πρυτανευέσθω τὸν τρόπον ἡ αὐτοῦ περιουσία. εἰ δέ γε ἐν τῷ μεταξὺ χρόνῳ πρὶν ἢ τὸ τῆς ὑποθέσεως παρὰ κριταῖς· ζητηθῆναι καὶ τὴν προσήκουσαν ἔκβασιν δέξασθαι τετύχηκεν τελευτῆσαι τὸ τέκνον ἢ τὰ τέκνα καὶ ἄπαιδες τυγχάνουσιν, τότε πρὸς τῇ ἀποκαταστάσει τῆς προικὸς καὶ τῆς προγαμιαίας δωρεᾶς καὶ τὸ ἐξ ἀπαιδίας κάσσον δοθήσεται τῇ γυναικὶ, ὅπερ ἀπὸ τελευτῆς τοῦ ἀνδρὸς αὐτῇ ἐπωφείλετο, καὶ εἶθ᾽ οὕτως διαιρείσθω ἡ λοιπὴ αὐτοῦ ὕπαρξις κατὰ τὸν προϋφηγηθέντα σκοπόν, καὶ τὸ μὲν τρίτον μέρος λήψεται ὡς προέφημεν, τὸ δέ γε ἕτερον ἥμισυ ἕκτον τοῖς πενέσι διαδοθήσεται. πρὸς τούτοις δὲ τοῖς ἐγκεκριμένοις παραχρῆμα ἀπελασθήσεται ἑπταετεῖ ὑποβαλλόμενος ἐξορίᾳ, κωλυθήσεται δὲ εἰς δευτέρους ἀφικέσθαι γάμους μέχρις ἂν τὸ τοῦ θανάτου πέρας εἰσδέξεται τὸν ἐκ τοῦ παρόντος νόμου ἐπῃρμένον αὐτῷ· ὑφορώμενος κίνδυνον· εἰ γὰρ φανείη τοῦτο τετολμηκὼς, αὐτὸς μὲν διηνεκεῖ παραπεμπέσθω ἐξορίᾳ, παράνομος δὲ ὁ γάμος καὶ οὐδὲ γάμος ἔστω, ἀπρόσδεκτα δὲ τὰ ἐξ αὐτοῦ τυχὸν προβήσεσθαι μέλλοντα τέκνα, μηδεμιᾶς ἀπολαύοντα προνοίας ἐκ τῆς αὐτοῦ περιουσίας. καὶ ταῦτα μὲν, εἴπερ ἀνὴρ πέφυκεν ὁ τὴν ἀσχήμονα ταύτην μελετήσας τοῦ γάμου διάλυσιν. εἰ δὲ γυνὴ τυγχάνει, τὰς αὐτὰς κατὰ πάντα τῷ ἀνδρὶ ποινὰς ὑποστήσεται. ἀλλὰ ταῦτα μὲν εἴπερ εὔποροι εἶεν οἱ τὸ συνοικέσιον λύοντες τεθεσπίκαμεν· εἰ γὰρ ἀπορόν ἐστι τὸ πρόσωπον, ὃ τὴν ἄκοσμον ταύτην καινοτομίαν εἰργάσατο, ἀντὶ μὲν τῆς προκειμένης ζημίας σφοδρῶς αἰκισθῆναι κελεύομεν, καὶ ἐπὶ τοῖς λοιποῖς, ὡς ὁ παρὼν διαγορεύει νόμος, κατακριθήσεται.
2
pr.Καὶ ταῦτα μὲν ἡμῖν περὶ τῶν ἐκ τοῦ παναγίου βαπτίσματος τὰ ἑαυτῶν παρὰ νόμους δεξαμένων τέκνα νενομοθέτηται. ἐπειδὴ δέ τινες ἑτέροις διαφόροις τρόποις τὰ ἑαυτῶν διαλύσαντες συνοικέσια ἑτέροις αὖθις συνεκρότησαν γάμοις, ἀναγκαῖον ἡμῖν κατεφαίνετο, καὶ τὴν περὶ αὐτῶν σπουδαίως ποιήσασθαι ἐπιμέλειαν. οἱ μὲν γὰρ ἀπεχθῶς πρὸς ἀλλήλους διατεθέντες, καὶ προϊόντος τοῦ χρόνου τοῦ μίσους αὐξηθέντος, μηδεμιᾶς εὐλόγου παρεμπεσούσης προφάσεως καθ᾽ ἣν ἄνδρα ἀπὸ γυναικὸς χωρίζεσθαι οἱ εὐσεβεῖς διαγορεύουσι νόμοι, κακῇ συμφωνίᾳ τὸν ἑαυτῶν διέλυσαν γάμον, οὐ σωφροσύνης ἐρῶντες οὐδὲ καθαριότητι βίου χαίροντες, ἀλλὰ ἀκράτητον ἀκαθέκτοις ἐπιθυμίαις ἑαυτοὺς ἐφιέντες, καὶ τούτων ἔλεγχος ἀψευδὲς ἡ μετὰ τὴν διάζευξιν αὐτῶν ἀναστροφή· οἱ δὲ σκοπῷ εὐσεβείας κινηθέντες πρὸς τοῦτο ἀφίκοντο. καὶ εἰ μὲν ἄμφω μετὰ τὴν διαίρεσιν ἐν ἁγνείᾳ βιοῦντες διέλυσαν, οὐδὲν ἂν σκολιὸν οὐδὲ ἀχαρὲς ἐκ τῆς τοιαύτης διαλύσεως συμβαίνειν ἔμελλεν, ἀλλὰ ἐπαινετοὶ εἶεν τῆς καλῆς τε καὶ ἀγαθῆς προαιρέσεως, τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ τῶν ἐπικήρων τὰ μόνιμα καὶ διαρκή αι προελόμενοι· εἰ δὲ οὐχ οὕτως διετέθησαν, – ὁ μὲν γὰρ τυχὸν τῷ μοναστηρίῳ προσέδραμεν, ἡ δὲ μὴ τηρήσασα τὴν κοίτην ἄθικτον τῷ ἀνδρὶ ἑτέρῳ ἑαυτὴν κατηγγύησεν, ἢ ἐκείνη μὲν θεῷ δικαιοῦν ἀρέ- σιν nin καθιέρωται, ὁ δὲ αἴσχιστον διεξάγει βίον, σκον θεῷ ἡγησάμεθα, διὰ τοῦδε ἡμῶν τοῦ πανευσεβοῦς νόμου καὶ τὴν τούτου τυπῶσαι διόρθωσιν. ὁρίζομεν τοίνυν, ὥστε ἀπὸ τοῦ παρόντος μηδένα τῶν πρὸς γάμου συνάφειαν ἀφιγμένων καὶ τοῦτον συνέσει καθ ' οἱονδήποτε λόγον διαλυσάντων, εἴτε ἀνήρ ἐστιν εἴτε γυνὴ, ἀποπειρασθῆναι αὖθις εἰς ἕτερον ἐλθεῖν συνοικέσιον. ἀνόσιον γὰρ τοῦτο καὶ τοῦ χριστιανικωτάτου θεσμοῦ ἀλλότριον. „δέδεσαι γυναικὶ, μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικὸς, μὴ ζήτει γυναῖκα, καὶ αὖθις γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι, „ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἡ ἀποστολικὴ παρεγγυᾷ γραφή. οὗ χάριν πᾶσι τρόποις ἀπείργομεν τοὺς τοιούτους πρὸς ἑτέρους φοιτῆσαι γάμους, καὶ οἱ γε τοῦτον τολμηρῶς παραβαίνοντες τὸν νόμον καὶ μετὰ τὴν ἀλλήλων διάζευξιν ἕτερον ἁρμόσαι ἐπιχειροῦντες συνοικέσιον ταῖς πρεπούσαις ὑποβληθήσονται ποιναῖς. ὁ μὲν γὰρ τοιοῦτος παράνομος διαλυθήσεται γάμος καὶ ἀθέμιτα τὰ ἐξ αὐτοῦ προβάντα τέκνα λογισθήσονται, αὐτοὶ δὲ τῇ ἑπταετεῖ ἐξορίᾳ παραπεμφθήσονται, τὴν γ΄ μοῖραν τῆς ἑαυτῶν περιουσίας ἐν χρήσει μόνον κομιζόμενοι, τὴν δὲ κυριότητα τοῖς ἐκ νομίμων γάμων αὐτοῖς συντηροῦντες παισίν· εἰ γὰρ παῖδας οὐχ ἕξουσιν, ἢ εἶχον μὲν, ἐτελεύτησαν δὲ, ἄδειαν ἐχέτωσαν εἰς ἃ ἂν βουληθῶσι πρόσωπα ταύτην παραπέμπειν, εἰ μήπω τὶς ἕτερος νόμος ὁ κωλύων φανείη· ὑφεξῃρημένων δηλαδὴ τῆς τοιαύτης φιλοτιμίας τῶν ἀθέσμως αὐτοῖς ἑνωθέντων πρὸς γάμον καὶ τῶν ἐξ αὐτῶν παρανόμων τέκνων, ὡς προέφημεν. αἱ δὲ λοιπαὶ ἡ΄ οὐγγίαι ἤτοι τὸ δίμοιρον μέρος, εἰ μὲν γνησίους ἔχουσι παῖδας, τούτοις παρανεμηθήσονται· οἵτινες ζῶντες μὲν τῆς τοιαύτης ἀπολαυέτωσαν περιουσίας, τελευτῶντες δὲ εἰς τὸν ἄμεμπτον γονέα ταύτην παραπεμπέτωσαν, εἴπερ ἄρα ζῇ· εἰ δέ γε ἐτελεύτησεν, ἀλλήλων διαδεχέσθωσαν τὴν κληρονομίαν οἱ παῖδες, μηδὲν ἐξ αὐτῆς κερδαίνοντος τοῦ τῷ πταίσματι περιπεπτωκότος γονέως. μετὰ δὲ τὴν πάντων αὐτῶν ἀποβίωσιν εἰς τοὺς συγγενεῖς τοῦ ἀμέμπτου μέρους ἡ κληρονομία ἐλεύσεται. εἰ δὲ καὶ πρὸ τῶν παίδων τέθνηκεν ὁ τῷ σφάλματι περιπεπτωκώς γονεὺς, τότε τὴν αὐτὴν περιουσίαν οἱ ἐξ ἑκατέρων τῶν μερῶν γένους νόμιμοι κληρονόμοι μεριοῦνται. εἰ μὲν οὖν ἐκ θεμιτῶν γάμων παῖδας ἔχοιεν, τοῦτον τετυπῶσθαι τὸν τρόπον. εἰ δὲ ἄπαιδες ὄντες τυγχάνουσι, πιπρασκομένης τῆς τοιᾶσδε ὑπάρξεως εἰς πτωχικὴν χωρῆσαι διάδοσιν. εἰ δὲ μετὰ τὴν τῆς ἑπταετοῦς ἐξορίας συμπλήρωσιν μὴ σωφρονοῦντες αὖθις καθάπερ κύων ᾿ ἐπὶ τὸν ἴδιον ἐμετὸν ἐπανέλθωσιν ὥστε ἑτέρους συγκροτῆσαι γάμους, διηνεκῶς ἐξοριζέσθωσαν. καὶ περὶ μὲν τῶν κατὰ συναίρεσιν διαλυσάντων καὶ φανερῶς εἰς δεύτερα συνελθόντων συνοικέσια ταῦτα ἡμῖν τεθέσπισται. εἰ δέ γε μὴ φανερῶς καὶ ἀναισχύντως πρὸς γάμου κοινωνίαν ἐρχόμενοι, αἰσχρῶς δὲ καὶ ἀθέσμως φωραθῶσι βιοῦντες, πρὸς τὸ σφοδρῶς αὐτοὺς τυφθῆναι καὶ ἐπὶ πενταετίαν ἐξοριζέσθωσαν. εἰ δὲ μετὰ ταῦτα μὴ σωφρονισθῶσιν, ἀλλ᾽ αὖθις ἀκολασίᾳ ἑαυτοὺς ἐκδότους ποιήσωσιν, διαιρείσθω ἡ τοιούτων περιουσία καθόνπερ εἰρήκαμεν τρόπον, καὶ τὴν μὲν τρίτην μοῖραν κομιζόμενοι διηνεκεῖ παραπεμπέσθωσαν ἐξορίᾳ, ἡ δέ γε ἑτέρα τοῦ διμοίρου ποσότης τοῖς γνησίοις αὐτῶν παισὶ δοθήσεται, καὶ κατὰ τὸν προηγηθέντα σκοπὸν ἡ τούτων κληρονομία οἰκονομηθήσεται· εἰ δὲ ἄπαιδες ὦσιν, ἐνδεῶν καὶ πενήτων γενήσεται παρανάλωμα.
3
pr.Τοῖς παλαιοῖς δὲ νόμοις ἐξακολουθοῦντες ὁρίζομεν καὶ τοῦτο, ἵνα ἀπὸ τοῦ παρόντος κεκωλυμένοι εἰσὶν οἱ ἐκ τοῦ ἁγίου βαπτίσματος ἑνωθέντες ἀλλήλους λαμβάνειν, τουτέστιν ὁ ἀνάδοχος τὴν ἑαυτοῦ πνευματικὴν θυγατέρα καὶ τὴν ταύτης μητέρα, ὡσαύτως καὶ ὁ αὐτοῦ υἱός τε καὶ ἀδελφὸς τὴν αὐτοῦ τοῦ πατρὸς ἢ καὶ ἀδελφοῦ πνευματικὴν θυγατέρα καὶ τὴν αὐτῆς μητέρα. Λοιπὸν, ὡς προλέλεκται, παρεγγυώμεθα περὶ τούτου πᾶσιν ὑμῖν, ἵνα οἱ γονεῖς ἀπέχωνται τοῦ δέχεσθαι ἀπὸ τοῦ ἁγίου βαπτίσματος τὰ ἑαυτῶν ἔγγονα. οὐ γὰρ λείπουσιν ἕτεροι ἴδιοι συγγενεῖς ἢ καὶ φίλοι οἱ μὴ κωλυόμενοι τὰ αὐτῶν ἀναδέχεσθαι τέκνα, ὡς εἴρηται, ἐκ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος.