JGR III 1.25Imp. Heraclii de clericis conveniendis. (Α. 629.)
Νόμος βεβαιῶν τοῖς ὁσιωτάτοις ἐπισκόποις καὶ τοῖς θεοφιλεστάτοις κληρικοῖς καὶ μονάζουσι τὰ παρὰ τῶν προΠερ. βεβασιλευκότων αὐτοῖς δεδωρημένα προνόμια περὶ τοῦ πῶς δεῖ ἐνάγεσθαι χρηματικῶς τε καὶ ἐγκληματικῶς· προστιθεὶς ἐκ καινῆς, ὥστε μηδεμίαν πάροδον κατ᾿ αὐτῶν ἔχειν πολιτικοὺς ἢ στρατιωτικοὺς ἄρχοντας. Ἐν ὀνόματι τοῦ δεσπότου ἰησοῦ χριστοῦ τοῦ θεοῦ ἡμῶν ἡράκλειος καὶ ἡράκλειος νέος κωνσταντῖνος πιστοὶ ἐν χριστῷ βασιλεῖς σεργίῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ ταύτης τῆς εὐδαίμονος πόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.
Abrir no leitor do IusCommune →0
pr.Οὐχ ἁλουργὶς οὐκ αὐτεξούσια σκῆπτρα τὸ τῆς βασιλείας κοσμεῖν τοσοῦτον ἐπίστανται κράτος, ὡς πρᾶξις εὐσεβὴς τὸν ἔπαινον οἴκοθεν ἔχουσα. ἐκεῖνα μὲν γὰρ τοῖς κρατοῦσι προστιθέμενα τιμιωτέρους μόνους αὐτοὺς ἀποφαίνουσιν· αὕτη δὲ τοῖς οἰκείοις ἀγαθοῖς κοινὴν ἀπεργάζεται τὴν ὠφέλειαν. ἔνθεν ὁρμηθέντες πρὸς τιμὴν τῶν ἁπανταχοῦ γῆς ἁγιωτάτων ἐκκλησιῶν καὶ τῶν ἱερέων ἢ ἄλλως πως εὐλαβὲς περιβεβλημένων σχῆμα πρὸς τὸν παρόντα συνεωράκαμεν ἤδη νόμον, βαλβίδα τε καὶ ὡς ἄν τις φαίη θεμέλιόν τινα τῆς ἡμετέρας εὐσεβοῦς τοῦτον νομοθεσίας ποιήσασθαι καὶ δίκην ἀπαρχῆς προσαγαγεῖν τῷ δεσπότη καὶ σωτῆρι τῶν ὅλων θεῷ. πλεῖστοι γὰρ τῶν ἐν τῷ θεοφιλεῖ κλήρῳ ταύτης ἡμῶν τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως καὶ τῶν ἐν τοῖς εὐαγέσι μοναστηρίοις τὴν ἄσκησιν ποιουμένων, ἔτι δὲ καὶ διαφόρων πόλεων ὁσιώτατοι πρόεδροι, εὐλαβεῖς τε κληρικοὶ καὶ μοναχοὶ κατ᾿ αὐτὴν ἐνδημοῦντες, προσελθόντες ἐδίδαξαν ἡμᾶς, τινὰς τῶν ἡμετέρων εὐσεβῶν κατολιγωρήσαντας νόμων, ἢ πρὸς αὐτὴν ὑπευθύνους αὐτοὺς ἔχοντας τὴν ἀλήθειαν ἢ παραλόγως ἐργολαβεῖν πειρωμένους, πολιτικοῖς προχείρως ἢ καὶ στρατιωτικοῖς παραβάλλειν δικαστηρίοις, παρασκευάζειν τε μεθ᾽ ὅσων ἀγομένους τῶν ὕβρεων φρουραῖς ἀποτίθεσθαι καὶ τὰς αὐτοῖς δοκούσας ἴσως ὑπέχειν ποινάς· ἢ ὅτε φιλανθρωπότερα περὶ αὐτοὺς διανοεῖσθαι δοκιμάσοιεν, προσεδρείας ἱκανοδοσίαν εἰσπράττοντας καὶ πλείσταις ζημίαις αὐτοὺς περιβάλ λοντας· τῶν παρ᾽ οἷς ἐν εὐθύναις καθίστανται, κέρδους χάριν ἢ προσπαθείας τῶν ἐγχειρούντων αὐτοῖς ἐπηρεάζειν, προϊεμένων τὸ δίκαιον. καὶ ταῦτα διδάσκοντες ἐδέοντο τὰ κατ᾿ αὐτῶν οὕτω πλημμελουμένων τῆς προσηκούσης καὶ παρισταμένης ἡμῖν τυχεῖν διορθώσεως.
1
pr.Ἡμεῖς τοίνυν τὸ πρέπον κὰν τούτῳ τῇ σῇ μακαριότητι γέρας ἀπονέμοντες, λογισάμενοί τε τὴν ὑπὸ πάντων ἐκείνοις δικαίως ὀφειλομένην αἰδὼ, καὶ τῶν ἐπ᾿ αὐτοῖς πάλαι νενομοθετημένων τὰ μὲν ἐπὶ τούτου καταλιπόντες, τὰ δὲ πρὸς τὸ καλλίως· ἔχειν ἡμῖν δεδοκιμασμένα μεταρυθμίσαντες, θεσπίζομεν, τοὺς μὲν ἐν κλήρῳ καταλεγομένους τῆς θεοφυλάκτου καὶ βασιλίδος ἡμῶν πόλεως καὶ τοὺς ἐν αὐτῇ τὸν μονήρη βίον ἀναδεδεγμένους, ἧττον δὲ οὐδὲν καὶ τοὺς κατ᾿ αὐτὴν ἐνδημοῦντας ὁσιωτάτους προέδρους, ἔτι γε μὴν εὐλαβεῖς κληρικούς τε καὶ μοναχοὺς τῶν ἐπαρχιῶν καὶ πόλεων, ὧν αἱ διοικήσεις ὑπὸ τὸν ἀρχιερατικὸν τῆς σῆς μακαριότητος θρόνον τελοῦσι, χρηματικὰς παρ᾽ οὗτινοσοῦν τῶν πάντων ὑφισταμένους κινήσεις παρὰ μόνη τῇ σῇ μακαριότητι καὶ τοῖς ἐπὶ τούτῳ παρ᾽ αὐτῆς ὁριζομένοις τὰς ἀπολογίας ποιεῖσθαι, καθ᾽ ὧν ἔκκλητος παρακολουθοῦσα πρὸς τὴν σὴν ἀναδραμεῖται μακαριότητα· μήτε τῶν ὑπευθύνους αὐτοὺς ἔχειν οἰομένων τολμώντων αὐτοὺς εἰς πολιτικὸν ἢ στρατιωτικὸν δικαστήριον ἕλκειν, μήτε μὴν τῶν ταῖς τοιαύταις ἀρχαῖς ἐφεστώτων, εἴ τινας τοιαύτας τύχοιεν προσαγγελίας δεχόμενοι, θαῤῥούντων αὐτοὺς τούτου χάριν πρὸς ἑαυτοὺς ἀγαγεῖν· τῶν τοῖς εὐσεβέσιν ἡμῶν νόμοις διωρισμένων ἐπί τε ταῖς δικαστικαῖς ἀσφαλείαις, ἐπί τε τῷ μέτρῳ τῶν σπορτούλων αὐτοῖς φυλαττομένων ἀτρώτων.
2
pr.Εἰ δέ τινες ἑτέρας διοικήσεως ὁσιώτατοι πρόεδροι ἢ εὐλαβεῖς κληρικοὶ ἢ μοναχικὸν μεταδιώκοντες βίον, κατὰ τὴν ἡμῶν ἀφιγμένοι πανευδαίμονα πόλιν, παρ ' οὗτινοσοῦν τῶν πάντων χρηματικὰς ὑποσταῖεν ἐναγωγὰς, θεσπίζομεν καὶ τούτους εἴ γε βούλοιντο παρὰ μόνῃ τῇ σῇ μακαριότητι τὸν ὅμοιον ἀποκρίνεσθαι τρόπον, καὶ μηκέτι τὸ λοιπὸν (τοῦτο γὰρ τῆς προτέρας ἐπανορθούμεθα νομοθεσίας) παρὰ τοῖς ἐνδοξοτάτοις ἄκοντας ἀπολογεῖσθαι τῶν ἀνατολικῶν ἱερῶν πραιτωρίων ὑπάρχοις. εἰ δὲ ὡς εἰκὸς πρὸς τὴν τῆς σῆς μακαριότητος ἀκρόασιν ἥκιστα καταφύγοιεν, τηνικαῦτα κατὰ τοῦτο δὴ τὸ πάλαι νενομοθετημένον παρὰ τοῖς ἐνδοξοτάτοις τῶν ἀνατολικῶν ἱερῶν πραιτωρίων ὑπάρχοις ἢ παρ᾽ ᾧ δ᾽ ἂν ἑτέρῳ κελεύσωμεν ὑπαντᾶν καὶ τὰς ἀπολογίας τοῖς ἐγκαλοῦσι ποιεῖσθαι· φυλαττομένων δηλαδὴ καὶ τούτοις τῶν ἅπερ ἐπί τε ταῖς τῶν δικῶν ἢ ἀσφαλείαις, ἐπί τε τῇ συμμετρίᾳ τῶν σπορτούλων οἱ παλαιοὶ διορίζουσι νόμοι. τοῖς μέντοι διακονουμένοις ἐκκλησιαστικαῖς ἀποκρίσεσι καὶ τοῖς πρὸς πρεσβείαν ἐκκλησίας ἢ πόλεως ἢ προέδρου χειροτονίαν κατὰ ταύτην ἡμῶν ἀφιγμένοις τὴν θεοφύλακτον πόλιν, ἀκαινοτόμητα τὰ πάλαι περὶ αὐτῶν νενομοθετημένα φυλάττομεν. ἐφ᾽ ὧν δὲ θεμάτων ἐναγωγὰς ὑφίστασθαι τοὺς τοιούτους οἱ ἡμέτεροι διορίζουσι νόμοι, καὶ ἐπ᾿ αὐτοῖς τὴν εὐεργεσίαν τοῦ παρόντος ἐκτείνομεν νόμου.
3
pr.Οἱ δὲ τῶν ἐπαρχιῶν ὁσιώτατοι πρόεδροι, πρὸς δέ γε καὶ οἱ κατ᾿ αὐτὰς ἐν κλήρῳ καταλεγόμενοι καὶ οἱ τὴν ἄσκησιν ἐν αὐταῖς μετιόντες κἀκεῖσε διάγοντες, παρ᾽ ἐκείνοις ὧν ὑπὸ τὴν δικαιοδοσίαν καθεστᾶσι τὰς εὐθύνας ἐπὶ ταῖς χρηματικαῖς ὑφέξουσι δίκαις, τῆς ὁμοίας καὶ ἐπ᾿ αὐτοῖς φυλαττομένης παρατηρήσεως ἐπί τε τῇ τῶν σπορτούλων ποσότητι, ἐπί τε τῷ τρόπῳ τῶν δικαστικῶν ἀσφαλειῶν· τῆς κατὰ τῶν κριθησομένων ἐφέσεως, εἰ μὲν ἐπίσκοπος ὁ ψηφισάμενος εἴη, παρὰ τῷ τὸν μητροπολιτικὸν ἐκείνης τῆς ἐπαρχίας ἐπέχοντι θρόνον γυμναζομένης· εἰ δὲ μητροπολίτης ὁ δικάσας ἔσοιτο, παρὰ τῷ ἁγιωτάτῳ πατριάρχῃ τῆς αὐτοῦ διοικήσεως· πλὴν εἰ μὴ καθ᾽ ἡμετέραν κέλευσιν εἷς τὴν τῆς ὑποθέσεως παρειληφὼς ἀκρόασιν τύχοι. τοιούτου γάρ τινος παρεμπίπτοντος, τοὺς ἐπὶ τοῦτο κειμένους κρατεῖν βουλόμεθα νόμους.
4
pr.Αρχοντα δὲ ὅλως πολιτικὸν ἢ στρατιωτικὸν ἐπισκόπῳ δίκην παραπέμπειν ἢ τὴν αὐτοῦ κρίσιν ἀναψηλαφᾶν ἢ ἐκβιβασμῷ ταύτην παραδιδόναι, οὐδὲ κατὰ ταύτην ἡμῶν τὴν πανευδαίμονα πόλιν οὐδὲ καθ᾽ ἕτερόν τινα τόπον τῆς ἄνωθεν παρα δεδομένης ἡμῖν πολιτείας βουλόμεθα ἀπρεπὲς τοῦτο ἡγησάμενοι, καὶ τὸν παλαιὸν καὶ περὶ τοῦτο τὸ μέρος ἐπανορθούμεθα νόμον· τῶν κρινομένων ἐκβιβασμῷ, εἰ μὲν τὰ μέρη τοῖς διατυπουμένοις ἐφησυχάσωσι, προνοίᾳ τοῦ κρίνοντος ἐπαγομένων· εἰ δὲ τις ἔφεσις παρακολουθήσει, φροντίδι τοῦ τὴν δευτέραν ἐκφέροντος ψῆφον· προδήλως τῶν τοῖς ἡμετέροις διηγορευμένων νόμοις ἐπὶ τοῖς ἐναγωγὰς παρὰ κληρικῶν ὑφισταμένοις λαϊκοῖς τὴν ἰδίαν ἐχόντων ἰσχύν· τὸ δέ γε ἐστὶ τὸ χρῆναι τὸν ἄκτορα τὸν τοῦ ῥέου μεταδιώκειν φόρον. ε. Εἰ δὲ πρὸς ἐγκλήματα φέροιτο τὰ ἐνταῦθα ἐπαγόμενά τινι τῶν ἱερωμένων προσώπων, κἂν τῆς σῆς κἂν ἑτέρας εἴησαν διοικήσεως, παρὰ τῇ σῇ μακαριότητι καὶ μόνῃ καὶ τοῖς παρ αὐτῆς ὁριζομένοις τὴν τούτων ἐξέτασιν προϊέναι θεσπίζομεν, καὶ τῆς κατὰ τῶν τοιούτων προτιθεμένης κατηγορίας φανερᾶς γινομένης, ἢ συνομολογούντων πολλάκις ἐκείνων τὰ ἐφ᾽ οἷς κατηγοροῦνται ἢ νομίμως διελεγχομένων, τὴν καλῶς ἔχειν φαινομένην τῇ σῇ μακαριότητι τοῖς ἡμαρτῆσθαι δεικνυμένοις κατὰ τοὺς θείους κανόνας ἐπάγειν τομήν. εἰ δέ γε νομίσοι σφοδροτέρας ἐπεξελεύσεως ἄξιον καθεστᾶναι τὸν κρινόμενον, τηνικαῦτα τὸν τοιοῦτον παρὰ τῆς σῆς μακαριότητος τοῦ περικειμένου κελεύομεν γυμνοῦσθαι σχήματος καὶ τοῖς πολιτικοῖς ἄρχουσι παραδίδοσθαι τὰς τοῖς ἡμετέροις διωρισμένας νόμοις τιμωρίας ὑποστησόμενον. τῶν ὁμοίων καὶ ἐν ταῖς ἐπαρχίαις ἐπὶ ταῖς ἐγκληματικαῖς φυλαττομένων ζητήσεσιν, ὥστε τῶν προδηλουμένων ἕκαστον ὑπὸ κατηγορίαν γινόμενον παρ᾽ ἐκείνῳ τὰς εὐθύνας ὑπέχειν, ὑφ᾽ ὃν αὐτὸν τετάχθαι συμβαίνει, καὶ τὴν ἐπὶ τοῖς αὐτῷ πεπλημμελῆσθαι φαινομένοις ἐπεξέλευσιν κατὰ τὸν προαναφερόμενον ὑφίστασθαι τρόπον. τῶν ὑποθέσεων τῶν ἤδη ὡς εἰκὸς προοίμιον ἐν πολιτικοῖς ἢ στρατιωτικοῖς δικαστηρίοις ἐν γράμμασι δεξαμένων ἐνταῦθά τε καὶ κατὰ χώραν, κατὰ ὁσιωτάτων προέδρων ἢ θεοφιλῶν κληρικῶν τε καὶ μοναχῶν ἢ ἄλλως πως ἱερωμένων προσώπων, ἐκεῖσε πρὸς πέρας ἀγομένων· δηλαδὴ τῆς ἐκ τῆς ἐφέσεως τοῖς οἰομένοις ἠδικῆσθαι διὰ τῶν ἐκεῖσε ψηφισθησομένων οὐκ ἀναιρουμένης βοηθείας. 5΄. Τὸν γὰρ παρόντα θεῖον ἡμῶν νόμον ex Kalendis Aprilis τῆς ἐνεστώσης secundae ἐπινεμήσεως καὶ εἰς τὸν ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον κελεύομεν κρατεῖν, τῶν ἑτέρως πεφιλοτιμημένων προνομίων τῇ τε καθ᾽ ἡμᾶς ἁγιωτάτῃ ἐκκλησίᾳ καὶ ταῖς λοιπαῖς καὶ τοῖς ὁσιωτάτοις αὐτῶν προέδροις κληρικοῖς τε καὶ μοναχοῖς καὶ ἑτέρως πως ἱερωμένοις προσώποις τὴν ἰδίαν ἐχόντων ἰσχύν. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου ἡμῶν γενικοῦ δηλούμενα νόμου ἡ σὴ μακαριότης καὶ οἱ μετ᾿ αὐτὴν τοῦ κατ᾿ αὐτὴν προστησόμενοι θρόνου, καὶ οἱ τῶν πόλεων ὁσιώτατοι πρόεδροι, καὶ οἱ ταῖς πολιτικαῖς καὶ στρατιωτικαῖς ἐφεστῶτες ἀρχαῖς, καὶ οἱ τούτοις ὁπωσοῦν καθυπουργεῖν τεταγμένοι, ἔργῳ καὶ πέρατι παραδοῦναι καὶ παραφυλάξαι σπευσάτωσαν· τοῦ τὰ παρ᾽ ἡμῶν νενομοθετημένα παραβαίνοντος ἢ παραβαθῆναι συγχωροῦντος, εἰ μὲν τῶν ἱερέων τὶς εἴη, κίνησιν ἡμῶν ὑφορωμένου δικαίαν· εἰ δὲ πολιτικὴν ἢ στρατιωτικὴν αὐτὸν ἀρχὴν διανύειν συμβαίνει, πρὸς τῇ τῆς ἀρχῆς ἐκπτώσει καὶ ποινὴν viginti librarum auri ὑποστησομένου· εἰ δὲ τῶν τὴν ὑπουργίαν νεμόντων καθεστήκει, τὰς εἰς σῶμα ὑπομένοντος ποινάς. Divinitas te servet per multos annos sanctissime ac beatissime ένσκο pater 22. ἐγράφη καλάνδαις ἀπριλλίαις ιβ ', βασιλείας ἡρακλείου τοῦ εὐσεβεστάτου ἔτους ιθ΄, καὶ ἡρακλείου τοῦ νέου κωνστανακτος εξ. τίνου ἔτους ιζ΄.