JGR III 1.24Imp. Heraclii de clericis Constantinopolin venientibus sine jussu Patriarchae non recipiendis. (Inter 620-629.)
Περὶ τοῦ μὴ ἐξεῖναί τινα σχῆμα περιβεβλημένον ἱερατικὸν οἱουδήποτε βαθμοῦ ἢ τάγματος ὄντα ἐξ ἑτέρας πόλεως ἢ κώμης ἢ ἑτέρου τὸ σύνολον τόπου τῇ βασιλίδι ταύτῃ παραγινόμενον πόλει ἐν τινι τῶν αὐτῆς ἐκκλησιῶν ἢ τῆς ἐνορίας αὐτῆς χωρὶς δοκιμασίας καὶ ἐπιτάγματος τοῦ τὸν ἀποστολικὸν ταύτης διέποντος θρόνον οἰκουμενικοῦ πατριάρχου καταπέμπεσθαι ἢ διαρίων ἀξιοῦσθαι εἴτε ἐκ τῶν θείων οἴκων εἴτε ἐκ τοῦ εὐαγοῦς ὀρφανοτροφείου ἢ ξενώνων ἢ μοναστηρίων ἢ ἑτέρου τινὸς τοιούτου οἴκου· μήτε μὴν ἐν δύο ἐκκλησίαις κληρικὸν καθ ' οἱονδήποτε τάττεσθαι τρόπον. Ἐν ὀνόματι τοῦ δεσπότου ἰησοῦ χριστοῦ τοῦ θεοῦ ἡμῶν αὐτοκράτορες καίσαρες φλάβιοι ἡράκλειος καὶ ἡράκλειος νέος κωνσταντῖνος πιστοὶ ἐν χριστῷ αὐ-. γουστοι σεργίῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ οἰ- s JJ.R κουμενικῷ πατριάρχῃ οἰκείῳ πατρί.
Abrir no leitor do IusCommune →0
pr.Τὴν κοινὴν ἅπασιν εὐκοσμίαν τε καὶ κατάστασιν τῆς εὐ- δαίμονος ἡμῶν πολιτείας ἀξίως τοῦ ταύτης μεγέθους τηρεῖσθαί τε καὶ διασώζεσθαι διὰ σπουδῆς ποιούμενοι, διαφερόντως δὲ καὶ τὴν τῶν ἁγιωτάτων ἐκκλησιῶν τῆς εὐδαίμονος ταύτης πόλεως. καὶ τῶν ἐν αὐταῖς τὴν θείαν ἐκπληρούντων λειτουργίαν ἄμεμπτον εἶναι πανταχόθεν προσήκειν ἡγούμενοι, μηδενί τε τὰ θεῖα καὶ ἱερὰ παίζειν ἐγχειρεῖν ἐξεῖναι καὶ ταραχὴν καὶ σύγχυσιν γίνεσθαι τὰ πάντων σεμνότερα ἢ τὴν θείαν ὑπηρεσίαν ὑβρίζεσθαι, πολλῶν (οἷα εἰκὸς) ἐκ πάσης τῆς ὑφ᾽ ἥλιον κατ᾿ αὐτὴν γινομένων ὡς εἰς κοινὴν ἁπάντων πατρίδα τὴν βασιλίδα πόλιν, ἐν ᾗ τοσούτων ἁγιωτάτων ἐκκλησιῶν τε καὶ εὐκτηρίων οἴκων καὶ πρός γε εὐαγῶν ν μοναστηρίων ἐστὶ πλῆθος, ὧν ἡ σὴ προέστηκε μακαριότης· οὐκ ἀνεκτὸν ἡγούμεθα περιϊδεῖν βασιλικῆς τε καὶ ἡμετέρας καὶ τοῦτο προνοίας ἀξιῶσαι, εἰδότες καὶ τοὺς ἄλλους ἡμῶν προγόνους καὶ ἰουστινιανὸν τὸν τῆς θείας λήξεως μάλιστα ταῖς περὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως κατησφαλισμένον νομοθεσίαις, οὐ γ παρέργως τε καὶ πλέον τῶν ἄλλων ὡς εἰπεῖν τὰ περὶ τούτων πολυπραγμονήσαντα καὶ προσηκόντως ἐπανορθωσάμενον. ἐπεὶ τοίνυν μεμαθήκαμεν, πολλοὺς ἐκ διαφόρων ἐπαρχιῶν τε καὶ κωμῶν ἢ ἐμπορίων ἠγνοημένους μὲν καθάπαξ, εὐλαβὲς δὲ σχῆμα περιβεβλημένους καὶ μηδὲ (ὡς εἰκὸς) κληρικοὺς ὄντας ὅλως μηδὲ μὴν χειροτονίας ἀπό τινος ἱερέως οἷς ἔξεστι τετυχηκότας, ἐνίους δὲ τυχόντας μὲν, ἀλλ᾽ ἐπί τισι κανονικοῖς ἐπιτιμίοις ἐκδιωχθέντας ἐκ τῶν τόπων ἐν οἷς εἰσὶν ἢ καὶ τῆς λεγομένης ἀπολυτικῆς μὴ τυχόντας εἶτα ἐνταῦθα φοιτῶντας, συμπλαττομένους ἐξ οἱουδήποτε τάγματος ἱερατικοῦ ἢ βαθμοῦ εἶναι καὶ χρήμασιν ἢ προστασίαις ή τισιν ἑτέραις περιδρομαῖς ὑφαρπάζειν παρὰ τοὺς νόμους καὶ τοὺς θείους κανόνας κλῆρον ἢ τάγμα ἢ βαθμον ἢ ὑπουργίαν ἢ ἄλλο τὶ τῶν οὐ προσηκόντων αὐτοῖς· καὶ καταπέμπεσθαι ' ἐν οἱᾳδήποτε ἐκκλησίᾳ ἢ· εὐκτηρίῳ ταύτης τῆς ἐνδόξου πόλεως ἢ τῆς ἐνορίας αὐτῆς γνώμης χωρὶς καὶ ἐπιτροπῆς τῆς σῆς μακαριότητος· καὶ τὸ δὴ χείριστον, καὶ τὰς λεγομένας τῶν διαρίων κομίζεσθαι ῥόγας εἴτε διανομὰς, εἴτε ἐκ τοῦ εὐαγοῦς ὀρφανοτροφείου ἢ τῶν εὐαγῶν ξενώνων, ἢ εὐαγοῦς μοναστηρίου ἢ ἐκ τῶν θείων ἡμῶν οἴκων ἢ ἑτέρου προσώπου οἱουδήτινος ἢ ἄλλης οἱασοῦν διοικήσεως, ὅπερ οὐ μόνον εἰς ὕβριν καὶ καταφρόνησιν τῆς θείας φέρεται λειτουργίας καὶ μυσταγωγίας, ἀλλὰ καὶ εἰς τὸν πατριαρχικὸν θρόνον τῆς σῆς μακαριότητος, ὑφ᾽ ὃν τελοῦσι πάντες οἱ εὐαγεῖς τόποι τῆς βασιλίδος ταύτης πόλεως καὶ τῆς ταύτης ἐνορίας· καὶ τούτων δὲ χωρὶς, ὅπερ παντελῶς ἔξω τῶν ἱερῶν ἐστι κανόνων, πειρᾶσθαί τινας ἐν ἐκκλησίαις διαφόροις ἑαυτοὺς εἰσποεῖν, ἢ καὶ πολλάκις ὑπὸ τὸν ἐν χαλκηδόνι ὁσιώτατον πρόεδρον, ἐνίοτε δὲ καὶ ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐν αἷς ἡ σὴ μακαριότης τὴν τῶν διαρίων ἐπίδοσιν ποιεῖται, καὶ ἐν ἑτέραις ἢ ὑπὸ τοὺς ἐνδοξοτάτους τῶν θείων οἴκων κουράτωρας ή τινας ἑτέρους βασιλικοὺς ἢ εὐαγεῖς οἴκους τετάχθαι ἐπὶ δύο καὶ τριῶν ἐκκλησιῶν, καὶ τὸ πρᾶγμα συγχύσεως εἶναι μεστόν· εἶτα πολλάκις μετατίθεσθαι ἐξ οὗπερ ἐξαρχῆς ἀπεκληρώθησαν τόπου, δέον αὐτοὺς ἐν ᾗπερ ἔτυχεν ἕκαστος ἱερωμένος ἐκκλησίᾳ προσκαρτερεῖν κἀκεῖσε τὴν θείαν ἐκπληροῦν λειτουργίαν. α. Ὡς μὴ ταῦτα ἐπὶ πολὺ λανθάνοντα τὴν ἐκκλησιαστικὴν ἀνατρέπει κατάστασιν, δεῖν ἡγούμενοι τῆς προσηκούσης ἀξιωθῆναι προνοίας εἰς τιμὴν μάλιστα φερόμενα τοῦ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν θεοῦ, οὗ τινος ἐπώνυμος ἡ εὐδαίμων ἡμῶν ἐστι πολιτεία, ὃν ἡγούμεθα πάντως τῆς τοιαύτης μᾶλλον πρὸς τὸ βέλτιστον ἀναγομένης τάξεως εὐμενέστερον ἡμῖν ἔσεσθαι καὶ μείζονα τὴν οἰκείαν ἐφαπλῶσαι σύναρσίν τε καὶ βοήθειαν τοῖς πράγμασι τῆς εὐδαίμονος ἡμῶν πολιτείας, θεσπίζομεν, μηδένα ἐξ ἑτέρας πόλεως ἢ κώμης ἢ ἐμπορίου ἢ ἑτέρου τόπου ἐπιδημοῦντα κατὰ ταύτην τὴν βασιλίδα πόλιν ἱερατικὸν περιβεβλημένον σχῆμα, οἱουδήποτε βαθμοῦ ἢ τάγματος ἐπιθρυλλοῦντα τυγχάνειν ἐν οἱᾳδήποτε ἐκκλησίᾳ ἢ εὐκτηρίῳ, τοῦ λοιποῦ χωρὶς γνώμης τε καὶ ἐπιστάλματος τοῦ κατὰ καιρὸν προεστῶτος τῆς εὐδαίμονος ταύτης πόλεως πατριαρχικοῦ θρόνου ἐν οἱῳδήποτε εὐκτηρίῳ οἴκῳ ἢ ἐκκλησίᾳ τῆς ἐνδόξου ταύτης πόλεως ἢ τῆς αὐτῆς ἐνορίας κατατάττεσθαι, ἢ διαρίων ἀξιοῦσθαι εἴτε ἐκ τῶν θείων οἴκων εἴτε ἐκ τοῦ εὐαγοῦς ὀρφανοτροφείου ἢ τῶν εὐαγῶν ξενώνων ἢ εὐαγοῦς μοναστηρίου ἢ ἐξ ἑτέρου οἱουδήτινος προσώπου ἢ ἄλλης τοιαύτης διοικήσεως· ἀλλὰ γίνεσθαι τὸν τοιοῦτον ἢ παρὰ τῇ σῇ μακαριότητι ἢ παρὰ τῷ κατὰ καιρὸν μακαριωτάτῳ πατριάρχῃ, ἐκεῖνον δὲ ἐξετάζειν τὰ περὶ τῆς ποιότητος τοῦ προσώπου, καὶ οὕτως εἰ συνείδοι κατατάττεσθαι αὐτόν. μήτε δὲ κληρικόν τινα πρὸς τούτοις ταύτης τῆς εὐδαίμονος πόλεως ἢ τῆς ἐνορίας αὐτῆς οἱουδήποτε τάγματος ὄντα ἢ βαθμοῦ εἰς ἐκκλησίαν ἢ εὐκτήριον τόπον ἕτερον ἀπὸ τοῦ παρόντος μεταφέρεσθαι ἢ μετατάττεσθαι ἐπιστάλματος χωρὶς τῆς σῆς μακαριότητος· οὐδὲ μὴν ἐν δύο ἐκκλησίαις ἢ εὐκτηρίοις οἴκοις καθ᾽ οἱονδήποτε τρόπον τετάχθαι. τὸν δὲ ἀνασχόμενον δέξασθαι ἢ κατατάττειν ἢ μεταφέρειν ἢ καταπέμπειν ἄνευ γνώμης καὶ ἐπιτροπῆς τῆς σῆς μακαριότητος, ἢ καὶ ἀπὸ ἐκκλησίας εἰς ἐκκλησίαν μεταφέρειν, ἢ καὶ ἐν δύο ἐκκλησίαις τὸν αὐτὸν κατατάττειν, πέντε χρυσίου λιτρῶν ποινῇ ὑποκεῖσθαι, πρὸς τῷ καὶ ἄκυρον εἶναι καὶ πάντη ἀνίσχυρον τὸ παρ᾽ αὐτοῦ γεγονός. καὶ αὐτὸν δὲ τὸν ἐγχειροῦντα δεχθῆναι ἢ καταταγῆναι ἢ ἀπὸ ἐκκλησίας εἰς ἐκκλησίαν μετατεθῆναι ἢ ἐν δύο ἐκκλησίαις τετάχθαι μὴ μόνον ἐκπίπτειν τῆς οἰκείας ἐγχειρήσεως, ἀλλὰ καὶ τῆς λειτουργίας αὐτῆς ἔξω καθίστασθαι ἐπὶ τρεῖς ἐνιαυτοὺς καὶ τῶν εἰθισμένων δίδοσθαι παρὰ τῆς κατ᾿ αὐτὸν ἐκκλησίας διαρίων, καὶ πρόσγε κανονικοῖς ἐπιτιμίοις ὑποβαλλόμενον, δοκιμαζούσης ταῦτα τῆς σῆς μακαριότητος. καὶ αὐτοὺς δὲ τοὺς συλλειτουργεῖν αἱρουμένους ἢ δέξασθαι τὸν παρὰ γνώμην τῆς σῆς μακαριότητος καταπεμπόμενον ἐπιτιμίοις ὁμοίως ὑποβάλ λεσθαι, οἷς ἂν ἡ σὴ δοκιμάσῃ μακαριότης. Παραφυλαττόντων διηνεκῶς τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα πραγματικοῦ τύπου τῆς σῆς μακαριότητος καὶ τῶν μετ᾿ αὐτὴν τὸν τῆς εὐδαίμονος ταύτης πόλεως πατριαρχικὸν παραλαμβανόντων θρόνον, καὶ τῶν προεστώτων τῶν θείων ἡμῶν οἴκων ἐνδοξοτάτων ἀνδρῶν, τοῦ τε κατὰ καιρὸν προεστῶτος τοῦ κατὰ τὴν ἔνδοξον πόλιν κατὰ ζωτικὸν εὐαγοῦς ὀρφανοτροφείου καὶ τοῦ κατὰ σαμψὼν εὐαγοῦς ξενῶνος καὶ τῶν ἄλλων τῶν τὰς τοιαύτας προβολὰς ποιουμένων· φανερὰ τούτοις τὰ παρ᾽ ἡμῶν ἐπ᾿ εὐταξίᾳ τῶν ἁγιωτάτων ἐκκλησιῶν θεσπισθέντα καθιστώσης τῆς σῆς μακαριότητος.