JGR III 1.23Imp. Heraclii ~ de numer numero clericorum magnae ecclesiae. (A. 619.)
Ὁ αὐτὸς βασιλεὺς σεργίῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.
Abrir no leitor do IusCommune →0
pr.Καὶ τὰ καλῶς τοῖς ἀνθρώποις πολλάκις ἐπινενοῆσθαι δοΤκοῦντα περιστάσεις τινὲς ἴσως ἐπιγινόμεναι πρὸς ἀλλοιοτέραν μεταγίνεσθαι παρασκευάζουσι τάξιν. ὁποῖον δὴ καὶ νῦν συμβὰν ἐπὶ τὴν παροῦσαν ἡμᾶς ἰδεῖν προέτρεψε κέλευσιν. τῶν γὰρ ἐν ἡ τῷ κλήρῳ τῆς ἁγίας τοῦ θεοῦ μεγάλης ἐκκλησίας τῆς· ἐν ταύτῃ τῇ βασιλίδι πόλει τελούντων ἑωρακότων οὐ μετρίως τὰ αὐτῆς βαρεῖσθαι πράγματα, πολλῶν παρενοχλούντων τῇ ὑμῶν ἁγιωσύνῃ, ὥστε διάφορα πρόσωπα κατατάττειν ἐν αὐτῷ τῷ κλήρῳ καὶ ἐν τοῖς εὐκτηρίοις οἴκοις τῆς παναγίας μητρὸς τοῦ δεσπότου ὦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ τοῦ θεοῦ τῷ ἐν βλαχέρναις καὶ τοῖς οὐρβικίου προσαγορευομένοις, ὡς ἐντεῦθεν εἰς πλῆθος ἐκταθῆναι τὴν ἐπιδιδομένην αὐτοῖς τῶν διαρίων ποσότητα, εἶτα αἰτούντων καί τινα τῶν ἐκκλησιαστικῶν ὀφφικίων ἑτέρους ἐγχειρίζεσθαι, ἐξ ὧν οὐκ ὀλίγη τοῖς τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας πράγμασιν ὠφέλεια προσεγένετο, καὶ τοῦτο πραττόμενον ἀξιωσάντων διορθώσεως τυχεῖν· ἔγνωμεν ἀρέσαι τῇ τε ὑμετέρᾳ ἁγιωσύνῃ καὶ τοῖς ὑπὸ τὸν εἰρημένον κλῆρον τελοῦσιν, ὥστε ῥητῶν προσώπων ἀριθμῷ περιστῆσαι τῶν λεχθέντων εὐαγῶν οἴκων τοὺς κληρικοὺς καὶ τοὺς τὰ τῆς ἐκκλησιαστικῆς λει* τουργίας ὀφφίκια μετερχομένους, ἑτέρου μηδενὸς δυναμένου ἐν τοῖς εἰρημένοις κατατάττεσθαι κληρικοῖς ἢ διὰ τῶν ἐκκλησιαστικῶν παρεῖναι φροντισμάτων, πρὶν ἂν ἐνίων τῶν ἐν αὐτοῖς τεταγμένων διαπιπτόντων εἰς τὸν συνδόξαντα πᾶσιν ὑμῖνο ήρωα ἀριθμὸν ἢ οἱ κληρικοὶ τῶν εἰρημένων εὐαγῶν οἴκων ἢ τὰ τῆς ἐκκλησίας φροντίσματα περιστῶσι. τῶν οὕτω τοίνυν δοξάντων ὑμῖν εἰς τὰς ἡμετέρας ἐλθόντων ἀκοὰς, καὶ αἰτήσεως προσ - αχθείσης ἡμῖν, ὥστε δ᾽ ἡμετέρου πραγματικοῦ τύπου τὰ καλῶς παρ᾽ ὑμῶν δοκιμασθέντα βεβαιωθῆναι, εἰκότως ἡμεῖς τὰ λυσιτελοῦντα τῇ αὐτῇ ἁγιωτάτῃ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ μεριμνῶντες ἀεὶ καὶ διανοούμενοι, τὴν ὑμετέραν ἔργῳ παραδεδώκαμεν αἴτησιν τὸν εἰρημένον πραγματικὸν τύπον τῇ καθ᾽ ὑμᾶς ἁγιω - τάτῃ ἐκκλησίᾳ φιλοτιμησάμενοι, ἄδειαν ὑμῖν δι αὐτοῦ δεδω-κότες, ὥστε τὸν ὠφελείας προφανεῖς τοῖς τῆς ἐκκλησίας περιποιοῦντα πράγμασιν, ἢ διὰ δωρεᾶς ἢ διὰ συνθήκης ἢ διὰ τελευταίας βουλῆς ἢ ἑτέρας ἐπινοίας, τὴν διδομένην αὐτῷ χάριν ὑπερβαινούσας, καὶ πρὶν τοὺς εἰρημένους κληρικοὺς εἰς τὸν συνδόξαντα ἀριθμὸν περιστῆναι ἢ τοὺς τῶν ἐκκλησιαστικῶν ὀφφικίων διοικητὰς, ἀκωλύτως τοῦ ἰδίου ἐντὸς γίνεσθαι σκοποῦ, τῆς τῶν ἱερῶν δηλονότι κανόνων φυλαττομένης τάξεως, εἴτε αὐτὸς ὁ τοῦτο πράττων βουληθείη ἢ ἐν ἑνὶ τῶν προλεγομένων κληρικῶν· ταγῆναι ἢ ἐκκλησιαστικὸν ὀφφίκιον πιστευ - θῆναι, εἴτε ἑτέρῳ συνίδοι ταύτην προσώπῳ περιποιῆσαι τὴν τάξιν. ταῦτα τοίνυν τοῦ λεχθέντος πραγματικοῦ περιέχοντος τύπου, ἀνήγαγεν ἡμῖν ἐπὶ τοῦ παρόντος ἡ ὑμῶν ἁγιωσύνη, διάφορα μὲν βουληθῆναι πρόσωπα τῶν εἰρημένων ἀξιωθῆναι κλήρων ἢ ἐκκλησιαστικοῦ ὀφφικίου ἐπιλαβέσθαι ἢ καὶ ἑτέρῳ τινὶὶς τοιοῦτό τι περιποιῆσαι, δεδιέναι δὲ, μήπως ὕστερον πραγμάτων τινὲς αὐτῶν πειρασθῶσιν, ἐπιζητούμενοι, τί πράξαντες ἐπὶ τῇ τῶν ἐκκλησιαστικῶν πραγμάτων ὠφελείᾳ τὸν οἰκεῖον σκοπὸν ἀνεπλήρωσαν, δυσχεροῦς οὔσης αὐτοῖς μετὰ χρόνου παραδρομὴν τῆς τοιαύτης ἀποδείξεως· ἄλλους δὲ μὴ θέλειν γινώσκεσθαι - τὰ πρὸς αὐτοὺς καὶ τὸ μέρος τῆς ἐκκλησίας πραττόμενα· ὡς ἐντεῦθεν ἀναστέλλεσθαί τινας ἐκεῖνα πράττειν, ἅπερ εἰς λυσιτέλειαν τῶν αὐτῆς πραγμάτων ὁρᾷ.
1
pr.Ὥστε οὖν μὴ διὰ τὴν πρόφασιν ταύτην τὸ πρῴην εἰς ὠφέλειαν αὐτῆς ἐπινοηθὲν βλάβης αἴτιον αὐτῇ καταστῆναι, γινώσκοντες ἡμεῖς πάντων πλέον τὴν ἁγιωσύνην τὴν σὴν τὰ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ λυσιτελοῦντα μεριμνᾶν τε καὶ πράττειν, fiduciam ei praestamus, τὸν εἰρημένον μηδαμῶς τύπον εὐλαβουμένῃ καὶ χωρὶς τῆς δι αὐτοῦ δηλουμένης παρατηρήσεως, τὰ ἐπὶ τοῖς εἰρημένοις δύο κεφαλαίοις διοικεῖν, ἀποβλεπούση (καθὰ σύνηθές ζἐστιν αὐτῇ) πρὸς αὐτὸν τὸν θεὸν, τὸν πάντων μὲν τῶν εὐαγῶν οἴκων ἔφορον, κατεξαίρετον δὲ τῆς ἐν αὐτῇ τῇ βασιλίδι ταύτῃ πόλει ἁγίας τοῦ θεοῦ μεγάλης ἐκκλησίας, ἐξ ἧς ἀνένδοτοι καὶ τηλικαῦται τὸ μεγέθος περὶ τὰς εὐσεβεῖς πράξεις προΐασι χορηγίαι. θαῤῥοῦμεν γὰρ, ὅτι καὶ μόνη καθ ' ἑαυτὴν ἡ ὑμῶν ἡ ἁγιωσύνη τῶν ἀναφερομένων αὐτῇ κεφαλαίων ἕκαστον βασανίζουσα ἐκεῖνα ἔχει καὶ περὶ τὴν προκειμένην ὑπόθεσιν βουλεύσασθαί τε καὶ πράττειν, ὅσα δύναται τοῖς ἐκκλησιαστικοῖς πράγμασι προσάγειν ὠφέλειαν, εἴτε προφανῆ εἴτε καὶ λανθάνειν ὀφείλουσαν τοὺς πολλούς. Legi. Dat. VIII Kaland. Maias CP. dominorum nostrorum piissimorum perp. Augg. Heraclii anno VIIII, et Heraclii novi Čonstantini filii ipsius anno VII.