IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio I

JGR III 1.22Imp. Heraclii de numero clericorum magnae ecclesiae. (Α. 612.)

Περὶ τοῦ ὡρισμένον εἶναι τὸν ἀριθμὸν τῶν κληρικῶν τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας κωνσταντινουπόλεως καὶ τῆς ἁγίας θεοτόκου ἐν βλαχέρναις τιμωμένης, ἔτι μὴν καὶ τῶν ἐν τοῖς ὀφφικίοις ἐξυπηρετουμένων τῇ τε εἰρημένῃ μεγάλῃ ἐκκλησίᾳ καὶ τῷ ἁγιωτάτῳ πατριάρχη. Ἐν ὀνόματι τοῦ δεσπότου ἰησοῦ χριστοῦ τοῦ θεοῦ ἡμῶν αὐτοκράτωρ καῖσαρ φλάβιος ἡράκλειος πιστὸς ἐν ᾽χριστῷ ἡμερότατος μέγιστος εὐεργέτης εἰρηνικὸς ἀλαμανικὸς γοτθικὸς φραγγικὸς γερμανικὸς ἀντικὸς ἀλανικὸς οὐανδαλικὸς ἀφρικανὸς ἐρουλικὸς γηπεδικὸς εὐσεβὴς εὐτυχὴς ἔνδοξος νικητής τρο· παιοῦχος ἀεισέβαστος αὔγουστος σεργίῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ ταύτης τῆς

Abrir no leitor do IusCommune →

0

pr.εὐδαίμονος πόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ. Καὶ τοῖς ἄλλοις κατάλληλον καὶ ἁρμοδίαν ἐπάγεσθαι τάξιν· χρήσιμόν τι καὶ ἐπαινούμενον, οἷα τῆς ἀμετρίας· ἐπιθολούσης ἀεὶ καὶ τὰ καλῶς εἶναί τε καὶ κρατεῖν ὀφείλοντα ταραττούσης τε καὶ διαλυούσης, εἰς ἀπρεπῆ τε φερούσης σύγχυσιν, καὶ διαφερόντως τὴν ἱερὰν κατάστασιν, ἣν ἐπὶ σεμνότητι καὶ εὐταξίᾳ συνεστῶσάν τε καὶ ἐξ ἀρχῆς ἐκ θείας ἐξευρημένην προνοίας ἔξω τοῦ καθεστῶτος εἶναι οὐκ ἀσύμφορον μόνον ἀλλὰ καὶ σφόδρα παράλογον. οὐκοῦν εἰκότως καὶ τὰ νῦν δοκιμασθέντα παρὰ τῆς σῆς μακαριότητος, ὀρθῶς τῆς τε ἀκολούθου τάξεως ἐστοχασμένης καὶ τῶν πραγμάτων αὐτῶν καὶ σχεδόν που πρὸς τὸ περιφανὲς τῆς ἀμωμήτου πίστεως ἡμῶν φερομένης, οὐκ ἀπὸ τρόπου προσιέμεθα, ἐπεὶ καὶ ὁ πάντα σοφῶς καὶ καλὰ λίαν καταστήσας μέτρῳ τινὶ τὰ ὄντα παραγαγεῖν εὐδόκησεν, ὡς μηδὲ· ἓν ἐνδεῖν τι τούτοις μηδὲ προσθήκην ἑτέραν ἐπιδέχεσθαι. ἀνήγαγε γὰρ ἡμῖν, τοὺς ἐν τῷ κλήρῳ τῆς κατ᾿ αὐτὸν ἁγιωτάτης μεγάλης ἐκκλησίας ἀναφερομένους, ὁρῶντας εἰς πολλὴν ἐξελθεῖν ἀμετρίαν τὸν τῶν εὐλαβῶν πρεσβυτέρων καὶ τῶν ἄλλων τῶν ἐν διαφόροις βαθμοῖς θεοφιλῶν κληρικῶν ἀριθμόν, ὥστε τῶν μὲν πρεσβυτέρων τὰς συνθρόνους στενοχωρεῖσθαι καθέδρας, ὥστε πολλάκις τινὰς καὶ πλείστους τῶν ἱερατεύειν ἐθελησάντων ὑπὸ τῶν πρὸ αὐτῶν ἐξωθουμένους ἐρυθρῶντας ἀπίεναι· καὶ τὴν στάσιν δὲ τῶν εὐλαβῶν διακόνων ὁμοίως τοῖς πλείοσιν οὐκ ἀρκεῖν· εἶτα δὲ καὶ λογιζομένους τὰ πράγματα τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας ἐπιδόσεσιν ὑπερβαλλούσαις πεφορτισμένα, μυρίαις μὲν διὰ τὴν ὥρας ἑκάστης γινομένην εὐσεβῆ χορηγίαν, ἑτέραις δὲ πάλιν ἐξ ἀπαραιτήτων συνθηκῶν καὶ διαθηκῶν ἄλλων τε καὶ διαφόρων αἰτιῶν προϊούσαις· ἐν γράμμασιν αὐτοὺς καὶ γραμμάτων χωρὶς δεηθῆναι τῆς σῆς μακαριότητος, ταύτην περιστεῖλαι τὴν ἄδειαν· αὐτήν τε τοῖς πράγμασι τῆς ἁγιωτάτης ἐκκλησίας εὑροῦσαν οὐ μετρίαν τοῦτο συνεισάγειν βοήθειαν, εὐκοσμίαν τε μείζονα καὶ εὐταξίαν τῷ κλήρῳ προσγίνεσθαι, τὴν καλῶς ἔχειν αὐτῇ δόξασαν διατύπωσιν ποιήσασθαι, οὔτε τὸν ἰουστινιανοῦ τοῦ τῆς εὐσεβοῦς λήξεως νόμον ἐκ χρόνων τινῶν διὰ τῆς ἐναντίας τῶν πραγμάτων σχολάσαντα χρήσεως, οὔτε τὸ ποσὸν τῶν νῦν ὄντων θεοφιλῶν [κληρικῶν] εἰς τὸν ἔπειτα χρόνον μεταδιώκουσαν. τέως μὲν γὰρ διατυπῶσαι, τοὺς ἐν ἑκάστῳ τάγματι τελοῦντας κατὰ τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν, ὁπόσους αὐτοὺς εἶναι συμβέβηκε, μένειν ἐφ᾿ ἧς ὑπάρχωσι νῦν τῶν προσώπων ποσότητος, μηδενὸς αὐτοῖς ὡς ἔτυχεν ἑτέρου προστιθεμένου, ἕως ἂν προκόπτοντος τοῦ χρόνου τὸν μὲν κατάλογον τῶν θεοφιλῶν πρεσβυτέρων εἰς π΄, τῶν δὲ δια - Κα κόνων ἀῤῥένων μὲν εἰς ρν, θηλειῶν δὲ διακονισσῶν εἰς μ΄, καὶ τῶν ὑποδιακόνων εἰς ο΄, καὶ τῶν ἀναγνωστῶν εἰς ρξ, ψαλτῶν δὲ εἰς κέ, καὶ πυλωρῶν εἰς οἱ ἐξ οἱασοῦν περιστῆναι συμβαίη προφάσεως· μηδενὸς ἑτέρου πλὴν τῶν ἐν ἑκάστῳ τάγματι λεγομένων πριμμικηρίων τῶν μετὰ τὴν τεταγμένην τριετίαν τοῦ μείζονος ἀξιουμένων τούτοις ἐγκαταλεγομένου, πρὶν ἂν τὸ ῥηθὲν ἐλλείψοι μέτρον καθάπερ εἰκός ἐστιν ἐλαττούμενον. τηνικαῦτα γὰρ ἀκωλύτως αὐτοῖς ἀντεισάγεσθαι τοσοῦτον, ὅσον τὸ μνημονευθὲν μέτρον ἀναπληροῖ προστιθέμενον, καὶ τούτου πλέον οὐδέν· οὐδενὸς καθ ' οἱονδήποτε τρόπον προστιθεμένου, εἰ μή που τὶς δ᾽ ὑπερβάλλουσαν αὔξησιν τοῖς πράγμασι περιγενομένην τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας δι ὧν αὐτῇ προσνέμει πραγμάτων ἐν δωρεαῖς ἢ διαθήκαις μετὰ τῆς τῶν ἱερῶν κανόνων παρατηρήσεώς τινι τῶν προδηλουμένων συναριθμηθῇ ταγμάτων ἢ ἐφ᾽ ἑτέρῳ προσώπῳ τοῦτο γίνεσθαι παρασκευάσει. τούτου γὰρ προϊόντος, διά τε τὴν εὐσεβῆ πρόθεσιν καὶ τὸ τῆς ὠφελείας μέγεθος ἐφικτὸν εἶναι τὸ τεταγμένον πλεονάζεσθαι μέτρον· καὶ τούτου δὲ οὕτως ἔχοντος, καὶ τοῦ ἀριθμοῦ τῶν προσώπων ἔτι πλεονάζοντος, εἴ τις τοιαύτη γένηται πρόφασις, τὴν προσθήκην ἐπισχεῖν οὐκ ἀναγκαῖον ἡγήσασθαι. καὶ τῶν λεγομένων ι δὲ ἐπιταγμάτων οὐκ εἰς εὔθετον χωρησάντων τὸ πλῆθος, δεῖν ἡγήσασθαι καὶ τοῦτο μηδαμῶς καταλιπεῖν ἀδιόρθωτον, τὴν κοινὴν τῶν εὐλαβῶν κληρικῶν γνώμην οὐχ ἧττον τῆς σῆς μακαριότητος εἰς τοῦτο συντρέχουσαν ἐπισταμένης. ὅθεν καὶ τῶν ἐν τοῖς αὐτοῖς ἐπιτάγμασι προσώπων ἐφ᾽ οὗπερ εἰσὶν ἀριθμοῦ μενόντων, ἕτερον μὲν αὐτοῖς ἐξ οὐδεμιᾶς ἀφορμῆς ἢ ἐπινοίας προσγίνεσθαι διατυπῶσαι· τοῦ χρόνου δὲ προϊόντος ἐπειδὰν συμβαίη τοὺς ἐν ἑκάστῃ τάξει τὴν εὖ ἔχουσαν ταὐτὸν δὲ φάναι, τοὺς μὲν θεοἀπολαβεῖν συμμετρίαν, φιλεῖς συγκέλλους εἰς δύο τὸν ἀριθμὸν περιστῆναι, καγκελα ρίους δὲ εἰς ιβ΄, ἐκδίκους δὲ εἰς ί, ῥεφερενδαρίους δὲ εἰς ιβ΄, Για νοταρίους δὲ εἰς μ΄, σκευοφύλακας δὲ, πρεσβυτέρους μὲν δ, διακόνους δὲ ς ', ἀναγνώστας δὲ δύο, – τρόποις ἅπασιν ἐπὶ τῆς αὐτῆς ποσότητος διατελεῖν, μηδενὸς αὐτοῖς καθ ' οἱονδήποτε προστιθεμένου τρόπον· πρόδηλον ὂν, ὡς τούτου κατὰ τὸ εἰκὸς μ ' ἐν τοῖς εἰρημένοις ἐπιτάγμασιν· ἐνδέοντος τοῦ μέτρου, τὰ πρὸς μόνην ἑκάστου τούτων ἀναπλήρωσιν ἀκωλύτως ἀντεισαχθήσεται πρόσωπα. καὶ περὶ τοῦ ἐν βλαχέρναις δὲ σεβασμίου οἴκου τῆς ἀχράντου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου μαρίας ὁμοίως συνιδεῖν καὶ ἐπ᾿ ἐκείνῳ τὰ παραπλήσια διατυπῶσαι· § ὥστε τοῖς νῦν οὖσι κατὰ τὸν εἰρημένον ἔνδοξον οἶκον τῶν κληρικῶν τάγμασι μηδεμίαν ἐπεισάγεσθαι προσθήκην· τῶν δὲ πρεσβυτέρων εἰς ιβ΄, καὶ διακόνων ἀῤῥένων μὲν εἰς ιή, θηλειῶν δὲ διακονισσῶν εἰς ς΄, ὑποδιακόνων εἰς ἡ΄, ἀναγνωστῶν εἰς κ΄, ψαλτῶν εἰς δ΄, πυλωρῶν εἰς ς ' τῷ χρόνῳ συντελουμένων, ἐν· ἐκείνῳ λοιπὸν τῷ μέτρῳ μένειν τε καὶ διατελεῖν. ἐνδέοντος δὲ τούτου καθ ' οἱανδήποτε πρόφασιν, (μόνης κἀκείνοις ἐπιτετραμμένης διὰ τὸ μεῖζον ὄφελος τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας ἐπαυξήσεως,) τηνικαῦτα τὴν προσθήκην γίνεσθαι. ᾔτησέ τε ἡμᾶς ἡ σὴ μακαριότης, θείῳ πραγματικῷ τύπῳ τὰ οὕτω καλῶς τε καὶ θεοφιλῶς δοκιμασθέντα παρ᾽ αὐτῆς βέβαια καταστῆναι.

1

pr.Ἐπειδὴ τοίνυν ' πρόδηλόν ἐστιν, ὡς οἱ τὰ τοιαῦτα θηρώμενοι οὐ ζήλῳ θείῳ, τοῦ δὲ πλείονος ὀρεγόμενοι ἐπεισπηδῶσι, καὶ πλειόνων εὐκτηρίων ὄντων κατὰ ταύτην τὴν βασιλίδα πόλιν, τὰ ἱερὰ καταπράττειν ἀξιοῦντες μόνου κέρδους· ἀφορμὴν καὶ πρόφασιν τὴν εἰς τὸ θεῖον λειτουργίαν καὶ ὑπηρεσίαν ποιεῖσθαι σπουδάζουσι· θεσπίζομεν, τὰ καλῶς τε καὶ ἐπωφελῶς πρός τε τὸ τῆς ὀρθῆς ἡμῶν πίστεως περιφανὲς καὶ τὴν εὐκοσμίαν τῆς κατὰ τὴν μακαριότητα τὴν σὴν ἁγιωτάτης μεγάλης ἐκκλησίας δοκιμασθέντα τε καὶ ψηφισθέντα τὸ βέβαιον· καὶ ἀῤῥαγὲς ἐπὶ πάντας τοὺς ἐφεξῆς χρόνους καὶ ἐκ τῶν παρουσῶν θείων ἡμῶν συλλαβῶν ἔχειν· καὶ πρὶν ἂν τοὺς μὲν πρεσβυτέρους εἰς π΄, διακόνους δὲ εἰς ρν, θηλείας δὲ διακονίσσας εἰς μ΄, ὑποδιακόνους εἰς ο΄, ἀναγνώστας εἰς ρξ΄, ψάλτας εἰς κέ, πυλωροὺς εἰς οἱ περιστῆναι τὸν ἀριθμὸν, πλὴν μόνων τῶν κατὰ καιρὸν πριμμικηρίων μηδένα τούτοις μηδαμῶς μηδὲ ἐντάττεσθαι μηδὲ χειροτονίαν γίνεσθαι, χωρὶς μεγάλης τινὸς ἀντεισαγωγῆς ἐκ διαθηκῶν ἢ δωρεῶν τοῦτο καταναγκαζούσης προελθεῖν, ἐπεὶ καὶ τοῦτο πρὸς τὸ χρήσιμον τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας ὁρᾷ. τοὺς δέ γε ἐν διαφόροις ὀφφικίοις ἢ τοῖς λεγομένοις ἐπιτάγμασι τελοῦντας θεσπίζομεν πρὸς τὰ παρὰ τῆς σῆς τυπωθέντα μακαριότητος τέως ἐφ᾽ οὗ νῦν εἰσὶ μένειν ἀριθμοῦ· ἐπειδὰν δὲ συμβαίη περιστῆναι τοὺς μὲν συγκέλλους εἰς δύο, καγκελαρίους δὲ εἰς ιβ΄, νοταρίους εἰς μ΄, σκευοφύλακας εἰς μὲν πρεσβυτέρους δ΄, εἰς δὲ διακόνους ἓξ, ἀναγνώστας β΄, ἐπὶ τούτου διαμένειν τοῦ μέτρου, μηδενὸς αὐτοῖς προστιθεμένου καθάπαξ πρὶν ἂν καὶ τοῦτο καθάπερ εἰκὸς ἐλλείψει τὸ μέτρον καὶ τῆς ἀναπληρούσης δεηθῇ προσθήκης· τηνικαῦται γὰρ ἐξεῖναι τὸ ἐλλιπὲς ἀντεισάγεσθαι. β. Ὥσπερ οὖν καὶ τοὺς ἐν τῷ σεπτῷ ναῷ τῆς ἁγίας ἐνδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου μαρίας ἐν βλαχέρναις τὴν θείαν πληροῦντας λειτουργίαν κατὰ τὰ παρὰ τῆς σῆς καλῶς ὁρισθέντα μακαριότητος δεήσει μένειν μὲν ἐφ᾽ ἧς καθεστᾶσι ποσότητος, μηδένα δὲ ταύτῃ παντελῶς ἐπεισάγεσθαι, πρὶν τοὺς μὲν πρεσβυτέρους εἰς ιβ΄, καὶ διακόνους ἄῤῥενας μὲν εἰς ιή΄, θηλείας δὲ διακονίσσας εἰς ς΄, ὑποδιακόνους εἰς ἡ΄, ἀναγνώστας εἰς κ΄, ψάλτας εἰς δ΄, πυλωροὺς δὲ εἰς ς ' περιενεχθῆναι συμβαίη. ἐφ᾽ ἑκάστῳ δὲ τάγματι τούτου καθάπερες εἰκός ἐστιν ἐλλείποντος τοῦ μέτρου, μόνον δεῖ προστίθεσθαι τὸ ἐνδέον. τούτων γὰρ οὕτως πραττομένων τε καὶ φυλαττομένων, οὐδὲ παρεγγράπτους ἢ τοὺς τυχόντας μόνου κέρδους ἕνεκεν ὀρεγομένους ὡς εἴρηται συμβήσεται τοῖς ἱεροῖς ἐπιπηδᾶν καὶ τὰ πρὸς εὐσέβειαν ἀπονεμηθέντα μάτην οὕτως καὶ χύδην ἑαυτοῖς περιποιεῖν, οὐδὲ ἐλάττωσίς τις εἰς τὴν θείαν ὑπουργίαν γενήσεται ἁπάντων πρὸς τὴν εὖ ἔχουσαν ἀποκαθισταμένων τάξιν, τῆς τε ἁγιωτάτης ἐκκλησίας τῇ θείᾳ λειτουργίᾳ ἡ προσήκουσα κατάστασις ἀποδοθήσεται. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα τύπου ἡ σὴ μακαριότης καὶ οἱ μετὰ σὲ τοῦ αὐτοῦ ἱερατικοῦ θρόνου προστησόμενοι ὅ τε εὐαγής σου κλῆρος ἔργῳ καὶ πέρατι παραδοῦναι καὶ παραφυλάξαι σπευσάτωσαν. Divinitas te servet per multos annos sancte ac beatissime pater. Dat. καλάνδαις μαΐαις ἐν κωνσταντινουπόλει ἐπινεμήσεως ιέ.