JGR III 1.21Imp. Mauricii rescriptum de eo, qui ex fluctibus salvatum interfecerat.
Μαυρικίου βασιλέως.
Abrir no leitor do IusCommune →0
pr.Εἰ τὸ φονεύειν ἀγαπᾶς καὶ τοῖς αἵμασιν ἔχαιρες, πῶς τοὺς πολεμίους ἐλάνθανες, ὅπου καὶ τὸ φονεύειν ἀκίνδυνον καὶ τὸ ἀποτολμᾶν ἐπαινέστατον; ἀλλὰ τὸν διασωθέντα τῆς ζάλὸς τῶν κυμάτων τοῦτον ἀπέκτεινας; ὦ δυσσεβέστατε· εἰ τὴν κεφαλήν σου ἀποτέμωμεν, οὐδὲν ἀντάξιον. τοιγαροῦν σὲ τὸν ζῶντα προστάττομαι τῷ νεκρῷ συνταφῆναι, ἵνα κἀκεῖ σὺν αὐτῷ εὑρεθῇς.