IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.9

Περὶ τάξεως κριτηρίων.

Abrir no leitor do IusCommune →

1

pr.Θεσπίζομεν κατὰ τάξιν γίνεσθαι τὰ κριτήρια καὶ δια τάξεως συνίστασθαι. ὥσπερ γὰρ οὐδέν ἐστιν ἄλλο ἐν αἰσθη τοῖς καὶ ἐγκοσμίοις ἄνευ ποσότητος καὶ ποιότητος, οὕτως οὐδὲ κριτήριον ἄνευ τούτων τῶν δύο γενῶν. τῇ γὰρ ποσότητι ἡ τάξις τῶν προσόντων, ἡ δὲ ποιότης τὴν ἄλλην τοῦ δικαίου ἐμφανίζει δύναμιν. ὅταν δὲ τάξις καὶ δικαιοσύνη ἥρμοσται, καὶ ἐξ ἀμφοῖν περαιωθῇ ἡ ἀλήθεια, δικαίως λέγεται τὸ δίκαιον ἀποδοθῆναι. ὅταν δὲ χωρὶς τάξεως καὶ τῆς ἀληθείας ἐπιτύχῃ, οὐ δικαίως τὸ δίκαιον λέγεται ἀποδοθῆναι '.

2

pr.Πᾶν κριτήριον συνίσταται ἐκ τῶν προκαθεζομένων καὶ συγκαθεζομένων [καὶ τῶν δικαζομένων] ἢ δι ἑαυτῶν ἢ δ᾽ ἐντολέων, οἷς ὁ νόμος δίδωσι τὴν ἐξουσίαν.

3

pr.Διαφοραὶ δὲ τῶν κριτηρίων δύο. τὸ μὲν γὰρ διὰ μόνῶν τῶν νόμων πρόεισι, τὸ δὲ διὰ κανόνων. ἐστὶ δὲ καὶ τρίτη διαφορὰ, τὸ ἐξ ἀμφοῖν, ἐκ τοῦ νόμου καὶ τοῦ κανόνος φημὶ, συνιστῶσα καὶ διορίζουσα.

4

pr.Ἔκκλητός ἐστιν ἔκκλισίς τινος τῶν κριθέντων κατά τινος κρίνοντος, ὡς μὴ καλῶς κριθέντος. καὶ πᾶσα μὲν ἔκκλητος καὶ ἔγκλησις, οὐ πᾶσα δὲ ἔγκλησις ἔκκλητος. διαιρεῖται δὲ τὸ τῆς ἐγκλήσεως ὄνομα εἴς τε τὴν λεγομένην ἔκκλητον καὶ εἰς τὴν ἀρχὴν ἔχουσαν ἔγκλησιν.

5

pr.Τὸ αὐτοκρατορικὸν καὶ βασιλικὸν κριτήριον ἐκκλήτῳ οὐχ ὑκόκειται, οὐδὲ ἀναψηλαφᾶται ὑπὸ ἑτέρου, ἀλλ᾽ ὑφ᾽ ἑαυτοῦ ἀεὶ ἐπανακρίνεται. καθὰ καὶ ὁ θεόπτης μωϋσῆς τὸ ἐπανακρίνειν τὰς κρίσεις εἰς νόμον ἔθετο.

6

pr.Τὸ τοῦ πατριάρχου κριτήριον ἐκκλήτῳ οὐχ ὑπόκειται, οὐδὲ ἀναψηλαφᾶται ὑφ᾽ ἑτέρου, ὡς ἀρχὴ καὶ αὐτὸ τῶν ἐκκλησιαστικῶν δικαστηρίων· ἐξ αὐτοῦ γὰρ πάντα τὰ ἐκκλησιαστικά κριτήρια καὶ εἰς αὐτὸ ἀναλύει καὶ ἀναστρέφεται, αὐτὸ δὲ οὔτε ἔκ τινος οὔτε πρὸς ἕτερον. τὸ τοιοῦτον γὰρ ἡ ἀρχή. ἐπανακρίνεται δὲ πνευματικῶς καὶ αὐτὸ ὑφ᾽ ἑαυτοῦ ὁ.

7

pr.Ἡ τοῦ ἐπάρχου ψῆφος ἐκκλήτῳ οὐχ ὑπόκειται, πλὴν ὑπὸ μόνου τοῦ βασιλέως.

8

pr.Ἡ τοῦ κοιαίστορος ψῆφος ἐκκλήτῳ οὐχ ὑπόκειται, ἀλλὰ καὶ αὐτὴ ὑπὸ μόνου τοῦ βασιλέως σκοπεῖται. εἰ γὰρ καὶ τῇ τάξει πρότερον τὸ ἐπαρχικὸν κριτήριον ᾖ, ἀλλ᾽ οὐδὲν ἄτοπον τὰ ἐκ μιᾶς ἀρχῆς προερχόμενα τάξει μὲν ἀλλήλων προέχειν, μὴ δεῖσθαι δὲ ἕτερον ἑτέρου πρὸς διόρθωσιν.

9

pr.Τὰ ἀρχοντικὰ κριτήρια ἐκκλήτῳ οὐχ ὑπόκειται, πλὴν ἀναψηλαφῶνται ὑπό τε τοῦ βασιλέως, ὑπό τε τοῦ κοιαίστορος. ὅσῳ γὰρ πόῤῥω ἀφίστανται τῆς ἀρχῆς, τοσούτῳ πλείονος καὶ τῆς βοηθείας καὶ πλειόνων τῶν διορθουμένων καὶ ἀναψηλαφώντων δέονται.

10

pr.Θεσπίζομεν, τοὺς περιφανεστάτους ἡμῶν πατρικίους καὶ τοὺς μεγαλοπρεπεῖς σπαθαρίους δι ἐντολέων τὰς χρηματικὰς ἀγωνίζεσθαι δίκας, οὐχὶ δὲ τὰς ἐγκληματικὰς, εἴτε κατ ' αὐτῶν παρ᾽ ἑτέρων ἄγονται εἴτε καθ᾽ ἑτέρων αὐτοὶ κινεῖν βούλονται. ἀλλὰ καὶ τοῦτο αὐτοῖς ἀφορίζομεν, τὸ μήτι συγκαθῆσθαι τοὺς δικάζοντας, ἡνίκα ἡ αὐτῶν ἐξετάζεται δίκη, ἀλλὰ μηδὲ παρίστασθαι πάλιν. ἑκατέρωθεν γὰρ τὸ πρᾶγμα ἐπισφαλές· διὰ μὲν γὰρ θατέρου τὸ ὑψηλὸν ἀξίωμα ἐνυβρίζεται, διὰ δὲ τοῦ ἑτέρου τὸ δικαστήριον εἰς ἀσχημοσύνην ἀνισότητος περιΐσταται, τοῦ μὲν τῶν δικαζομένων παρεστῶτος, τοῦ δὲ τῇ τῶν κριτῶν συνεδρίᾳ τὸ πλέον ἔχειν ἐνδεικνυμένου. Σχόλιον. Μετὰ δὲ ταῦτα γέγραπται ἄδειαν· ἔχειν τοὺς μεγαλοπρεπεῖς πρωτοσπαθαρίους καὶ δι ἑαυτῶν δικάζεσθαι καὶ ἐντολέα προβάλλεσθαι.

11

pr.Οὐδένα τῶν ἐκκλησιαστικῶν βαθμῶν ἢ ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἢ ἁπλῶς τινὰ τοῦ ἱερατικοῦ καταλόγου ἄκοντα κριτηρίοις κοσμικοῖς παρίστασθαι ἀνεχόμεθα. εἰ γάρ τις τοῦτο ποιήσει, παρὰ τῆς ἡμετέρας γαληνότητος τὴν πρέπουσαν ὑποστήσεται παίδευσιν. εἰ δὲ ἑκὼν ὁ ἱερατικὸς τῷ κοσμικῷ κριτηρίῳ παραστῇ ἢ καὶ πρῶτος τὴν ἐκεῖθεν κρίσιν τοῦ ἐκκλησιαστικοῦ ἀκροατηρίου προετιμήσατο, αὐτὸς κἂν ἐκεῖθεν νομίσει τὸ δίκαιον λαβεῖν, ὑπὸ τῶν ἱερῶν κανόνων και ταδικάζεται.

12

pr.Τοὺς θεοφιλεστάτους ἐπισκόπους οὐδεὶς τῶν ἀρχόντων ἀναγκάζει εἰς δικαστήριον παραγίνεσθαι καὶ δοῦναι μαρτυρίαν. ἀλλ᾽ ὁ δικαστὴς πεμπέτω πρὸς αὐτούς τινας ἀπὸ τῶν ὑπηρετουμένων αὐτῷ, ἵνα κατὰ τὸ πρέπον ἱερεῦσιν ἐνώπιον θεοῦ εἴπωσιν, ἃ γινώσκουσιν.

13

pr.Τοὺς θεοφιλεστάτους ἐπισκόπους ὑπὲρ οὐδεμιᾶς χρηματικῆς δίκης πρὸς ἄρχοντα πολιτικὸν ἢ στρατιωτικὸν ἄκοντα παραγενέσθαι ἢ παρίστασθαι δίχα βασιλικῆς κελεύσεως συγχωροῦμεν. ἀλλὰ τὸν ἄρχοντα τὸν εἴτε ἐγγράφως εἴτε ἀγράφως τοῦτο πρᾶξαι τολμήσαντα μετὰ τὴν τῆς ζώνης ἤτοι τοῦ ἀξιώματος ἀφαίρεσιν η χρυσίου λίτρας ποινὴν καταβαλεῖν κελεύομεν τῇ ἐκκλησίᾳ, ἐξ ἧς ὁ ἐπίσκοπος ἀχθῆναι καὶ παραστῆναι προσετάχθη.

14

pr.Κατηγορίαν ἱερέως οὐδεὶς τῶν ἐν τῷ λαϊκῷ κατειλεγμένων ἀρχόντων δικάζει, πλὴν εἰ καθοσιώσεως ἔγκλημα ἡ κατηγορία περιέχει.