JGR IV 3.8
Περὶ τῶν ἐκκλησιαστικῶν ἐμφυτεύσεων καὶ ἐκδόσεων.
Abrir no leitor do IusCommune →1
pr.Τὰς ἐμφυτεύσεις παρὰ τῆς ἁγιωτάτης ἐκκλησίας τῆς βασιλίδος τῶν πόλεων καὶ τοῦ ὀρφανοτροφείου καὶ τῶν ξενώνων καὶ τῶν νοσοκομείων καὶ τῶν πτωχείων γίνεσθαι κελεύομεν ἐπί τε [τῷ προσώπῳ αὐτοῦ τοῦ λαμβάνοντος καὶ ἄλλων] δύο ἐφεξῆς κληρονόμων '.
2
pr.Τὰς δὲ μισθώσεις παρὰ τῶν εὐαγῶν οἴκων κατὰ δύο τρόπους γίνεσθαι συγχωροῦμεν, ἢ μέχρι τῆς ζωῆς τοῦ ἐμφυτευσαμένου ἢ εἰς ὅσον ἂν τοῖς συναλλάττουσι συναρέσῃ, μὴ ὑπερβαίνοντας δηλαδὴ τὸν τριακονταετῆ χρόνον.
3
pr.Τὰς ἐκποιήσεις τῶν κτημάτων ἃ τοῖς εὐαγέσιν οἴκοις ἀνήκει καὶ εἰς παντελῆ καταστροφὴν τῶν ἐκκλησιῶν τοῦ θεοῦ γενομένας ἄμεινον ἀπὸ τοῦ νῦν οὐ γίνεσθαι. εἰ μέντοι τὶς ἀπαραίτητος κατεπείγοι χρεία, ἣν οὐκ ἔστι δι ἑτέρας ὁδοῦ ἀποκλῖναι, [ἢ] φανερᾶς καὶ ὁμολογουμένης οὔσης βλάβης ἀπὸ τοῦ τοιούτου κτήματος, τηνικαῦτα οἱ διοικηταὶ τῶν αὐτῶν εὐαγῶν οἴκων εἰς μίσθωσιν ἢ ἐμφύτευσιν τοῦ τοιούτου ἐπιζημίου κτήματος, ἢ οὗ χωρὶς ἐστὶ ἀπαραίτητος ἀνάγκη, χωρείτωσαν, τῶν κληρικῶν ἢ μοναχῶν δηλονότι τὰς τοιαύτας αἰτίας ἐν αὐτῷ τῷ συμβολαίῳ ἢ ἐπὶ πράξεως ὑπομνημάτων φανερούντων καὶ συναινούντων, ὡς ἕπεται διὰ τῆς τοιαύτης ἐμφυτεύσεως. ἀλλὰ καὶ αὐταῖς ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ τοῖς ἄλλοις ἐπισκόποις δίδομεν ἄδειαν κατὰ μόνους τοὺς προειρημένους τρόπους μισθώσεις τε καὶ ἐμφυτεύσεις ποιεῖν, καὶ τοῖς κληρικοῖς ὁμοίως τὰς ἑαυτῶν μισθώσεις τῶν ἰδίων ποιεῖν κτήσεων, γνώμῃ τοῦ ἐπισκόπου καὶ αὐτοῦ τοῦ οἰκονόμου 4. αὕτη γὰρ ἡ διάταξις ταῖς νεαραῖς διαφέρουσα ταῦτα νομοθετεῖ τὸ μηδόλως ἐκδίδοσθαι, νῦν δὲ συγκεχώρηται.
4
pr.Εἴ τινές εἰσι τόποι ἢ τῇ αὐτῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ἢ τινι τῶν εἰρημένων εὐαγῶν οἴκων προσήκοντες, ἐν οἷς παλαιαὶ οἰκήσεις τυγχάνουσαι κατηνέχθησαν καὶ ἐξ ὧν οὐδεμία παρέχεται πρόσοδος, ἀλλ᾽ εἰς ἐρείπια προέβησαν, οἱ δὲ εἰαγεῖς οἶκοι, οἷς διαφέρουσιν οἱ τόποι, τούτους ἀνοικοδομῆσαι μὴ δύνανται, ἄδειαν δίδομεν τοῖς τούτων διοικηταῖς τῷ τῆς ἐμφυτεύσεως δικαίῳ ἐκδιδόναι, οὕτω μέντοιγε ὥστε τὴν ἐμφύτευσιν ἢ ἐπὶ τρίτη μοίρᾳ τῶν στεγονομίων τῶν ἀπὸ παλαιοῦ διδομένων δίδοσθαι· ἢ εἴπερ ὁ ἐμφυτευτής βουληθῇ ἐπὶ τοιούτῳ λαβεῖν τοὺς τόπους, ὥστε πρότερον οἰκοδομῆσαι καὶ ἐκ τῶν προσγινομένων κατὰ διατίμησιν στεγονομίων τὸ ἥμισυ μέρος διδόναι τῷ εὐαγεῖ οἴκῳ, ἐξ οὗ τοὺς τόπους λαμβάνει, καὶ τοῦτο γίνεσθαι συγχωροῦμεν. κεχρῆσθαι δὲ τὸν τοιοῦτον ἐμφυτευτὴν καὶ ταῖς ἐκεῖσε εὑρισκομέναις ἐκ τῶν κατενεχθέντων οἰκημάτων ὕλαις.
5
pr.Ἐὰν συμβῇ οἱονδήποτε πρᾶγμα ἔκ τινος τῶν εἰρημένων εὐαγῶν οἴκων ἐμφυτευτικῷ δικαίῳ ἢ μισθωτικῷ διδόμενον ἢ εἰς βασιλικὸν [οἶκον ἢ εἰς ἄλλον τινὰ εὐαγῆ] οἶκον περιελθεῖν, ἄδειαν παρέχομεν τοῖς διοικηταῖς τῶν εὐαγῶν οἴκων, ἐφ᾽ οἷς προσώποις εἰσέλθῃ ἡ αὐτὴ μίσθωσις ἢ ἐμφύτευσις, εἴσω διετίας τὴν πρόσοδον τὴν εἰς πάκτον παρεχομένην κομίζεσθαι, εἰ μισθωτικῶς ἐξεδόθη, ἢ τοῦτο ἀναλαμβάνειν. εἰ δὲ καὶ τίμημα κατεβλήθη ἐν τῷ καιρῷ τῆς ἐμφυτεύσεως, κατὰ τὸ ἀνάλογον τοῦ παρελθόντος χρόνου καὶ τοῦ ὑπολειπομένου τοσοῦτον μέρος τῆς ἐξ ἀρχῆς τιμῆς ἀναδιδόναι, καὶ ἀναλαμβάνειν τὸ οἰκεῖον πρᾶγμα λυομένης δηλονότι τῆς ἐμφυτεύσεως ἢ μι σθώσεως.
6
pr.Μηδεὶς εὐαγὴς οἶκος ἐκδιδότω αἱρετικῷ ἀκίνητον κτῆσιν, ἐπεὶ ταῖς τοῦ νόμου ποιναῖς μετὰ τοῦ ἐκλαβομένου ὑποβληθήσεται. λέγει γὰρ, ὅτι ὁ μὲν αἱρετικὸς εἴ τι δέδωκεν ἀπόλλυσιν, ὁ δὲ ἐκδώσας πάσης ἀποκινεῖται διοικήσεως καὶ εἰς μοναστήριον ἐμβάλλεται καὶ ἐπὶ ἐνιαυτῷ τῆς ἁγίας κοινωνίας χωρίζεται, τὸ δὲ πρᾶγμα τῷ εὐαγεῖ οἴκῳ ἀποδίδοται.
7
pr.Χρὴ προσκυροῦσθαι ταῖς ἐκκλησίαις τοὺς οἴκους, ἐν οἷς οἱ αἱρετικοὶ ποιοῦσι παρασυνάξεις.
8
pr.Οἱ ἀπὸ τῶν εὐαγῶν οἴκων μοναστηρίων τε καὶ ἐκκλησιῶν ἀλλὰ καὶ ἐπισκοπειῶν ἐμφυτευόμενοι ἢ μισθούμενοι ἢ ἀγοράζοντες ἢ κατά τινα τρόπον ἐκλαμβανόμενοι κτῆσιν ἀκίνητον, πολλὴν ὀφείλουσι καταβάλλεσθαι φροντίδα, ἵνα τὰ παρ᾿ αὐτῶν καταβαλλόμενα εἰς ἀναγκαίας χρείας τῶν εἰρημένων ἐκκλησιῶν ἢ ἀντεισαγωγὴν ἑτέρων κτημάτων χρησιμευόντων αὐταῖς ἐκδαπανηθῶσιν. ἐὰν δὲ τὰ παρ᾽ αὐτῶν καταβληθέντα μὴ κατὰ τὸν εἰρημένον τρόπον διοικηθῶσιν, ἀλλ᾽ εἰς ἄλλας τινὰς ἰδίας χρείας ἢ ἁπλῶς ἔξωθεν τῆς ὠφελείας τῶν εὐαγῶν οἴκων οἱ ταῦτα ἐκδιδόντες τὰ καταβληθέντα καταναλώσουσιν, αἱ μὲν ἐκκλησίαι καὶ οἱ εὐαγεῖς οἶκοι εἴσω τεσσαρακονταετίας ἀγωγὴν ποιούμενοι ἀναργύρως τὰ οἰκεῖα παντὶ τρόπῳ λήψονται, οἱ δὲ τὴν δέουσαν φροντίδα περὶ τῶν παρ᾿ αὐτῶν καταβληθέντων μὴ ποιησάμενοι ἀπὸ μὲν τοῦ εὐαγοῦς οἴκου οὐδὲν ὅλως λήψονται· ἀρκεῖ γὰρ αὐτοῖς τὸ μὴ καὶ ἑτέρᾳ τινὶ ὑποπεσεῖν τιμωρίᾳ· κατὰ μέντοιγε τῶν καταναλωσάντων αὐτὰ εἰς οἰκείας δαπάνας ἢ ἁπλῶς ἔξωθεν τοῦ εὐαγοῦς οἴκου ἐκποιησάντων ἀγωγὴν ἔχειν δύνανται.
9
pr.Οἱ εὐαγεῖς τόποι μὴ εὐποροῦντες ἀλλαχόθεν τὰ δημόσια πληρῶσαι καλῶς πωλοῦσιν ἀκίνητον κτῆσιν, δηλονότι ἐξεταζομένης τῆς προσποιήσεως παρὰ τῶν μητροπολιτῶν, συνόντων τῶν ἐπισκόπων καὶ τῶν κληρικῶν, προκειμένων τῶν θείων λογίων· καὶ εἰ μὴ δειχθῇ ἄλλος πόρος, ἐξ οὗ δύνανται τὰ δημόσια διδόναι, βεβαιούσθω τῶν ἀκινήτων ἡ πρᾶσις ἐπὶ δεκρέτῳ καὶ διδόσθω τῷ δημοσίῳ τὸ τίμημα τῶν πραθέντων καὶ τῷ εὐαγεῖ οἴκῳ ἀπόδειξις τῶν καταβληθέντων.
10
pr.Εἴ τις βουληθῇ οἱονδήποτε πρᾶγμα ἀκίνητον ὀνόματι χρήσεως λαβεῖν παρά τινος ἐκκλησίας, μὴ ἄλλως τοῦτο λαμβανέτω, εἰ μὴ ἕτερον εὐθὺς πρᾶγμα δεσποτείας [δικαίῳ] παράσχοι τῷ εὐαγεῖ οἴκῳ, τοσαύτην ἔχον πρόσοδον, ὁπόσὴν ἔχει τὸ πρᾶγμα ὅπερ ἐκδίδοται, μὴ πλείοσι δημοσίοις βεβαρημένον τελέσμασι, ὥστε μετὰ τὴν αὐτοῦ τελευτὴν ἢ μετὰ τὸν χρόνον, ἐφ᾽ ὃν ἡ δόσις τῆς χρήσεως συνήρεσε, μὴ ὑπερβαίνει δηλαδὴ τὴν τοῦ λαμβάνοντος ζωήν.
11
pr.Σχόλιον. Μὴ ὑπόντος τινὸς πόρου, ἐξ οὗ τὸ χρέος λυθῇ, μηδὲ ἄλλου εὑρισκομένου ἀγοραστοῦ, μηδὲ τὰ κάλλιστα τῶν κτημάτὼν ἐκλεγομένου τοῦ δανειστοῦ, ἀλλὰ τὰ μέσα τῶν εὐπόρων τε καὶ ἀπόρων ἀναγκαζομένου λαβεῖν, τῆς δεκάτης μοίρας τῆς δικαίας τοῦ κτήματος τιμήσεως προστιθεμένης ἐν τῷ τιμήματι, ἀλλὰ καὶ ἐπὶ ῆ ἡμέρας διαγινωσκομένου πρὸς ἅπαντας, ὅτι τὸ κτῆμα πιπράσκεται, κατὰ τὴν ρκ νεαρὰν, ἧς ἐστι τὸ κεφάλαιον.
12
pr.Κελεύομεν, ὥστε ἐξῃρημένης τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς βασιλίδος πόλεως καὶ τοῦ εὐαγοῦς ὀρφανοτροφείου καὶ ξενώνων καὶ πτωχείων τῶν ἐν τῇ βασιλίδι τῶν πόλεων καὶ ὑπὸ τὴν αὐτῆς ὄντων ἐνορίαν, ἐξεῖναι πάσαις ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ τοῖς εὐαγέσιν οἴκοις, οὐ μὴν ἀλλὰ καὶ μοναστηρίοις ἔν τε τῇ βασιλίδι πόλει καὶ ἐν διαφόροις ἐπαρχίαις κειμένοις, ἀνταλλαγὰς πρὸς ἀλλήλους ποιεῖσθαι, ὅταν ἑκατέρῳ φυλάττηται τὸ ἀζήμιον, συναινούντων ἐγγράφως οὐ μόνον τῶν διοικητῶν ἑκατέρου μέρους, ἀλλὰ καὶ τοῦ κατὰ τόπον θεοφιλεστάτου ἐπισκόπου.
13
pr.Ἐπειδὴ ἔγνωμεν παρά τινων γίνεσθαι ἐκποιήσεις μοναστηρίων ἐπὶ τῷ ταῦτα ἀπὸ ἱερατικοῦ σχήματος εἰς ἰδιωτικὴν ἀγωγὴν μετασχηματίζεσθαι, καὶ τοῦτο πᾶσι τρόποις κωλύομεν. εἰ δέ τι τοιοῦτον γινόμενον εὑρεθῇ, ὁ κατὰ τὸν τόπον ἐπίσκοπος εἰς τὸ ἀρχαῖον ἐπαναγαγέτω σχῆμα.