IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.7

Περὶ ἐπισκόπων καὶ μοναχῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπίσκοπον ἢ οἰκονόμον ἢ ἄλλον κληρικὸν οἱουδήποτε βαθμοῦ ἢ μοναστηρίου ἐκλήπτορα ἢ ἀπαιτητὴν δημοσίων συντελειῶν ἢ μισθωτὴν τελῶν ἢ ἀλλοτρίων κτήσεων κουράτορα ἢ οἴκου ἢ ἐντολέα δίκης ἢ ἐγγυητὴν γίνεσθαι οὐ συγχωροῦμεν '.

2

pr.Τοὺς θεοφιλεστάτους ἐπισκόπους τὰς οἰκείας καταλιμπάνειν ἐκκλησίας καὶ εἰς ἄλλας ἐπαρχίας παραγίνεσθαι ἀπαγορεύομεν. εἰ δὲ ἀνάγκη τὶς ἀπαιτεῖ, μὴ ἄλλως ἢ μετὰ γραμμάτων τοῦ πατριάρχου ἢ μητροπολίτου τούτων ἢ κατὰ βασιλικὴν δηλαδὴ κέλευσιν ταῦτα ποιείτωσαν· οὕτω μέντοιγε, ἵνα μηδὲ ἐκείνοις τοῖς ἐπισκόποις, οἵτινες ὑπὸ τὸν πατριάρχην εἰσὶν, ἐξεῖναι δίχα ἐπιτροπῆς αὐτοῦ ἐν τῇ βασιλευούσῃ ἐλθεῖν. εἰ δέ τις κατὰ τὸν τρόπον τοῦτον ἀποδημήσῃ, μὴ πλέον ἑνὸς ἐνιαυτοῦ τὴν αὐτοῦ καταλιμπανέτω ἐκκλησίαν. τοὺς δὲ ἐπισκόπους κατὰ τὴν βασιλίδα πόλιν παραγενομένους πρὸ πάντων ἀπιέναι τῷ πατριάρχῃ, καὶ δι ' αὐτοῦ πρὸς τὴν ἡμετέραν εἰσιέναι γαληνότητα. τοῖς δὲ παρὰ ταύτην ἡμῶν τὴν διατύπωσιν ἀποδημοῦσιν ἢ ὑπὲρ τὸν ὡρισμένον τοῦ ἐνιαυτοῦ χρόνον ἔξω τῆς ἰδίας ἐκκλησίας ποιοῦσι, πρῶτα μὲν μὴ χορηγεῖσθαι παρὰ τῶν οἰκονόμων τῆν ἰδίας ἐκκλησίας δαπάνας, ἔπειτα δὲ ὑπομιμνήσκεσθαι αὐτοὺς διὰ γραμμάτων τῶν ἱερέων, ὑφ᾽ οὓς τελοῦσιν, ὥστε ἐπανελθεῖν εἰς τὰς ἰδίας ἐκκλησίας, καὶ εἰ μὴ ἐντὸς τοῦ χρόνου ὑποστρέψουσι, τῆς ἐπισκοπῆς ἐξωθοῦνται ἀντ αὐτῶν ἀμείνους χειροτονοῦντες. τούτου καὶ ἐπὶ τῶν κληρικῶν κρατοῦντος.

3

pr.Τοῖς ἐπισκόποις καὶ πρεσβυτέροις ἀπαγορεύομεν μὴ χωρίζειν τινὰ ἐπὶ τῆς ἁγίας κοινωνίας, πρὶν ἡ αἰτία δειχθῇ, δ᾽ ἣν οἱ ἐκκλησιαστικοὶ κανόνες τοῦτο κελεύουσιν. εἰ δέ τις παρὰ ταῦτα τῆς ἁγίας κοινωνίας τινὰ χωρίσῃ, ἐκεῖνος μὲν ὡς ἀδίκως χωρισθεὶς λυόμενος ὑπὸ τοῦ μείζονος ἱερέως τῆς ἁγίας ἀξιούσθω κοινωνίας, ὁ δὲ χωρίσαι τολμήσας χωρισθήσεται τῆς κοινωνίας ἐφ᾽ ὅσον χρόνον ὁ ἀρχιερεὺς ἴδοι, ἵνα ὅπερ ἀδίκως ἐποίησε, δικαίως ὑποστήσεται.

4

pr.Οἱ ἐπίσκοποι καὶ οἱ οἰκήτορες τὰς ἀδικίας τῶν ἀρχόντων μηνυέτωσαν τῷ βασιλεῖ.

5

pr.Θεσπίζομεν τοὺς κληρικοὺς τοὺς ὑφ᾽ ἑτέρᾳ ἐνορίᾳ τεταγμένους μηδαμῶς παραγνώμην τοῦ οἰκείου ἐπισκόπου ἢ μητροπολίτου εἰς ἑτέραν ἐνορίαν μεταπίπτοντας ἐν ἐκκλησίᾳ καταλέγεσθαι. ἐκ γὰρ τοῦ μὴ τὰ τοιαῦτα παραφυλάττεσθαι πολλῆς ἀταξίας καὶ πλάνης οὐκ ὀλίγαι τῶν ἐκκλησιῶν ἐπληρώθησαν. εἰ δέ τις φωραθείη τὴν παροῦσαν διάταξιν ἀθετῶν, εἰ μὲν τὴν οἰκείαν ἐνορίαν ἀπολιπὼν ἐν ἑτέρᾳ ἐκκλησίᾳ μόνον και ταλεγῇ μηδένα βαθμὸν χειροτονίας προσλαβών, ἐπαναστρέφεσθαι εἰς τὸν οἰκεῖον ἐπίσκοπον, τῆς ἐκκλησίας ἧς ἦν ἐλαυνόμενος. εἰ δὲ καὶ χειροτονίαν προσείληφε, τοῦτον ἐπὶ τριετίᾳ τῆς λειτουργίας ἀργοῦντα τὸ λοιπὸν ἐπὶ τῇ κρίσει τοῦ οἰκείου ἐπισκόπου τὴν αὐτοῦ συγγνώμην καταλιμπάνεσθαι.

6

pr.Τὰς κανονικὰς ζητήσεις ὁ ἐπίσκοπος ἅμα τῷ ἄρχοντι τῆς πόλεως κρινέτω.

7

pr.Ἐὰν μοναχὸς καταλείψῃ τὸ ἴδιον μοναστήριον καὶ εἰς ἄλλο εἰσέλθῃ, εἴ τινα πράγματα ἐν τῷ καιρῷ, καθ᾽ ὃν τὸ μοναστήριον καταλέλοιπεν, ἔχειν φανείη, τῷ πρώτῳ μοναστηρίῳ, ἐν ᾧ ἐξ ἀρχῆς εἰσῆλθε, ταῦτα διαφέρειν κελεύομεν Τ.

8

pr.Ὁ μονάζων ἐν μοναστηρίῳ κατὰ τὴν ἀκρίβειαν δηλονότι τῶν κανόνων, οὗτος κἂν εἰς ἕτερον μοναστήριον μετατεθῇ, γνώμῃ δηλονότι τοῦ παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος ἡγουμένου, οὐ συμμετατίθησι καὶ τὴν ὑπόστασιν αὐτοῦ, ἣν τῷ προτέρῳ μοναστηρίῳ δέδωκεν ἅπαξ εἴτε σιωπηρῶς, μηδὲ ἐν τῷ εἰσιέναι εἰς τὸ μοναστήριον περὶ τῶν κατ᾿ αὐτὸν διαταξάμενος, εἴτε κατὰ διαθήκας εἴτε διὰ συμφώνου τῷ ἐσχάτῳ τὸ σύνολον διδούς.

9

pr.Τοὺς οἰκονόμους καὶ ξενοδόχους καὶ νοσοκόμους καὶ πτωχοτρόφους, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας κληρικοὺς κελεύομεν, ὑπὲρ τῶν ἐμπιστευθεισῶν αὐτοῖς διοικήσεων παρὰ τῷ ἰδίῳ ἐπισκόπῳ ᾧ ὑπόκεινται ἀποκρίνεσθαι, καὶ τοὺς λογισμοὺς τῆς ἰδίᾳς διοικήσεως πληροῦσθαι καὶ εἰσπράττεσθαι διοριζόμεθα.

10

pr.Ὅτι ὁσάκις αν τις ἐκ τοῦ κληρικοῦ σχήματος ἢ τοῦ μονάζοντος πρὸς τὸν λαϊκὸν ἀπονεύσῃ, τοῦτον καὶ ἄκοντα ὁ κατὰ τόπον ἐπίσκοπος ἀποκαθίστησιν εἰς ὃ διέπρεπε σχῆμα.

11

pr.Μὴ συνειδότος τοῦ δεσπότου κληρῶν ἑαυτὸν ὁ οἰκέτης, εἰς τὴν δουλικὴν ἀποκαθίσταται τύχην, μηδὲν ἐκ τούτων ὠφελούμενος. -

12

pr.Ὁ ἀποδρὰς οἰκέτης καὶ τὸ μονῆρες περιβαλλόμενος σχῆμα, ἐν ᾧ ἂν καιρῷ κατάφορος γένηται, τῷ δεσπότῃ παραδίδοται γυμνούμενος τοῦ σχήματος ᾧ περιεβάλλετο.

13

pr.Τοὺς κληρικοὺς καὶ μονάζοντας τῆς ἐπὶ διοικήσει διατάξεως τῶν τελευτώντων τὴν ἐπιτροπὴν ἀναδέχεσθαι. τῆς μέν τοιγε ἐπιστασίας ὀρφανῶν καὶ ἄλλης οἰκονομίας τὰ τοιαῦτα πρόσωπα κωλύεσθαι διοριζόμεθα.

14

pr.Εἴ τις τῶν θείων μυστηρίων ἢ τῶν ἄλλων λειτουργιῶν ἐπιτελουμένων ἐν ἁγίᾳ καὶ καθολικῇ ἐκκλησίᾳ ἢ εὐκτηρίῳ εἰσελθὼν ἢ τῷ ἐπισκόπῳ ἢ τοῖς κληρικοῖς ἢ τοῖς ἄλλοις ὑπηρέταις τῆς ἐκκλησίας ὕβρεώς τι ἐπαγάγῃ, κελεύομεν τοῦτον βασάνους ὑπομεῖναι καὶ εἰς ἐξορίαν διηνεκῆ πεμφθῆναι. εἰ δὲ καὶ αὐτὰ τὰ θεῖα μυστήρια καὶ τὰς θείας λειτουργίας ταράξοι ἢ ἐπιτελεῖσθαι κωλύσοι, ὁ τοιοῦτος κεφαλικῇ ὑποβληθήσεται τιμωρίᾳ. τούτου αὐτοῦ καὶ ἐπὶ λιταῖς ἐν αἷς ἐπίσκοποι ἢ κληρικοὶ εὑρίσκονται φυλαττομένου, ἵνα εἰ μὲν ὕβριν τὶς μόνην ποιήσῃ, βασάνοις ὡς εἴρηται καὶ ἐξορίᾳ παραδοθῇ, εἰ δὲ καὶ τὴν λιτὴν διασκεδάσει, κεφαλικὸν κίνδυνον ὑπομένῃ.

15

pr.Εἰ ἀγνοεῖ τὴν τύχην μέλλοντος μονάζειν, ὁ ἡγούμενος μὴ παρεχέτω τὸ σχῆμα πρὸ τριετίας. μετὰ δὲ τὴν τριετίαν, κἂν δοῦλός ἐστι κἂν ἐναπόγραφος, παρεχέτω. καὶ εἰ μὲν δοῦλος ἀναφανῇ, ἀποδιδότω τῷ δεσπότῃ αὐτοῦ ὅσα πράγματα τῇ μονῇ προσήγαγεν, αὐτὸν δὲ ἐν τῇ μονῇ εἶναι. εἰ δὲ μετὰ ταῦτα κοσμικὸν ὡς πλανήτης ἕληται βίον, τῇ δουλικῇ τύχη διδότω.

16

pr.Ὁ εἰς μοναστήριον εἰσιὼν καὶ αὖθις εἰς ἕτερον ἀπ᾿ αὐτοῦ ἀπιέναι βουληθεὶς, τοῦτο γνώμῃ τῶν ἑκατέρων μονῶν ἡγουμένων ποιείτω, μὴ μετατιθεὶς τὴν περιουσίαν αὐτοῦ ἀπὸ τοῦ προτέρου, ᾧ ἤγαγε φανερῶς εἴτε σιωπηρῶς, μηδὲν ἐν τῷ εἰσιέναι εἰς τὸ μοναστήριον περὶ τῶν κατ᾿ αὐτὸν διαταξάμενος εἴτε κατὰ διαθήκης εἴτε διὰ συμφώνου τῷ ἐσχάτῳ διδούς.

17

pr.Οἱ τῷ κλήρῳ κατειλεγμένοι καὶ τῷ μοναχικῷ σχήματι τελειωθέντες οὔτε στρατεύονται οὔτε πολιτεύονται, ἀλλ᾽ ἐσχάτως ἀτιμοῦνται.

18

pr.Οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι οὔτε ἐπιτροπεύουσι οὔτε δίκας ἑτέρων λέγουσιν, οὐδ᾽ ἂν εἰ συγγενεῖς εἶεν οἱ τὰς δίκας ἔχοντες, πλὴν ὑπὲρ τῆς ἰδίας καὶ μόνης μονῆς καὶ τότε συναινέσει τοῦ ἡγουμένου.

19

pr.Τὰ μοναστήρια καὶ αἱ ἐκκλησίαι καὶ πρὸ πάντων αἱ μητροπόλεις καὶ αἱ ἐπισκοπαὶ οὐχ ὑπόκεινται οὔτε ἰδιωτικῇ ἀγγαρείᾳ οὔτε δημοσίᾳ. ἀφαίρεμα γάρ εἰσιν ἐκ πάντων οὗτοι τῷ θεῷ, καθάπερ ἡ λευϊτικὴ φύλη κατὰ τὸν μωσαϊκὸν νόμον πάσης ἀτελὴς ἦν λειτουργίας. εἰ δέ τις ἀπαραίτητος καὶ κοινωφελής χρεία κατεπείγει καὶ τούτους εἰς τὴν οἰκείαν σωτηρίαν πρὸς λειτουργίαν τινὰ καλοῦσα, διὰ τῶν κατὰ τόπον ἐπισκόπων οὐ διὰ λαϊκῶν ὅλως τὴν τοιαύτην τελέσουσι δουλείαν.

20

pr.Πᾶσι τοῖς λαϊκοῖς ἀπαγορεύομεν λιτὰς ποιεῖν δίχα τῶν ὁσιωτάτων ἐπισκόπων καὶ τῶν ὑπ᾿ αὐτοὺς εὐλαβεστάτων κληρικῶν. ποία γάρ ἐστι λιτὴ, ἐν ᾗ ἱερεῖς οὐχ εὑρίσκονται καὶ τὰς συνήθεις τελοῦσιν εὐχάς; ἀλλὰ καὶ τοὺς τιμίους σταυροὺς, μεθ᾽ ὧν ἐν ταῖς λιταῖς ἐξέρχονται, μὴ ἀλλαχῶς που τιθέναι ἢ ἐν εὐαγέσι τόποις. καὶ εἰ καί ποτε χρεία καλέσοι τοῦ λιτὰς ἐπιτελεῖσθαι, τότε μόνον τοὺς τιμίους σταυροὺς λαμβάνειν τοὺς εἰωθότας φέρειν αὐτοὺς, καὶ ἅμα τοῦ ἐπισκόπου καὶ τῶν κληρικῶν τὰς λιτὰς ἐπιτελεῖσθαι.