JGR IV 3.6
Περὶ ἐπισκόπου καὶ χειροτονίας καὶ προβολῆς.
Abrir no leitor do IusCommune →1
pr.Ἐπίσκοπός ἐστιν ἐπιτηρητὴς καὶ ἐπιμελητὴς πασῶν τῶν ἐκκλησιαζομένων ψυχῶν τῶν ἐν τῇ αὐτοῦ ἐπαρχίᾳ, δύναμιν ἔχων τελετικὴν πρεσβυτέρου, διακόνου, ἀναγνώστου, ψάλτου καὶ μοναχοῦ ῾.
2
pr.Ἴδιόν ἐστιν ἐπισκόπου, τοῖς μὲν ταπεινοῖς συγκατέρχεσθαι, καταφρονεῖν δὲ τῶν ἐπαιρομένων. καὶ πρὸς ταπείνωσιν ἔργῳ καὶ λόγῳ τῶν ὑπερηφάνων τὸ φρόνημα καθέλκειν, καὶ προκινδυνεύειν τοῦ ποιμνίου, καὶ τὴν ἐκείνου στενοχωρίαν οἰκείαν ὀδύνην ποιεῖσθαι.
3
pr.Κελεύομεν, εἰ μέλλει ἐπίσκοπος, χειροτονεῖσθαι, συνεληλυθέναι τοὺς κληρικοὺς καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπὶ τρισὶ προσώποις ψηφίσματα ποιεῖν, καὶ ἕκαστον αὐτῶν χειρογραφεῖν, ὅτι οὔτε διὰ δόσιν ἢ ὑπόσχεσιν ἢ φιλίαν ἢ χάριν ἢ ἄλλην οἱανδήποτε προσπάθειαν, ἀλλ᾽ εἰδότας αὐτοὺς τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως καὶ σεμνοῦ βίου καὶ ὑπὲρ τὸ τριακοστὸν ἔτος τούτους εἶναι ἐπελέξαντο, καὶ ὅτι οὐ γαμετὴν ἢ παῖδας ἴσασί τινας ἐξ αὐτῶν ἢ ἔχειν ἢ παλλακὴν ἢ παῖδας φυσικοὺς, ἀλλ᾽ εἰ καὶ πρότερόν τις ἐξ αὐτῶν γαμετὴν εἶχε, καὶ αὐτὴν μίαν καὶ οὐδὲ χήραν οὐδὲ ἀνδρὸς ἀποζευχθεῖσαν οὐδὲ τοῖς ἱεροῖς κανόσιν ἀπηγορευμένην. καὶ ἐκ τῶν τριῶν προσώπων ὁ βελτίων χειροτονείσθω ἐπιλογῇ καὶ κρίματι τοῦ χειροτονοῦντος, λιβέλλου παρ᾿ αὐτοῦ γινομένου μεθ᾽ ὑπογραφῆς ἰδίας περιέχοντος τὰ περὶ τῆς ὀρθῆς πίστεως αὐτοῦ. ἀπαγγέλλειν δὲ τοῦτον καὶ τὴν θείαν προκομιδὴν τὴν ἐπὶ τῇ ἁγίᾳ κοινωνίᾳ γινομένην καὶ τὴν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι εὐχὴν καὶ τὰς λοιπὰς εὐχάς. ἰδιόχειρον δὲ αὐτὸν ὑπέχειν, ὡς οὔτε διὰ δόσιν ἢ ὑπόσχεσιν προβέβληται, ἢ μετὰ ταῦτα δώσει ἢ αὐτῷ τῷ χειροτονοῦντι αὐτὸν ἢ τοῖς τὰ ψηφίσματα ποιησαμένοις ἢ ἑτέρῳ τινὶ ὑπὲρ τῆς εἰς αὐτὸν γινομένης χειροτονίας.
4
pr.Κελεύομεν τοὺς ψηφιζομένους, εἴ τινα κοσμικὸν ἄξιον τῆς προειρημένης ἐπιλογῆς εἶναι νομίσαιεν, τὸν τοιοῦτον ἅμα ἄλλοις τρισὶ κληρικοῖς ἢ μοναχοῖς ἐπιλέξασθαι, οὕτω μέντοι ἵνα ὁ κοσμικὸς τούτῳ τῷ τρόπῳ εἰς ἐπισκοπὴν ἐπιλεγεὶς μὴ ἐπίσκοπος χειροτονηθῇ, ἀλλὰ πρῶτον τοῖς κληρικοῖς οὐκ ἔλαττον τριῶν μηνῶν συναριθμηθῇ, καὶ οὕτω τοὺς ἁγίους κανόνας καὶ τὴν ἱερὰν λειτουργίαν διδαχθεὶς ἐπίσκοπος χειροτονηθῇ. ὁ γὰρ ἄλλους ὀφείλων διδάσκειν παρ᾽ ἑτέρων μετὰ τὴν χειροτονίαν διδάσκεσθαι οὐκ ὀφείλει. εἰ μέντοιγε ἤδη διδακτικός ἐστι καὶ ἐν τῷ λαϊκῷ ἀριθμούμενος τάγματι οὐδὲν ἐλλείπων, τὸν τοιοῦτον μὴ παρατηρεῖσθαι χρόνον. ἡ πεῖρα γὰρ οὐ παρέσχε κίνδυνον.
5
pr.Ἐὰν κατηγορηθῇ ὁ μέλλων χειροτονεῖσθαι ὡς ἀνεπιτήδειος, ἀναβαλλέσθω τέως ἡ χειροτονία, καὶ προβαινέτω ἡ ἐξέτασις παρόντος τοῦ ἀντιδίκου ἢ ἀπόντος ἐντὸς τριῶν μηνῶν, καὶ κωλυέσθω ἡ χειροτονία. καὶ εἰ εὑρεθῇ ὁ χειροτονούμενος ὑπαίτιος κατὰ νόμους ἢ κατὰ κανόνας, κωλυέσθω. εἰ δὲ ἀνεύθυνος εὑρεθῇ, χειροτονείσθω. εἰ δὲ χειροτονηθῇ παρὰ τὰ εἰρημένα, καὶ αὐτὸς καὶ ὁ χειροτονῶν αὐτὸν τῆς ἐκκλησίας ἐκβάλλονται. ἐὰν δὲ ὁ κατήγορος παρὼν μὴ ἀποδείξῃ ἃ διεβεβαιώσατο, ἢ ἀπολειφθῇ, εἰ μὲν κληρικός ἐστι, τῆς ἐκκλησίας ἐκβάλλεται· εἰ δὲ λαϊκὸς, δεόντως σωφρονίζεται.
6
pr.Ὁ χειροτονῶν ἐπίσκοπον εἰς ἐπήκοον παντὸς τοῦ λαοῦ προσαγέτω αὐτὸν, ὡς μαθεῖν αὐτὸν πάντα καὶ κανονικῶς πολιτεύεσθαι, καὶ οὕτως χειροτονείσθω.
7
pr.Εἴ τις τῶν ἐπισκόπων εἴτε πρὸ τῆς χειροτονίας ἢ καὶ μετὰ τὴν χειροτονίαν βουληθῇ τὰ ἴδια πράγματα ἢ μέρος ἐξ αὐτῶν προσαγαγεῖν τῇ ἐκκλησίᾳ ἧς τὴν ἱερωσύνην λαμβάνει, οὐ μόνον οὐ κωλύομεν, καὶ πάσης καταδίκης καὶ ποινῆς τοῦ παρόντος νόμου εἶναι ἐλεύθερον θεσπίζομεν, ἀλλὰ καὶ παντὸς ἄξιον κρίνομεν, ἐπειδὴ τοῦτο οὐκ ἐστιν ἀγορασία, ἀλλὰ προσφορά.
8
pr.Πρεσβύτερος χειροτονείσθω μὴ ἥττων τῶν λ χρόνων, ἐν παρθενίᾳ μεμαρτυρημένος, ἢ μιᾶς γυναικὸς ἀνὴρ ὢν ἢ γεγονὼς καὶ ταύτης σεμνοτάτης, καὶ τῶν ἄλλων ἀπηγορευμένων ἔργων ἠλευθερωμένος, καὶ τῇ κανονικῇ ἀδωροδοκήτῳ μαρτυρίᾳ κατησφαλισμένος.
9
pr.Διάκονος ὀφείλει χειροτονεῖσθαι μὴ ἥττων τῶν κε χρόνων, καὶ αὐτὸς ἐν παρθενίᾳ μεμαρτυρημένος ἢ μιᾶς γυναικὸς ἀνὴρ ὢν ἢ γεγονὼς καὶ ταύτης σεμνοτάτης, καὶ τῶν ἄλλων ἀπηγορευμένων ἔργων ἠλευθερωμένος, καὶ τῇ κανονικῇ ἀδωροδοκήτῳ μαρτυρίᾳ κατησφαλισμένος.
10
pr.Ὑποδιάκονος χειροτονείσθω μὴ ἥττων τῶν ἢ χρόνων κατὰ τὰς προειρημένας διατυπώσεις. ἀπαγορεύομεν δὲ τοῦ λοιποῦ ὑπὸ ὅρον χειροτονεῖσθαι πρὸ τοῦ γάμου, ἢ μετὰ τὴν χειροτονίαν εἰς γάμον ἔρχεσθαι, ἀλλ᾽ ὅτε χειροτονεῖται.
11
pr.᾿Αναγνώστης χειροτονείσθω ἀφ᾿ ὅτου οὖν χρόνου δύναται ἀναγινώσκειν.
12
pr.Ψάλτης χειροτονείσθω ἀφ᾽ ὅτου οὖν δύναται ψάλλειν.
13
pr.Ἐὰν ἀναγνώστης δευτέραν γαμετὴν ἀγάγηται, ἢ πρώτην, χήραν δὲ ἢ διαζευχθεῖσαν ἀνδρὸς ἢ τοῖς νόμοις ἢ τοῖς ἱεροῖς κανόσιν ἀπηγορευμένην, μηκέτι εἰς ἄλλον ἐκκλησιαστικὸν προβαινέτω βαθμόν.
14
pr.Εἴ τις κληρικὸς οἱουδήποτε βαθμοῦ ἢ διοικητὴς εὐαγοῦς τόπου ἢ πρὸ τῆς χειροτονίας ἢ τῆς πιστευθείσης αὐτῷ οἱασδήποτε διοικήσεως ἢ φροντίδος ἢ μετὰ ταῦτα βουληθῇ τι τῶν ἰδίων πραγμάτων προσαγαγεῖν τῇ ἐκκλησίᾳ, ἐν ᾗ χειροτονεῖται, ἢ τόπῳ οὗτινος τὴν διοίκησιν ἢ τὴν φροντίδα ἀναδέχεται, οὐ μόνον οὐ κωλύεται τοῦτο γίνεσθαι, ἀλλὰ καὶ ἐπιτρέπομεν.
15
pr.Θεσπίζομεν, ἐὰν ἐπίσκοπος μεσιτευόντων τινῶν ἐν χρυσίου καταβολῇ χειροτονηθῇ, καὶ τὸν διδόντα καὶ τὸν λαμβάνοντα καὶ τὸν μεσιτεύοντα τῆς ἱερωσύνης ἢ τοῦ κλήρου τιμῆς κατὰ τοὺς ἱεροὺς κανόνας ἀποκινεῖσθαι. τὸν δὲ ὑπὲρ ταύτης τῆς αἰτίας τὶ λαβόντα ἢ μέσον τῷ πράγματι γενόμενον τὰ δοθέντα πράγματα ἐν διπλῷ ἀπαιτεῖσθαι κελεύομεν.