IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.5

Περὶ ἁπλῶς ἀρχόντων.

Abrir no leitor do IusCommune →

1

pr.Τὸ τοῦ ἄρχοντος ὄνομα γενικόν ἐστι, καὶ σημαίνει καὶ στρατηγὸν καὶ ἀνθύπατον καὶ πάντας τοὺς τῶν ἐπαρχιῶν διοικητὰς, εἰ καὶ συγκλητικοὶ ὦσι. τὸ δὲ ὄνομα τοῦ ἀνθυπάτου ἰδικόν ἐστιν '.

2

pr.Ὁ ἄρχων κατὰ μόνην τὴν ἰδίαν ἐπαρχίαν τὴν ἐξουσίαν ἔχει μετὰ τὸν βασιλέα.

3

pr.Ὁ ἄρχων ἐπίτροπον ἢ δικαστὴν ἰδικὸν ἑαυτὸν οὐ δί, δωσιν.

4

pr.Ὁ ἄρχων κωλυέτω τὰς ἀθεμίτους καὶ βιαίας εἰσπράξεις, καὶ τὰς κατὰ φόβον ἢ χωρὶς τιμῶν πράσεις, καὶ τὰ ἄδικα κέρδη καὶ ζημιώματα. τὴν ἀλήθειαν δὲ σκοπείτω. τὸ γὰρ ἀληθὲς ἐκ τῶν κατὰ πλάνην γινομένων οὐ βλάπτεται.

5

pr.Ὁ ἄρχων ἐκδικείτω τὰ παρὰ τῶν στρατευομένων κατά τινων πλημμελούμενα, καὶ κωλυέτω ἐν προσχήματι δημοσίων εἰσπράξεις ἀθεμίτους γίνεσθαι, ἢ διὰ παρουσίαν ὀφφικίων ἢ στρατιωτῶν ἀδικεῖσθαι τοὺς πένητας. ἐπιτρεπέτω δὲ τὰς θεμιτὰς ἐμπορείας, καὶ κωλυέτω τὰς ἀπηγορευμένας.

6

pr.Ὁ ἄρχων ὅσα διαγινώσκουσιν οἱ ἐν τῇ πόλει ἄρχοντες καὶ αὐτὸς ὀφείλει διαγινώσκειν. ἀνήκουσι γὰρ εἰς τὸ ὀφφίκιον αὐτοῦ.

7

pr.Ὁ ἄρχων φροντιζέτω τῆς εἰρήνης, ζητῶν τοὺς ἱεροσύλους καὶ ἀνδραποδιστὰς καὶ κλέπτας καὶ ὑποδοχεῖς, καὶ πρὸς τὸ πλημμέλημα ἐπεξιὼν αὐτούς.

8

pr.Ὁ ἄρχων τοὺς μαινομένους ἐν τῇ εἱρκτῇ βαλλέτω, εἰ μὴ διὰ τῶν συγγενῶν φυλαχθῆναι δύνανται, ἢ δεσμείτω. εἰ δὲ φονεύουσι, δεῖ ζητεῖν μήποτε προσεποίησαντο μαίνεσθαι ἢ ἐν καιρῷ τῆς ἀνανήψεως καὶ φρονήσεως ἐφόνευσαν, καὶ τιμωροῦνται. δεῖ δὲ καὶ τοῖς φύλαξιν αὐτῶν ἐπεξιέναι ῥᾳθυμοῦσιν. οὐ γὰρ μόνον διὰ τὸ μὴ αὐτοὺς βλαβῆναι δεῖ φυλάττεσθαι, ἀλλὰ καὶ διὰ τὸ μὴ βλάψαι ἄλλους.

9

pr.Ὁ ἄρχων μὴ ἐξίτω τῆς ἐπαρχίας, εἰ μὴ δ᾽ εὐχὴν καὶ μόνον, καὶ τότε διανυκτερευέτω.

10

pr.Ὁ ἄρχων εὐχερὴς ἔστω τοῖς προσιοῦσι καὶ ἀκαταφρόνητος, καὶ μὴ ἐξ ἴσου συναναστρεφέσθω τοῖς ἀρχομένοις, καὶ μὴ δηλούτω τῇ ὄψει ἐλεῶν ἢ ὀργιζόμενος.

11

pr.Οἱ ἄρχοντες τοὺς ἐξ οἱουδήποτε δικαστηρίου ἀνερχομένους οὐκ ὀφείλουσι συγχωρεῖν λαμβάνειν καθ ' οἱονδήποτε τρόπον οὐδὲ ἐν ὀνόματι συνηθείας, γινώσκοντες, ὡς εἰ τούτου ῥαθυμήσειαν, πᾶσαν ζημίαν τοῖς ἡμετέροις ὑποτελέσι παρ᾽ αὐτῶν ἐπαγομένην αὐτοὶ καταθήσουσι. δίδομεν δὲ αὐτοῖς ἄδειαν καὶ εἰ εὕροιέν τινας διὰ τὴν τῆς ἀξίας ἢ τῆς ζώνης ὑπεροψίαν τοὺς ἡμετέρους ὑποτελεῖς ἀδικοῦντας, ἐξετάζειν τὰ τούτων ἀδικήματα καὶ τοὺς ὑπευθύνους εὑρισκομένους ἀφαιρεῖσθαι τῆς ζώνης. καὶ γὰρ τὴν ἡμετέραν τάξιν ἐν ταῖς ἐπαρχίαις ἔχειν παρέχομεν αὐτοῖς. καὶ ὥσπερ αὐτοὺς παντὸς ἀδίκου κέρδους εἴργομεν, οὕτω καὶ καθαραῖς ταῖς ἀρχαῖς κεχρημένους πάσης τιμῆς καὶ σεμνότητος ἀπολαβεῖν θεσπίζομεν.

12

pr.Τοὺς ἄρχοντας τοὺς ἡμετέρους θεσπίζομεν παρόντος τοῦ τῆς πόλεως ἡμῶν ἐπάρχου καὶ τοῦ ἐνδοξοτάτου κόμητος τῶν θείων ἡμῶν λαργητιόνων, τοῦ ἐνδοξοτάτου κοιαίστωρος, τοῦ ἐνδοξοτάτου κόμητος τοῦ εἰδικοῦ ἡμῶν, παρόντος δὲ καὶ τοῦ κατὰ καιρὸν μεγαλοπρεπεστάτου χαρτουλαρίου τοῦ θείου κοιτῶνος, ἰδιόχειρον ποιεῖν, μηδὲν παντελῶς τινι παρασχεῖν μήτε ὑποσχέσθαι δοῦναι, μήτε προστασίαν ἐπαγγέλλεσθαι, μήτε ἐκ τῆς ἐπαρχίας ὁμολογῆσαι στέλλειν τοῖς εἰρημένοις ἢ τοῖς περὶ αὐτοὺς οὖσιν, ἀλλ᾽ ὥσπερ ἄμισθον λαμβάνει τὴν ἀρχὴν, προσλαμβάνει τε παρὰ τοῦ δημοσίου τὰς σιτήσεις, ἃς δὴ τούτους μόνας λαμβάνειν ἀφίεμεν. ἴστωσαν δὲ, ὡς οἵτινες θαῤῥήσειαν λαβεῖν τι παρὰ τῶν εἰς τὰς εἰρημένας ἀρχὰς παριόντων, περαιτέρω τῶν προφάσει συνηθειῶν παρ᾽ ἡμῖν αὐτοῖς ὡρισμένων, ὡς οὐκ ἐν μικροῖς ἡ ποινὴ γενήσεται. ἀλλ᾽ οἱ μὲν μέγιστοι ἄρχοντες, οἱ λαβεῖν τι θαῤῥήσαντες παρὰ τῶν εἰς τὰς ἀρχὰς πεμπομένων περαιτέρω τῶν προφάσει συνηθειῶν, οὐ μόνον τετραπλάσιον ἀποδώσουσι πᾶν ὅσον εἰλήφασιν, ἀλλὰ καὶ μεγάλην ἀγανάκτησιν ὑποστήσονται, καὶ τὸν ἐπὶ τῇ ἀρχῇ κίνδυνον εὐλαβηθήσονται. ἀλλὰ καὶ ἡ πειθομένη τάξις αὐτοῖς, εἰ πλεῖον τῶν εἰρημένων συνηθειῶν ἐπιχειρήσῃ λαβεῖν, αὐτοί τε ὑποκείσονται τοῖς ἐζημιωμένοις καὶ εἰς τὸ τετραπλάσιον ἀποδώσουσιν, ἐκπεσοῦνται δὲ καὶ ζώνης καὶ οὐσίας πρὸς τὸ καὶ τιμωρίαις ὑποβληθήσεσθαι πρεπούσαις.

13

pr.Οἱ ἄτιμοι καὶ αἰσχροὶ οὐ δύνανται εἶναι συγκλητικοί.

14

pr.Τοὺς ἄρχοντας τοὺς ἀμίσθως παραλαμβάνοντας τὰς ἀρχὰς κελεύομεν πρῶτον σπούδασμα ἔχειν τοῖς δημοσίοις ἀγρύπνως προσέχειν, καὶ τοὺς μὲν ἀγνωμονοῦντας καὶ ἀμελοῦντας ἐν τοῖς ἀναγκαίοις μετὰ πάσης εἰσπράτειν τῆς σφοδρότητος, τοῖς δὲ εὐγνώμοσι πατρικῶς προσφέρεσθαι.

15

pr.Τοὺς ἄρχοντας κελεύομεν τοὺς ἡμετέρους ὑπηκόους φυλάττειν πανταχόθεν ἀνεπηρεάστους, οὐδ᾽ ὁτιοῦν παρ᾽ οὐδενὸς αὐτῶν κομιζομένους. ἴσοι δὲ ἐν ταῖς δημοσίαις στάσεσιν ἔστωσαν, ἐπεξιόντες τοῖς ἁμαρτήμασι, καὶ τοὺς μὲν ἀνευθύνους πανταχόθεν φυλάττοντες καθαροὺς, τοῖς δὲ ὑπευθύνοις ἐπιτιθέντες τὴν κατὰ νόμους ποινήν· καὶ οὕτως οἱ ἄρχοντες ὑπηκόων ὡσανεὶ πατέρες καὶ υἱοὶ ἔστωσαν, ἀγαπῶντες μὲν αὐτοὺς ἀνευθύνους ὄντας, ὑπευθύνους δὲ φαινομένους σωφρονίζοντες. εἰ δέ τις παρὰ ταῦτα πράξειεν, ἴστω ὅτι καὶ δήμευσιν καὶ ἐξορίαν ὑποστήσεται, καὶ τὴν εἰς τὸ σῶμα βάσανον καὶ τιμωρίαν. καθαρὰς γὰρ ἀπαιτοῦμεν εἶναι τῶν ἀρχόντων τὰς χεῖρας, ἵνα τοὺς ἀρχομένους ἀζημίους φυλάξωμεν.

16

pr.Κελεύομεν τοῖς ἐπαρχιώταις τουτέστι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ καὶ τοῖς ἐν τῇ χώρᾳ πρωτεύουσιν, εἴ τι κατὰ τῆς ἐπαρχίας ἄδικον ὁ τῆς χώρας ἄρχων διαπράξηται, δεήσεις ποιεῖσθαι καὶ εἰς ἡμᾶς καταλέγοντα ἀναπέμπειν τοῦ τὴν ἀρχὴν ἔχοντος τὰ πλημμελήματα. ἡμεῖς γὰρ ταῦτα μανθάνοντες στείλωμεν τὰ τοιαῦτα ἐξετάσοντας. ἐφ᾽ ᾧ τόπιῳ ἠδίκησε τὰς ποινὰς ὑποσχεῖν τῶν πλημμελημάτων, ὡς μηδὲ ἕτερόν τινα τοιοῦτον πρᾶξαι θαῤῥήσειν τὸ παράδειγμα βλέποντα.

17

pr.Κελεύομεν τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας μετὰ τὸ ἀποθέσθαι τὴν ἀρχὴν πεντήκοντα ἡμέραις ἐν ταῖς ἐπαρχίαις διατρίβειν καὶ τοῖς ἐνάγειν αὐτὸν βουλομένοις ἀποκρίνεσθαι. εἰ δὲ συμβῇ τινα ἐξ αὐτῶν πρὸ τοῦ πληρῶσαι τὰς πεντήκοντα ἡμέρας καταλιπεῖν τὴν χώραν, κελεύομεν πάντας τοὺς παρ᾽ αὐτοῦ ζημίας τινὰς ὑπομείναντας συνιέναι παρὰ τῷ ὁσιωτάτῳ ἐπισκόπῳ τῆς αὐτῶν πόλεως ἢ ἐπαρχίας, καὶ ἐπὶ πράξεως ὑπομνημάτων ἕνα ἕκαστον αὐτῶν, ἁπτόμενον τῶν ἁγίων εὐαγγελίων, φανεροῦν τὰς ἐπαχθείσας αὐτοῖς ζημίας, καὶ ἐκ τῆς ἐκείνου περιουσίας, καθ᾽ οὗ τὰ τοιαῦτα συνέστη ὑπομνήματα, πᾶσαν ζημίαν τοῖς βλαβεῖσιν ἀποκαθίστασθαι. εἰ δέ τις τῶν ἀρχόντων μετακληθῇ εἰς ἄλλην ἀρχὴν, κελεύομεν αὐτὸν νόμιμον ἐντολέα προβαλλόμενον τοῖς τὰς ἀγωγὰς προτιθεῖσιν ἀποκρίνεσθαι. ὅπερ εἰ μὴ πράξοι, θεσπίζομεν μεθ᾽ ὅρκου τοὺς ἀδικηθέντας βεβαιοῦν, καὶ πᾶσαν ζημίαν παρὰ τοῦ ἄρχοντος δίδοσθαι· μηδενὸς χρότου διδομένου παραγράφεσθαι τῶν ἀδικημάτων τὴν εἴσπραξιν, ἐφ᾽ ὅσον ἂν ὁ ἄρχων τὴν ἀρχὴν διέπειν παρεκεχώρητο.

18

pr.Κελεύομεν πάντας τοὺς ἄρχοντας, τοῦτο μὲν στρατιωτικοὺς, τοῦτο δὲ καὶ πολιτικοὺς, δι ἑαυτῶν ἀναζητεῖν τὰς λη-. στείας ἢ βίας ἢ ἁρπαγὰς πραγμάτων ἢ γυναικῶν ἢ ἄλλα οἱαδήποτε ἀτοπήματα ἐν ταῖς ἐπαρχίαις πλημμελούμενα, καὶ τούτοις τιμωρίας νομίμους ἐπάγειν, καὶ μηδὲ ὑπὲρ τούτων τῶν αἰτιῶν κομίζεσθαί τι συνηθειῶν ὀνόματι, ὥστε πανταχόθεν τοὺς ἡμετέρους ὑποτελεῖς ἀβλαβεῖς φυλάττεσθαι. εἰ δέ τις τοῦτο μὴ φυλάξει, μὴ μόνον τῆς καταπιστευθείσης αὐτῷ ἀρχῆς γυμνοῦσθαι, ἀλλὰ καὶ ῖ χρυσίου λίτρας καταβαλεῖν.

19

pr.Κελεύομεν μηδενὶ τῶν ἀρχόντων ἐξεῖναι χωρὶς ἀναγκαίας χρείας ἀποδημίας ποιεῖσθαι ἢ τὰς λεγομένας γύρας. εἰ δέ τις ἀνάγκη καλέσοι τοιοῦτόν τι γίνεσθαι, δαπανήμασιν οἰκείοις τοῦτο ποιεῖν, αὐτοί τε καὶ αἱ σὺν αὐτοῖς τάξεις. μήτε δὲ ἀγγαρείαις ἢ τοῖς λαλουμένοις ἐπιδημητικοῖς ἢ ἑτέρᾳ οἱᾳδηποτοῦν ζημίᾳ βαρύνειν τοὺς πένητας, μήτε δὲ συνηθείας ὀνομάζειν ἢ ζητεῖν ἃς τυχόν τινες τῶν προηγησαμένων εἰς οἰκεῖον κέρδος ἐπενόησαν. τὰ γὰρ κακῶς ἐπινοηθέντα οὐδὲ μακρᾷ συνηθείᾳ βεβαιοῦσθαι βουλόμεθα.

20

pr.Οἱ ἄρχοντες τὰς ἰδίας ἀποφάσεις ἀνατρέπειν οὐ δύνανται.

21

pr.Τὸν ἀδικοῦντα οὐ προνόμιον, οὐ τύπος, οὐ δυναστεία τῆς τοῦ ἄρχοντος ἐξαιρεῖται χειρὸς, εἰ μὴ θεῖος πραγματικὸς τύπος.