IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.4

Περὶ τοῦ κοιαίστωρος.

Abrir no leitor do IusCommune →

1

pr.Ὁ κοιαίστωρ ἐξουσίαν ἔχει τοὺς ἐπὶ τῆς μεγάλης ταύ-. της ἐπιδημοῦντας πόλεως ἐξ οἱασδήποτε οὖν [ἀναζητεῖν] χώρας, εἴτε ἄνδρας εἴτε γυναῖκας εἴτε τῶν ἔξω πόλεων συνηγόρους ἢ καὶ ἄλλης οἵας οὖν τύχης τε καὶ ἀξίας, καὶ περιεργάζεσθαι τίνες τε εἶεν καὶ πόθεν ἥκοιεν καὶ ἐπὶ ποίᾳ προφάσει, καὶ σκοπεῖν τίνες αὐτοὺς ἀδικοῦσι, καὶ ἐπιμελεῖσθαι τοῦ συντόμως αὐτοὺς ἀπαλλάττειν τῶν δυσκόλων δ᾽ ὧνπερ ἐνταῦθα παραγεγόνασι, καὶ τάχιστα τούτους ὅθεν ἥκουσιν ἐκπέμπειν τῶν προσηκόντων ἀπολαύσαντας '.

2

pr.Ὁ κοιαίστωρ τοὺς τελοῦντας γεωργοὺς ὑπὸ δεσπότας καὶ δεομένους τῶν αὐτοῖς ἐξ αὐτῶν προσηκόντων, τούτους εἰς ταύτην παραγεγονότας τὴν βασιλίδα πόλιν ἐπισκοπεῖν δύναται καὶ ἀναγκάζειν τοὺς κεκτημένους θᾶττον αὐτοῖς ἀποδοῦναι τὰ οἷς ἥκοιντο, καὶ ἐκπέμπειν αὐτίκα τυχόντας δικαίων. εἰ δὲ εἰκὸς εἰς ἐναντίωσιν τῶν κεκτημένων παρεγένοντο καὶ πρὸς αὐτοὺς λέγοιεν δίκας, πλῆθος δὲ εἶεν, τοὺς μὲν πολλοὺς ἀποπέμπειν παραχρῆμα εἰς τὴν χώραν αὐτῶν, δύο ἢ τριῶν καταλιμπανομένων, οἵπερ καὶ τὴν τῶν συνδίκων ἀγωνιοῦνται· καὶ οὕτως αὐτῶν ἐπιμεληθῆναι, ὡς τάχιστα τέμνειν τὰς ὑποθέσεις, ἵνα μὴ μῆκος αὐτοῖς ἐγγίνοιτο χρόνου, καὶ μάλιστα γεωργοῖς οὖσιν, ὧν ἡ ἐνταῦθα παῤῥησία περιττὴ καὶ ἡ ἐκ τῆς γεωργίας σχολὴ βλάβην αὐτοῖς τε καὶ τοῖς κεκτημένοις ἐμποιεῖ.

3

pr.Ὁ κοιαίστωρ τὸ ἐπιδημοῦν πλῆθος, εἰ μὴ γεωργικὸν ᾖ, ἀλλὰ τυχὸν ἕτεροί τινες ἢ δικασόμενοι πρὸς ἑτέρους χρονίζοιεν, μὴ ἐνδιδότω· ἀλλὰ πάσῃ συντομίᾳ τῶν ἀμφισβητουμένων τούτους ἀπαλλαττέτω, ὥστε αὐτοὺς τὰς οἰκείας πόλεις καὶ χώρας οἰκεῖν.

4

pr.Ὁ κοιαίστωρ εἰ καὶ πολλάκις ἐνοχλήσας τοὺς τῶν γεωργῶν κυρίους ἀναβαλλομένους εὕροι καὶ μὴ θᾶττον αὐτοὺς τῆς προσεδρίας ἀπαλλάξαι θέλοντας, αὐτὸς παριστῶν τοὺς δεσπότας κατενώπιον τῶν δεομένων ἐπιτιμάτω σφοδρότερον, καὶ ἐν τάχει διατιθέτω ἐφ᾽ οἷς οἱ γεωργοὶ ἐπεδήμησαν καὶ πρὸς τὰς οἰκείας πατρίδας ἐκπεμπέτω, εἰς τὸ μὴ ἀσχολεῖσθαι.

5

pr.Ὁ κοιαίστωρ εἰ βίου πρόφασίν τινες ἢ δίκης αἰτίαν [οὐκ] ἔχοντες ἐπὶ ταύτης εἰσὶ τῆς ἡμετέρας πόλεως, ὥστε διαζῆν ἐκ τοῦ μεταιτεῖν, ὁποῖοί εἰσιν, ἐκπομπευέτω. καὶ εἰ ἔῤῥωται αὐτοῖς τὰ σώματα καὶ δυνατοὶ διαρκεῖν πρὸς πόνον, εἰ μὲν οἰκέται εἶεν, γνωριζομένων τῶν δεσποτῶν τούτους καὶ ἄκοντας τοῖς κεκτημένοις ἐκπεμπέτω εἰς τὰς ἐξ ὧν εἰσὶν ἐπαρχίας, εἰ δὲ αὐτόχθονες εἶεν, παραδιδόσθω θᾶττον αὐτοὺς τοῖς τῶν δημοσίων ἔργων τεχνίταις, εἰς ὑπουργίαν τῶν προεστώτων ἀρτοποιϊκῶν ἐργαστηρίων, ἢ τοῖς τοὺς κήπους ἐργαζομένοις ἢ καὶ ἄλλαις διαφόροις τέχναις καὶ ἐργασίαις, ἐν αἷς ἰσχύουσιν ἅμα μὲν ἔργοις προσέχειν ἅμα δὲ ἀποτρέφεσθαι, καὶ τὸν ἀργὸν ἐπὶ τὸν κρείττονα μεταβαλεῖν βίον· εἰ δὲ μήτινες βουληθῶσιν προσεδρεύειν ταῖς ἐργασίαις, αἷς παρεδόθησαν, τούτους $ ἀπελαυνέτω ἔξω τῆς βασιλίδος πόλεως. φειδόμενοι γὰρ αὐτῶν ταῦτα νομοθετοῦμεν, ὅπως ἂν μὴ [ἐκ] τῆς ἀργίας αὐτῶν εἰς ἀτόπους πράξεις συνωθοῦνται καὶ τούτους οἱ νόμοι ἁρπάσουσιν εἰς ποινάς.

6

pr.Ὁ κοιαίστωρ τοὺς βεβλαμμένους τὸ σῶμα ἢ τὰς βεβλαμμένας ἢ πολιᾷ βαρεῖς τούτους ἀνενοχλήτους ἐάτω ἐπὶ ταύτης τῆς φιλανθρώπου πόλεως παρὰ τῶν εὐσεβεῖν βουλομένων ἀποτρέφεσθαι.

7

pr.Ὁ κοιαίστωρ πάντα, ὅσα μέμψιν λαμβάνει παραποιήσεως ἤτοι τῆς καλουμένης πλαστογραφίας ἐν οἱῳδήποτε πράγματι, ταῦτα ἀναζητείτω, καὶ τοὺς ἐπὶ τούτοις προσαγγελλομένους τιμωρείτω. δίδομεν γὰρ αὐτῷ τῆς τοιαύτης ἐξουσίας καὶ ἀκροάσεως.

8

pr.Ὁ κοιαίστωρ μέγιστον πάντων καὶ διηνεκὲς ἐχέτω τὸ σπούδασμα, τὸ καθαραῖς ταῖς χερσὶν ἅπαντα πράττειν καὶ τους ὑπουργοῦντας ἔχειν ἀῤῥύπους, μηδ᾽ αἰσχροῦ λήμματος ἐλάττους. εἰ γάρ τι παρ ' αὐτῶν ἔλαττον εὕροι, τούτους κολάζειν, καὶ ἐξ αὐτῶν πρῶτον δεικνύναι τὴν ἑαυτοῦ στεῤῥότητα καὶ σωφροσύνην.

9

pr.Τῷ κοιαίστωρι δίδομεν παῤῥησίαν καὶ ἄρχοντας ἐνοχλεῖν καὶ εἰς ἡμᾶς ἀναφέρειν καὶ οἴκοθεν πράττειν τὰ προσήκοντα, ἵνα μήτε ἀσθένειαν μήτε ἄλλο τὶ παντελῶς αἰτιώμενος τῆς ἡμετέρας [ἐπ᾿] αὐτῷ κρίσεως ἔλαττον φανείη.

10

pr.Τῷ κοιαίστωρι ἄδειαν δίδομεν δημοσίαις ἐπιστολαῖς χρῆσθαι πρὸς τοὺς τῶν ἐπαρχιῶν ἡγουμένους, ὥστε τοὺς ἐκπεμπομένους παρ᾿ αὐτοῦ εἰς τὰς αὐτῶν χώρας ἀπραγμόνως ἐκεῖσε διαζῆν. καὶ εἴ τινος δέονται βοηθείας νομικῆς, μὴ στερεῖσθαι ταύτης, προνοεῖν δὲ μάλιστα, ὥστε μηδεὶς ἐνοχλείσθω περὶ τούτου καὶ δευτέρων αὐτῷ πραγμάτων παρέχει ἀφορμάς. εἰ γὰρ πάλιν ἐπὶ τῆς εὐδαίμονος ταύτης λάβοι πόλεως ἐμφωλεύοντας μάτην τούτους ἀπαλλαγέντας φάσκοντας, τούτους μετὰ σωφρονισμοῦ πρέποντος αἶθις ἐκπεμπέτω.