JGR IV 3.10
Περὶ μαρτύρων.
Abrir no leitor do IusCommune →1
pr.Ἐπὶ μαρτύρων ζητεῖται ἡ ἀξία καὶ ἡ πίστις καὶ τὰ ἤθη καὶ ἡ στεῤῥότης· διόπερ οὐκ ἀκούονται οἱ ἐναντιούμενοι τοῖς ἐν ἐκμαρτυρίῳ ὑφ᾽ ἑαυτῶν εἰρημένοις '.
2
pr.Ἐπὶ ἑκάστου μάρτυρος ὀφείλει ζητεῖσθαι πρότερον, εἰ τίμιος καὶ ἄμεμπτος ἢ ἄτιμος καὶ ἐπίψογος, εὔπορος ἢ ἐνδεὴς, ὥστε διὰ κέρδος τὶ πλημμελῆσαι, φίλος τοῦ παράγοντος ἢ ἐχθρὸς τοῦ καθ᾽ οὗ παράγεται. ὅταν γὰρ ὑποψίας ἐστέρηται, μαρτυρεῖ. τὰ δὲ περὶ τούτου διακρίνει ὁ δικαστὴς, καὶ εἰ μίαν μεμελετημένην ὁμολογίαν προφέρουσι καὶ εἰ πρὸς τὰς πεύσεις καθαρῶς ἀποκρίνονται καὶ ὁποῖα τεκμήρια ὀφείλει ὁ δικαστὴς προσδέχεσθαι.
3
pr.Κωλύεται μαρτυρεῖν ἄνηβος, οἰκέτης, κωφὸς, ἄλαλος, μαινόμενος, ἄσωτος, υἱὸς ὑπεξούσιος ὅτε ὁ πατὴρ αὐτοῦ παρὰ ἄλλου γραφῇ κληρονόμος.
4
pr.Καὶ ὁ συνυπεξούσιος ὑπὲρ τοῦ γραφέντος ἐν δίκῃ κληρονόμου.
5
pr.Καὶ ὁ συνυπεξούσιος διατιθεμένου τοῦ ὑπεξουσίου εἰς ἰδιόκτητα αὐτοῦ πράγματα.
6
pr.Υἱὸς πατρὶ ἢ πατὴρ υἱῷ οὐ μαρτυρεῖ, ἀλλ᾽ οὐδὲ οἱοσδήποτε ἐν ἰδίῳ αὐτοῦ πράγματι.
7
pr.Οὐ μαρτυρεῖ δοῦλος ἢ ἀπελεύθερος κατὰ τοῦ πάτρωνος ἢ παιδὸς αὐτοῦ ῾.
8
pr.Οὐ μαρτυρεῖ ὁ καταδικασθεὶς ἐπὶ μαρτυρίᾳ ὡς λαβὼν χρήματα.
9
pr.Οὐ μαρτυρεῖ πένης· πένης γάρ ἐστιν ὁ μὴ ἔχων ν'νομισμάτων περιουσίαν.
10
pr.Οὐκ ἐστιν ἀξιόπιστος μάρτυς ὁ κελεύεσθαι δυνάμενος ἐπὶ τὸ μαρτυρῆσαι.
11
pr.Ὁ καταδικασθεὶς τῷ τῆς μοιχείας ἐγκλήματι οὐ μαρτυρεῖ.
12
pr.Ὁ συνηγορήσας ἢ ὁ ἐκβιβάσας ὑπόθεσιν οὐ μαρτυρεῖ ἐν αὐτῇ.
13
pr.Ὁ κατά τινος ἤδη μαρτυρήσας οὐ μαρτυρεῖ πάλιν κατ᾿ αὐτοῦ.
14
pr.Ἐγκληματικῶς τινα κατηγορήσας οὐ δύναται μαρτυρεῖν κατ᾿ αὐτοῦ. ὁ δὲ χρηματικῶς τινα αἰτιασάμενος οὐ κωλύεται μαρτυρεῖν κατ᾿ αὐτοῦ, πλὴν ὑπούσης εὐλόγου αἰτίας κωλύεται.
15
pr.Ὁ μεσάσας τισὶν ἐν πράγμασιν οὐ μαρτυρεῖ αὐτοῖς ἐν τῇ αὐτῇ ὑποθέσει ἐν δικαστηρίῳ, εἰ μὴ ἄρα συναινέσουσι τὰ ἑκάτερα μέρη τῇ μαρτυρίᾳ αὐτοῦ.
16
pr.Κωλύεται ἐν διαθήκῃ μαρτυρεῖν ὁ ἐν διαθήκῃ τινὸς ὑπογράψας καὶ μὴ ἀνασχόμενος μαρτυρῆσαι, ὃς οὐδὲ ἀναγκάζεται παρὰ τοῦ νόμου μαρτυρεῖν, ἀλλ᾽ οὐδὲ διαθέσθαι ἢ ἐξ ἑτέρας διαθήκης τὶ κερδᾶναι.
17
pr.Οὐκ ἐστι δεκτέα ἡ οἰκειακὴ μαρτυρία. 18. Ἐάν τις ἑνὸς ἀνθρώπου κατάθεσιν ἐν ἐκσφραγίσματι προσφέρῃ, οὐκ ἐστι δεκτέα ἡ τοιαύτη μαρτυρία.
19
pr.Οὐ μαρτυρεῖ ὁ ἥττων τῶν ἢ χρόνων, οὔτε ὁ ἐν δημοσίῳ δικαστηρίῳ καταδικασθεὶς καὶ μὴ ἀποκαταστὰς, ἢ ἐν δεσμοῖς ἢ ἐν δημοσίᾳ φρουρᾷ βληθείς.
20
pr.Γυναῖκες, κἂν σεμνότητι καὶ εὐσεβείᾳ γνωρίζονται, ἐπὶ μὲν ἄλλοις κεφαλαίοις οὐ μαρτυροῦσιν, αἷς ἀπείρηται μηδὲ διδάσκειν ἀλλ᾽ ἐν τῇ τῶν ἀκροωμένων τάξει καθεστᾶναι· ἐπὶ μέντοιγε τοκετοῦ αἱ τὸν εἰρημένον τῆς σεμνότητος τρόπον φυλάττουσαι δύνανται μαρτυρεῖν.
21
pr.Πατὴρ καὶ υἱὸς καὶ δύο ἀδελφοὶ συνυπεξούσιοι δύνανται μαρτυρεῖν ἐν μιᾷ διαθήκῃ καὶ ἐν ἑνὶ πράγματι· οὐδὲν γὰρ βλάπτει ἐξ ἑνὸς οἴκου πολλοὺς ἐν ἀλλοτρίῳ πράγματι μαρτυρεῖν.
22
pr.Καίτοι φασὶν οἱ παλαιοὶ, ἐν μὲν ταῖς συστατικαῖς μαρτυρίαις μὴ μαρτυρεῖν γυναῖκας, [ἐν δὲ ταῖς ἀποδεικτικαῖς πάσαις μαρτυρεῖν]. συστατικαὶ μὲν λέγονται ἐπὶ διαθήκης καὶ κωδικέλλου καὶ μετὰ θάνατον δωρεᾶς, ἀποδεικτικαὶ δὲ ἐπὶ τῶν ἄλλων ἁπάντων ἐκτὸς συμβολαίων.
23
pr.Οὐδεὶς ἀπαιτεῖται καθ᾽ ἑαυτοῦ μάρτυρας παραγαγεῖν, ἀλλὰ χρὴ τὸν ἐνάγοντα ὡς βούλεται συστῆσαι τὰς ἰδίας δικαιολογίας.
24
pr.Οἱ μαρτυροῦντες ἐγγράφως περὶ καταβολῆς χρεῶν εἰπάτωσαν ὡς τῇ καταβολῇ παρῆσαν καὶ ἐπ᾿ αὐτοῖς νομίμως ὁ λαβὼν τὸ χρέος κατέθετο, ἐπὶ τούτῳ μόνῳ προσκληθέντες, δηλονότι ἐὰν ὦσι πέντε τὸν ἀριθμὸν οἱ τοιοῦτοι μάρτυρες.
25
pr.Τὰς ματαίας καὶ ἐκ τοῦ παρήκοντος γινομένας μαρτυρίας [μηδενὶ παντάπασι λόγῳ κρατεῖν· καὶ τοιαύτας τινὰς ἀναπλάττειν μαρτυρίας,] ὡς δ᾽ ἄλλην τινὰ χρείαν παρατυχόντα ἀκοῦσαι τοῦδε λέγοντος εἰληφέναι παρὰ τοῦδε χρυσίον, ἢ ὀφείλειν τόδε. αὗται γὰρ ἡμῖν ὕποπτοι καθεστήκασι καὶ οὐδενὸς ἀξίαι λόγου. ἐὰν δὲ κατὰ συμβεβηκός παρερχομένου τινὸς ἢ τινων, καὶ ἐπ᾿ αὐτῷ τῷ τόπῳ γινομένων, ἐν ᾧ ἡ καταβολὴ τοῦ χρυσίου ἢ ἡ ἐπερώτησις παρ᾿ αὐτῶν τῶν καταβαλλόντων καὶ ἐπερωτώντων γίνοιτο, προσκληθῇ δὲ τότε μνήμην ποιεῖσθαι καὶ σημείωσιν καὶ ἐπισκοπεῖν τῶν πραγμάτων καὶ μαρτυρεῖν, ἔσται ὁ τοιοῦτος εἰς μαρτυρίαν δεκτὸς, ὡς καὶ πάντες οἱ ἐπ᾿ αὐτῷ προσκληθέντες.
26
pr.Ἕκαστος ἐνάγων αὐτὸς ὀφείλει περιποιεῖν ἑαυτῷ τὴν νίκην ἐκ τῶν προσόντων αὐτῷ, οἱονεὶ φαίνεσθαι τόνδε τὸν ἀγρὸν εἶναι τῆς ἑαυτοῦ δεσποτείας· [οὐ μὴν ὀφείλει κινῶν λέγειν· εἰ φαίνεται τόνδε τὸν ἀγρὸν μὴ εἶναι τῆς τοῦ ἀντιδίκου δεσποτείας.] εἰ γὰρ οὕτως εἰσέλθῃ κινῶν, ἐρεῖ αὐτῷ ὁ ἀντίδικος, πρῶτον μὲν ἐμός ἐστιν ὁ ἀγρός· εἰ δὲ οὐκ ἐστὶν ἐμὸς ὡς σὺ λέγεις, οὐ παρὰ τοῦτο σὸς ἀλλ᾽ ἄλλου ἐστίν· εἰ δὲ μήτ᾽ ἐμὸς μήτε σός ἐστιν ὁ ἀγρὸς, ὀφείλω σε νικᾶν ἐν τῷ παρόντι δικαστηρίῳ διὰ τὸν κανόνα τὸν λέγοντα· ἐν ἴσῃ αἰτίᾳ κρείσσων ἡ αἵρεσις τοῦ νεμομένου.
27
pr.Δυνατὸν καὶ ἐκ πόλεως εἰς πόλιν ἐκ διαλαλιᾶς δικαστικῆς στεῖλαι τὰς μαρτυρίας, πραττομένας μέντοιγε κατὰ νόμους, ἐν μὲν ταῖς ἐπαρχίαις παρὰ τῷ ἄρχοντι, ἐν δὲ τῇ κωνσταντινουπόλει παρὰ τοῖς θείοις δικασταῖς.
28
pr.Ἐπὶ τῶν ἐγκλημάτων ἀνάγκη πάντως παραχθῆναι τοὺς μάρτυρας καὶ μὴ τὰς φωνὰς αὐτῶν.
29
pr.῎Αλλη ἐστὶν ἡ αὐθεντία τῶν [παρόντων] μαρτύρων καὶ ἄλλη τῶν ἀναγινωσκομένων. ὁ οὖν θέλων ἐπισχεῖν μάρτυρας, δαπάνας αὐτοῖς χορηγείτω. καὶ πλείω τῶν τε ἡμερῶν οὐκ ἀναγκάζονται παραμένειν οἱ μάρτυρες ἐν χρηματικαῖς ὑποθέσεσιν.
30
pr.Εἴκοσι μίλια καθ ' ἡμέραν λογίζεται τῷ ὀφείλοντι παραστῆναι εἰς δικαστήριον, ὑπεξῃρημένης τῆς ἡμέρας, καθ᾽ ἣν ὡμολόγησε καὶ καθ᾽ ἣν δεῖ αὐτὸν παραστῆναι.
31
pr.Ἐπειδὴ ἴσμεν ἤδη γινόμενον νόμον, ὥστε εἴ τις ἐνταῦθα λέγοι δίκην, δεῖται δὲ ἐπί τινος χώρας ἐν μέρει τὴν σύστασιν ἔχειν, ἐξεῖναι τοῦ δικαστοῦ τοῦτο κρίναντος καὶ τὴν ἀρκοῦσαν προθεσμίαν ὁρίζοντος παραγαγεῖν ἐπὶ τῆς ἐπαρχίας μάρτυρας, ἐνταῦθά τε ἀναπέμπεσθαι τὴν δίκην τῶν πεπραγμένων φερομένων καὶ ὑπ᾿ αὐτοῦ κρίνεσθαι τοῦ δικαστοῦ· πολλαὶ δὲ τοιαῦται προσελεύσεις ἡμῖν γίνονται, βουλομένων τινῶν, οἵπερ ἐν ἐπαρχίᾳ μὲν δικάζονται, ἐνταῦθα δὲ τοὺς μάρτυρας ἔχουσι, ὡς ἔσται ἄδεια τῷ ἐν ἐπαρχίᾳ δικάζοντι στέλλειν ἐνταῦθα ὥστε παριέναι τοὺς μάρτυρας ἢ τὰς ἀποδείξεις εἰς ὕλας δίδοσθαι, καὶ πάλιν εἰς αὐτὸν φέρεσθαι τὰς δίκας, ἢ καὶ ἀπὸ ἐπαρχίας εἰς ἐπαρχίαν· θεσπίζομεν διὰ τὴν τῶν ἀποδείξεων ἀπορίαν καὶ τοῦτο κρατεῖν, καὶ δύνασθαι καὶ ἀπὸ ἐπαρχίας ἐνταῦθα παρὰ τοῦ δικάζοντος ἐν τῇ χώρᾳ στέλλεσθαι, καὶ παρ ἑνὶ τῶν ἐξ ἡμῶν ὡρισμένων δικαστῶν, ψήφου περὶ τούτου γινομένης, τὰς μαρτυρίας δίδοσθαι, καὶ ἀπὸ ἐπαρχίας ἑτέρας εἰς ἑτέραν ἢ παρὰ τῷ ἐκδίκῳ ἢ παρὰ τῷ ἄρχοντι, ἐκ ψήφου τοῦ δικάζοντος τῶν μαρτύρων διδομένων· ἐκεῖσε δηλαδὴ τῆς αὐτοτελοῦς ψήφου διδομένης, ἔνθα καὶ προκατήρχθη, ἵνα ὥσπερ ἐντεῦθεν ἐν τῇ χώρᾳ παρὰ τοῖς ἄρχουσιν ἢ τοῖς ἐκδίκοις τὰ περὶ τῆς παραγωγῆς τῶν μαρτύρων πράττεσθαι νενομοθέτηται, οὕτω καὶ ἀπὸ χώρας εἰς χώραν καὶ ἀπὸ ἐπαρχίας ἐνταῦθα κρατύνει.
32
pr.Ὁ ἅπαξ ἢ δὶς παραγαγὼν μάρτυρας ἐὰν ἀποτάξηται καὶ διασκέψηται διὰ τῆς ἐκδόσεως τῶν παραγραφῶν τῶν μαρτύρων καὶ μάθῃ τὰς μαρτυρίας, οὐ δύναται οὔτε διὰ βασιλικῆς ἀντιγραφῆς ἄλλους παραγαγεῖν μάρτυρας.
33
pr.Ἐπειδὴ πολλάκις πολλοὶ μάρτυρας παραστησάμενοι καὶ τρισάκις τοῦτο πράξαντες, εἶτα μετὰ τὴν τρίτην τῶν μαρτύρων παραγωγὴν πειρῶνται ἡμῖν ἐνοχλεῖν βουλόμενοι τετάρτην παραγαγεῖν μαρτυρίαν, θεσπίζομεν τοὺς ἡμετέρους δικαστὰς τούτοις μάλιστα προσέχειν, καὶ εἰ τρισάκις ἤδη παρῆλθον οἱ μάρτυρες καὶ παρ᾿ αὐτοῦ τοῦ τοὺς μάρτυρας ἐπαγαγόντος πάλιν αἰτεῖται μάρτυρας, τούτῳ παντελῶς μὴ προσίεσθαι, ὡς ὑποψίας οὔσης καὶ εἰς ἀνόρθωσιν καὶ προσθήκην ἀγομένων.
34
pr.Ὁ προσάγων μάρτυρας ἔν τινι δίκῃ, ἐὰν ὕστερον ἐν ἑτέρᾳ δίκῃ κατ᾿ αὐτοῦ προσφέροιντο, μὴ ἐχέτω ἐξουσίαν τούτους παραγράφεσθαι ὡς εὐτελεῖς τυχὸν ἢ ταῖς ἄλλαις ἐνεχομένους αἰτίαις, δι ἃς ὁ νόμος εἰς ἄκυρον τὴν μαρτυρίαν ἀποφαίνει. εἰ μέντοιγε δείκνυσιν ἔχθραν ἐν αὐτοῖς γινομένην ποιοῦσαν ὕποπτον τὴν μαρτυρίαν, ἢ χρήματα προφανῶς λαβόντας διελέγχοι τοὺς κατ᾿ αὐτοῦ μαρτυροῦντας, ἐξέστω τοὺς τοιούτους παραιτεῖσθαι μάρτυρας. εἰ δὲ καὶ δύναται ἀλλαχόθεν ψευδῆ τὰ παρ᾽ αὐτῶν λεγόμενα δεῖξαι, ἀκώλυτος αὐτῷ ἡ γνώμη ἔστω.
35
pr.Ἐάν τινες καθαρῶς ἐναντία σφισὶν ἑαυτοῖς ἢ καὶ ἀλλήλοις φθέγξοιντο, τοὺς δικαστὰς δεῖ τούτοις προσέχειν τοῖς λεγομένοις, καὶ εἰ περὶ τὰ καιριώτερα τῶν μαρτυρουμένων τὰς ἐναντιότητας εὕροιεν, ἐκβάλλειν μὲν τὰς τοιαύτας μαρτυρίας τοῖς παρὰ τῶν ἀξιοπιστοτέρων μαρτύρων καὶ πλειόνων προσέχοντας· εἰ δὲ ἐξεπίτηδες φανεῖεν κακουργοῦντες καὶ ἐντεῦθεν ἐκπίπτοντες εἰς ἐναντίωσιν, μηδὲ ἀθώους αὐτοὺς καταλιμπάνειν, εἴπερ μὴ κατά τινα πλάνην ὡς εἰκὸς [ἀλλ᾽] ἐξεπίτηδες τὰ ἐναντία δειχθεῖεν λέγοντες.
36
pr.Ἡ ζ φησὶ νεαρὰ, δύνασθαί τινα καὶ τετάρτην ποιεῖ σθαι μαρτύρων παραγωγὴν, ὀμνύντα μέντοι, ὅτι οὔτε ἐξελάβετο τὰς ἄλλας μαρτυρίας οὔτε ἐνέτυχεν αὐταῖς, οὔτε αὐτὸς οὔτε ὁ συνήγορος αὐτοῦ, οὔτε κατά τινα δόλον ἢ μηχανὴν τὴν τετάρτην παραγωγὴν αἰτεῖται ποιήσασθαι, ἀλλὰ διὰ τὸ μὴ δυνηθῆναι πρότερον ταῖς παρελθούσαις χρήσασθαι μαρτυρίαις.
37
pr.Τοῖς μάρτυσι καὶ οὐ τοῖς ἐκμαρτυρίοις πιστευτέον· αὐτοπροσώπως γὰρ ἐρωτῶνται παρὰ τοῦ δικαστοῦ ἐπὶ τῶν ἐγκλημάτων, καὶ ὁ μὴ δεικνὶς τὸ παρ᾽ αὐτοῦ προτεθὲν ἐξορίζεται.
38
pr.Οἱ ἄγνωστοι τῶν μαρτύρων καὶ βασανιζέσθωσαν εἰ δεήσοι.
39
pr.Ἐὰν τοιοῦτόν ἐστι τὸ πρᾶγμα, ὥστε δέξασθαι μαρτυροῦντα κυνηγὸν ἢ τοὺς ὁμοίους, χωρὶς βασάνων οὐ πιστεύονται.
40
pr.Ἐκ τῶν παρατίτλων τοῦ ε΄ τί. 41. – Ἐπίσκοπος μὴ προσαγαγέσθω εἰς μαρτυρίαν, ἀλλὰ προτιθεμένων τῶν ἁγίων εὐαγγελίων ἐν τῷ ἰδίῳ ἐπισκοπείῳ παρόντων καί τινων προσώπων λεγέτω ἅπερ γινώσκει.
41
pr.Ἐκ τοῦ η΄ τί. τῶν διατ. Δύναται ἰουδαῖος καὶ σαμαρείτης καὶ πᾶς αἱρετικὸς ὑπὲρ ὀρθοδόξων καλεῖσθαι εἰς μαρτυρίαν, ἐπὶ χρηματικῆς δηλονότι δίκης.
42
pr.Ὁ καταδικασθεὶς ἄρχων ἐν τῷ ἄρχειν περὶ ἀδικίας, ἐν διαθήκη μαρτυρεῖ, οὐ μὴν ἐν δικαστηρίῳ.
43
pr.Καλῶς σφραγίζει ὁ μάρτυς δακτυλίῳ τοῦ διαθεμένου καὶ ἀλλοτρίῳ.
44
pr.Οὐκ ἀναγκάζουσιν τὴν διάλεκτον τῆς μυστικῆς διαθήκης οἱ μάρτυρες εἰδέναι· ἀρκεῖ γὰρ αὐτοῖς νόησις δι ὃ προσεκλήθησαν. εἰ δὲ ἄκοντες ἐπισχεθῶσιν, οὐκ ἔῤῥωται ἡ διαθήκη.
45
pr.Ὁ μάρτυς μὴ γράψας τὸ ἴδιον ὄνομα, ἀντὶ μηδὲ σφραγίσαντός ἐστι· καὶ ὁ προγράψας.
46
pr.Ὁ μάρτυς σφραγίσας καὶ μὴ ὑπογράψας, ἢ ὑπογράψας καὶ μὴ σφραγίσας, δοκεῖ μὴ παρεῖναι.
47
pr.Τοὺς εὐλαβεστάτους πρεσβυτέρους καὶ διακόνους, εἰ εὑρεθεῖεν ὑπὲρ χρηματικῆς αἰτίας ψευδομαρτυρήσαντες, μὴ μέντοιγε ὅρκῳ τὸ ψεῦδος βεβαιωσάμενοι, τούτους ἀρκέσει ἐπὶ βασάνων ἐπὶ τρεῖς ἐνιαυτοὺς χωρίζεσθαι τῆς θείας ὑπηρεσίας καὶ μοναστηρίοις παραδίδοσθαι. εἰ δὲ καὶ τῷ ψεύδει τὸν ὅρκον προσέθεσαν, ὁ κανὼν αὐτοὺς προεξέκοψε τῆς ἱερωσύνης. ἀλλ᾽ οὕτω μὲν, εἰ χρηματικῆς δίκης προκειμένης. ὑπὲρ δὲ ἐγκληματικῶν αἰτιῶν εἰ ψευδομαρτυρίαν εἴποιεν ἐγγραψάμενοι, τοῦ κλήρου τούτους ἀπογυμνοῦσθαι· τοῖς δὲ λαϊκοῖς σφοδρῶς ἐπεξέρχεσθαι.
48
pr.Ὁ κῆνσος καὶ τὰ δημόσια ὑπομνήματα ἐπικρατέστερα τῶν μαρτύρων εἰσίν.
49
pr.Ἐκ τῶν περὶ ἀποδείξεων 50. Ἐάν τις διὰ τὸ μαρτυρῆσαί τινας ὡς ἀπολέσας συμβόλαια ἄγῃ, ἀγνοοῦσι δὲ ἐκεῖνοι τὴν τῶν συμβολαίων ἀλήθειαν, οὐ δύναται τοιούτῳ χρήσασθαι εἰς μαρτυρίαν, ὅτι διεμαρτύρατο τὴν τῶν συμβολαίων ἀπώλειαν.
50
pr.Ἐν ταῖς γυμναζομέναις δίκαις τὴν αὐτὴν ἔχουσι δύναμιν ἥ τε πίστις τῶν συμβολαίων καὶ αἱ καταθέσεις τῶν μαρτύρων.
51
pr.Οἱ μάρτυρες καὶ τὰ ἐκμαρτύρια τάξιν δικαιωμάτων ἐπέχουσιν.
52
pr.Τὰ ἐκμαρτύρια ἐχέτωσαν μαρτύρων παρουσίαν καὶ κατάθεσιν καὶ ὑπογραφήν.