JGR IV 3.11
Περὶ συμβολαίων.
Abrir no leitor do IusCommune →1
pr.Συμβόλαιόν ἐστιν ὑπόμνημα ἤτοι καταγραφὴ τῶν συμφωνηθέντων τε καὶ στοιχηθέντων μεταξὺ ἑκατέρων τῶν συμφωνούντων καὶ συμβαλλόντων. τὸ γὰρ μίγμα τῶν βουλευμάτων ἐκ τῶν συμβαλλόντων προσώπων γίνεται καὶ τὸ ἐκ τούτου ἔγγραφον σύνταγμα συμβόλαιον καλεῖται '.
2
pr.Κελεύομεν τὰς πράσεις καὶ ἐναλλαγὰς καὶ δωρεὰς καὶ δόσεις ἀῤῥαβώνων καὶ πάντα τὰ ἐγγράφως γινόμενα συναλλάγματα καὶ τὰς ἐγγράφως γινομένας διαλύσεις μὴ ἄλλως ἐῤῥῶσθαι, εἰ μὴ εἰς καθαρὸν ἐνεχθῶσι καὶ ὑπογραφῶσι παρ᾽ ἑκατέρων τῶν μερῶν, καὶ εἰ διὰ τοῦ ταβελλίωνος γίνονται τὰ ἔγγραφα, λάβωσι καὶ τὸ τοῦ ταβελλίωνος τέλεσμα.
3
pr.Ἡ τῶν συμβολαίων ἀπώλεια οὐκ ἀναιρεῖ τὰς ἀγωγὰς, ἐὰν δυνατόν ἐστιν ἑτέρως ἀποδειχθῆναι τὸ ἀληθές.
4
pr.Ὁ ἐν ὑπομνήμασιν ὁμολογήσας μὴ κεχρῆσθαι συμβολαίῳ, οὐκ ἔτι αὐτῷ κέχρηται.
5
pr.Ὥσπερ οὐ χρὴ καυθέντων τῶν γραμματείων τοὺς χρεώστας ἀρνεῖσθαι, οὕτως ἄδικόν ἐστι καὶ δανειστὴν λέγοντα ἀπολέσαι τὸ γραμματεῖον πιστεύεσθαι. ὀφείλει γὰρ ἄλλας προσφέρειν ἀποδείξεις.
6
pr.Ἐὰν ὁ τὴν χρῆσιν ἔχων πωλήσῃ τὸν ἀγρὸν, οὗ τὴν χρῆσιν ἔχει, κἂν ἀπώλεσεν ὁ τὴν δεσποτείαν ἔχων τὰ δικαιώματα, ὅμως ἀποδεικνύων ἀλλαχόθεν τὴν ἀλήθειαν οὐδὲν ἐκ τοῦ τὴν χρῆσιν πωλήσαντος ὑφίσταται πρόκριμα.
7
pr.Ἐὰν περὶ πίστεως συμβολαίου γένηται ζήτησις, καὶ εἰ εἷς τῶν δικαζομένων εἴποι ἐν ἄλλοις τόποις ἔχειν τοὺς τοῦ συμβολαίου μάρτυρας, κελεύομεν, ἵνα, εἰ ὁ δικαστὴς συνίδοι, πεμφθῶσιν οἱ πρωτότυποι ἢ οἱ κουράτωρες αὐτῶν ἐν οἷς τόποις οἱ μάρτυρες διάγουσιν, καὶ ἢ βεβαιωμένου τοῦ συμβλαίου ἢ μὴ βεβαιωμένου ὑποστρέψωσι, καὶ τότε γενέσθαι τὴν περὶ τοῦ γραμματείου ἀπόφασιν τ.
8
pr.Εἴ τινες τῶν μαρτύρων ἐτελεύτησαν, διὰ συγγραφὰς ἑτέρων μαρτύρων καὶ γραμμάτων ἀνὰ δύο ἑκάστου μάρτυρος συγκρινομένων ἅμα τῷ συμβολαίῳ βεβαιούσθωσαν. εἰ δὲ αὗται οὐκ εἰσὶν, ἄκυρον εἶναι τὸ συμβίλαιον.
9
pr.Κελεύομεν τὰς τῶν γραμματείων συγκρίσεις ἀπὸ ἀγοραίων γίνεσθαι συμβολαίων, καὶ μὴ ἀπὸ χειρογράφων, εἰ μὴ ἄρα τριῶν μαρτύρων ὑπογραφὰς ἔχουσι τὰ χειρόγραφα, καὶ αὐτοὶ οἱ ἴσως ὄντες μάρτυρες συνομολογήσουσιν, ὅτι ὑπέγραψαν, ἢ ἀρνούμενοι περὶ τῆς ἰδίας χειρὸς ἀπὸ συγκρίσεως τῶν ἰδίων γραμμάτων ἐλεγχθῶσιν. καὶ τότε μεθ᾽ ὅρκου γίνεσθαι τὴν σύγκρισιν· ταῦτα δὲ θεσπίζομεν πράττειν καὶ ἐν τοῖς ἐφεξῆς χρόνοις.
10
pr.Ἐάν τις παραγάγῃ χάρτην, καὶ ἀποδείξῃ τοῦτον ἀληθῆ εἶναι διὰ μαρτύρων ἢ συγκρίσεως, ὁ δὲ καθ᾽ οὗ ὁ χάρτης προηνέχθη μετὰ ταῦτα πλαστὸν αὐτὸν διαβάλλειν βούλοιτο, ὀμνυέτω μὲν οὗτος πρὸ πάντων, ὅτι οὐ συκοφαντικῇ γνώμῃ τὸν χάρτην ἐπιζητεῖ· ὀμνύντος δὲ, ὁ τοῦ δικαιώματος δεσπότης ἀναγκαζέσθω ἐμφανίζειν αὐτὸν, εἰ μὴ ἄρα ὄμνυσιν αὐτὸς ἐκ τοῦ ἐναντίου τὸν χάρτην μὴ ἔχειν, ἀλλ᾽ ὅτι οὐδὲ δόλῳ πλάττεται τὴν ἀλήθειαν τῆς ἀπωλείας. ὁ μέντοι διαβάλλειν ἐπιχειρῶν τὸν χάρτην πρὸ τελείας καταδίκης δύναται ἐπιζητεῖν αὐτὸν καὶ πρὸς τὴν διαβολὴν αὐτοῦ χωρεῖν. ἐὰν γὰρ ἡ καταδίκη παντελῶς προβῇ, καὶ μηδὲ ἔκκλητος παρακολουθήσῃ, οὐκ ἔστι τὸν ἅπαξ ἀποδειχθέντα ἀληθῆ χάρτην ὡς πλαστὸν αἰτιᾶσθαι.
11
pr.Ἐκ τοῦ κβ΄ βι. τοῦ α΄ τί. Ἐὰν περὶ ἡλικίας διάφορα προσφέρωνται ἔγγραφα, τὰ τῷ πιθανῷ συνάδοντα δεῖ προσδέχεσθαι μᾶλλον ἢ τὰ βλάπτοντα.
12
pr.Ἡ ἀπογραφὴ τῆς μητρὸς καὶ τοῦ πάππου συμβάλλεται τῷ παιδίῳ.
13
pr.Οὔτε ὁ δημόσιος οὔτε ἰδιώτης ἐκ τῶν ἰδίων ὑποσημειώσεων δύνανται ποιεῖσθαι χρέους ἀπόδειξιν κατά τινος· οἷον ἀπὸ τοῦ τοὺς τὰ δημόσια διοικοῦντας [ἐντάξαι] τοῖς δημοσίοις χάρταις ὅτι δεῖνα χρεωστεῖ τοσάδε, ἢ ἀπὸ τοῦ τὸν ἰδιώτην ἐντάξαι ὅτι ὁ δεῖνα χρεωστεῖ μοι.
14
pr.Ἐάν τις προφέρει τινὰ γραφὴν ἐν δικαστηρίῳ, ὀφείλει αὐτὸς αὐτὴν ἀποδεικνύειν ἀληθῆ, ἐπεὶ εἰ μὴ τοῦτο ἀποδείξει, πλαστογραφίας δίκην ὑφέξει.
15
pr.Ὁ ἐν ὑπομνήμασιν ὁμολογήσας μὴ κεχρῆσθαι συμβολαίῳ, οὐκέτι αὐτῷ κέχρηται.
16
pr.Κἂν ἀπώλοντο τὰ δικαιώματα τῆς αὐτεξουσιότητος, οὐδὲν ὁ παῖς ἀδικεῖται.
17
pr.Εἴ τις διάφορα ὑπὲρ ἑαυτοῦ προφέρει δικαιώματα, μάχονται δὲ ἀλλήλοις, ἀνίσχυρα ἔσται καὶ ἀνωφελῆ.
18
pr.Ἐάν τις ἀπαιτούμενος ἐν δικαστηρίῳ προκομίσαι ἴδιον δικαίωμα, βλάβην μὲν ἑτέρῳ τινὶ παρέχον, ἑτέρῳ δὲ συμβαλλόμενον, ὁ δὲ οὐ βούλεται εὐλαβεῖσθαι λέγων τὴν ἀπὸ τῆς παραγωγῆς αὐτοῦ βλάβην ἐπὶ τὸ οἰκεῖον διαβαίνουσαν πρόσωπον, ὁ δὲ τὸ δικαίωμα ὑπὲρ ἑαυτοῦ ἐπιζητῶν διατείνοιτο βλά βην μὲν οὐδεμίαν ὑφίστασθαι τὸν αὐτοῦ δεσπότην, χρήμασι δὲ κλαπέντα ἢ ἄλλοις τισὶ τρόποις ζητούμενον αὐτὸν πλάττεσθαι δι ἰδίαν βλάβην μὴ ἐμφανίζειν αὐτὸ, αὐτὸν δὲ διὰ τῆς ἀποκρυβῆς ζημίαν μεγίστην ὑφίστασθαι· κελεύομεν τὸν τὸ δικαίωμα ἔχοντα προκομίζειν. εἰ ἀληθῶς δὲ βλάβην ἐξ αὐτοῦ ὑποστῆναι θέλει, μὴ ἀναγκάζεσθαι προκομίζειν αὐτό· οὐδεὶς γὰρ ἀναγκάζεται ζημιῶσαι ἑαυτῷ. εἰ μέντοιγε ὁ τὸ συμβόλαιον ἐπιζητῶν ἐπ᾿ ὠφελείᾳ τῇ ἑαυτοῦ διατείνοιτο ἐπιπλεῖον μηδὲν ζημιοῦσθαι τὸν δεσπότην ἐκ τῆς τοῦ συμβολαίου προσκομιδῆς, αὐτὸν δὲ ἐκ τοῦ μὴ ἐμφανίζεσθαι τὰ μέγιστα βλάπτεσθαι, ὅρκον ὀμνύσθω τηνικαῦτα ὁ τὸ συμβόλαιον ἔχων, ὡς περὶ τὴν ἰδίαν οὐσίαν βλαπτόμενος τὸν χάρτην οὐ παρέχει. ὁ δὲ ὅρκος ἐπ᾿ ἀκριβείᾳ τελείσθω· ὥστε μὴ κερδαίνειν τὰ ἐπαγγελθέντα διὰ τὸ μὴ ἐμφανίσαι τὸν χάρτην ἢ τοιοῦτόν τι ὑπαινιττόμενος λεπτομερέστερον τὸν ὅρκον τελείτω, ὅτι οὔτε διὰ τὸ λαβεῖν χρήματα οὔτε διὰ τὸ ἐλπίζειν λαβεῖν οὔτε διὰ χάριν ἢ φόβον καθ᾽ οὗ τὸ δικαίωμα ἐπιζητεῖται, [ἀλλὰ δ᾽ οὐδὲν μὲν τῶν εἰρημένων παραιτεῖται τὴν προκομιδὴν τοῦ χάρτου,] πλὴν διὰ τὴν ἀληθῶς ἐλπιζομένην ἑαυτῷ γενέσθαι βλάβην, καὶ οὕτως τοῦ ὅρκου προελ θόντος μηκέτι τὸν χάρτην ἀπαιτεῖσθαι αὐτόν. εἰ δὲ μήτε βούλοιτο τὸν ὅρκον ὑπέχειν, μήτε τὸ δικαίωμα ἐμφανίσαι, γινωσκέτω πᾶσαν τὴν ἐκ τῆς ἀποκρυβῆς τοῦ συμβολαίου ζημίαν γενομένην τῷ δεομένῳ οἴκοθεν αὐτὸς ἐπιδώσει, ὡς μὴ βουληθεὶς τὸ δικαίωμα προκομίσαι.
19
pr.Εἴ τις παρακαταθέσθαι ἀσφαλῶς βούλοιτο, μὴ μόνον πιστευέτω τοῖς τοῦ λαμβάνοντος γράμμασιν, ἀλλὰ προσκαλείσθω καὶ μάρτυρας νόμῳ δεκτοὺς οὐκ ἐλάττους τῶν τριῶν, ἵνα μὴ ἐπὶ μόνου ἠρτήμεθα τοῦ γραμματείου καὶ τῆς τούτου ἀντεξετάσεως, ἀλλὰ τοῖς δικάζουσι καὶ ἡ παρὰ τῶν μαρτύρων βοήθεια εἴη, λεγόντων ὡς αὐτῶν παρόντων ὑπέγραψεν ὁ τὸ συμβόλαιον ποιησάμενος καὶ τοῦτο ἀκριβῶς γινώσκουσι. διὰ ταῦτα τοῦτο νομοθετοῦμεν εἰς τὸ ἀσφαλῶς εἶναι τὰ γραφόμενα συμβόλαια.
20
pr.Εἴ τις δανείσματος συμβόλαιον ἢ ἄλλου τινὸς πράττοι καὶ μὴ βούλεται τοῦτο ἐπ᾿ ἀγορᾶ συνθεῖναι, μὴ αὐτόθεν δοκείτω πιστὸν τὸ γραφόμενον, εἰ μὴ καὶ μαρτύρων ἔχει παρουσίαν ἀξιοπίστων οὐκ ἐλαττόνων τῶν τριῶν, ἵνα εἴτε αὐτοὶ παραγένοιντο καὶ τοῖς οὐκείοις μαρτυρήσαιεν γράμμασιν, ἢ ἕτε- ροί τινες μαρτυρῶσιν ὡς παρόντων αὐτῶν τὸ συμβόλαιον συνετάγη, καὶ τότε λαμβάνειν πίστιν διὰ τῶν μαρτύρων βεβαιούμενον.
21
pr.Ὅταν ἕτερον μὲν ἡ παράθεσις τῶν γραμμάτων εἴπῃ, ἕτερον δὲ αἱ μαρτυρίαι, τηνικαῦτα ἡμεῖς οἰόμεθα τὰ παρὰ ζώσης φωνῆς λεγόμενα μεθ᾽ ὅρκου ἀξιοπιστότερα εἶναι. πλὴν ἔστω τοῦτο τῆς τοῦ δικάζοντος ἁγνείας τε καὶ θεοφιλίας τὸ τοῖς ἀληθέσι μᾶλλον ἀντὶ τῶν ὑπόπτων πιστεύεσθαι.
22
pr.Εἴ τις παρακατατιθέμενος ἢ δανείζων ἢ ἄλλως πως συμβάλλων ἀρκεσθῇ τοῖς γράμμασι μόνον τοῦ πρὸς αὐτὸν συμβάλλοντος, ἐπ᾿ αὐτῷ κείσεται τὸ γινώσκειν ὡς εἰς τὴν ἐκείνου πίστιν τὸ πᾶν αὐτὸς ἀνηρτήσατο. καὶ ὅσον μὲν ἐκ τῆς γραφῆς οὐκ ἂν αὐτάρκης δόξειε κατὰ τὸν ἡμέτερον νοῦν τῷ συμβολαίῳ προστίθεσθαι πίστις. εἰ δὲ ἡ παρουσία τῶν μαρτύρων, ἐφ᾿ ὧν τὸ συνάλλαγμα γέγονεν, ἢ ἡ τελευταία τοῦ πράγματος καταφυγὴ βοηθήσειεν αὐτῷ (φαμὲν δὲ τὴν ἐξ ὅρκου), οὐκ ἀκυροῦμεν τὸ γινόμενον· τὰς γὰρ παραποιήσεις εὐλαβούμενοι καὶ γυμναῖς οὔσαις αὐταῖς οὐ πιστεύοντες τὴν τοιαύτην ἀκρίβειαν τῷ γράμματι προστίθεμεν, οὐχ ἵνα τοὺς πιστεύοντας ἀφελώ μεθα τὴν ἑαυτῶν εἰς τοὺς φίλους πίστιν, ἀλλ᾽ ἵνα τὴν ἀγνωμοσύνην τε καὶ ἄρνησιν πολλοῖς ἐλέγχωμεν τρόποις.
23
pr.Ἐπὶ τῶν γράμματα μὴ ἐπισταμένων δύο πάντως [ταβουλαρίους] καὶ μάρτυρας παραλαμβάνεσθαι χρὴ, ἐν οἷς εἰσὶ ταβουλάριοι τόποις. καὶ κελεύομεν μάρτυρας μάλιστα οὐκ ἀγνώστους τοῖς συμβάλλουσιν εἶναι, ἵνα οἱ μὲν γράφωσι περὶ τοῦ ἀγραμμάτου ἢ ὀλιγογραμμάτου καθεστῶτος, οἱ δὲ μαρτυρῶσιν ὡς καὶ παρόντων αὐτῶν ταῦτα ἐπράχθη καὶ εἰδεῖεν αὐτόν· καὶ οὕτως ἡ τῶν τοιούτων συμβολαίων εἰσδεχθείη πίστις· δηλονότι ὡς οὐκ ἐλαττόνων ε μαρτύρων ἐπὶ τῶν τοιούτων ληφθησομένων, ἐν οἷς ἔσται καὶ ὁ γράφων ὑπὲρ τοῦ συμβάλλοντος ἢ τὸ πᾶν ἢ τὸ μετὰ ὀλίγα γράμματα τὰ παρ᾽ ἐκείνου τεθέντα, ὥστε μηδὲν διαπεσεῖν τῆς εἰς ἄκρὸν ἀκριβείας. καὶ ταῦτά φαμεν ἐπὶ ἐγγράφων συμβολαίων. εἰ γὰρ ἀγράφως πρᾶξαι οἱονδήποτε συνάλλαγμα βουληθῇ, τοῦτο πρόδηλον ὡς καὶ τὴν διὰ μαρτύρων ἢ τὴν δι ὅρκου δέξεται πίστιν, τοῦ ἐνάγοντος μάρτυρας παραγαγόντος, καθάπερ ἂν ὁ δικαστὺς τὴν ὑπό θεσιν τάξειεν 23. Σχόλιον. Ταῦτά φησιν ἡ νεαρὰ παρατηρεῖσθαι, ὅταν ἐν πόλεσι γένηται τὸ συνάλλαγμα καὶ ὑπερβαίνει μίαν χρυσίου λίτραν. ἐπείτοιγε ἐν ἀγροῖς ἢ χωρίοις καὶ ἐπ᾿ ἐλάττονι ποσότητι καὶ δύο μάρτυρας ἀρκεῖν μόνους.
24
pr.Ὁ δικαιώματα ἔχων εἴτε πράσεως εἴτε ἀγορασίας εἴτε κρίσεως, ἔπειτα τούτων οὐδὲν ἐπὶ κριτηρίου παραστὰς ἐμφανίζει, εἰ μὲν γινώσκων ἔχειν αὐτὰ μὴ προεκόμισεν, εἶτα κατεδικάσθη, οὐ δύναται ἐν ἐγκλήτῳ προσάγειν αὐτά· ὁ γὰρ τῶν ἰδίων ὀλιγωρήσας δικαιωμάτων αὐτὸς πρὸ τῶν ἄλλων τὴν ἐκείνων ἀσθένειαν ἐλέγχεται συνειδώς. εἰ δ᾽ ἀγνοῶν, ὅτι ταῦτα ἔχει, διὰ τοῦτο οὐ προεκόμισεν, ὅρκῳ τὴν ἄγνοιαν βεβαιῶν δύναται ταῦτα καὶ μετὰ ταῦτα δικαστῇ ἐπὶ τῆς ἐγκλήτου προάγειν καὶ τὸ ἴδιον διεκδικεῖν δίκαιον.
25
pr.Ὁ ἀποκρύπτων χάρτην ἐκλαβῆς αὐτοῦ ὡς ἐπηρεάζων τὸν πρωτότυπον ἐκπίπτει τῆς διακατοχῆς τοῦ ἐν αὐτῷ γεγραμμένου.
26
pr.Ὅσα σύμφωνα γένηται ὑπεναντία τῶν νόμων ἢ τῶν καλῶν τρόπων, ταῦτα μηδεμίαν ἔχειν ἰσχὺν, ἀναμφιβόλου νόμου ἐστίν.
27
pr.Πᾶν σύμφωνον, ἐν ᾧ ἐγγέγραπται ὁ τοῦ σταυροῦ σωτήριος τύπος ἢ τῆς θείας τριάδος ἐπίκλησις, πιστὸν καὶ ἰσχυρὸν καὶ ἀπαράβατον εἶναι διὰ τῶν ἐν αὐτῷ μαρτύρων βεβαιούμενον, κἂν ἡ τοῦ προστίμου ζημία οὐκ ἐνετέθη.