JGR IV 3.12
Περὶ μνηστείας.
Abrir no leitor do IusCommune →1
pr.Μνηστεία ἐστὶ μνήμη καὶ ἐπαγγελία τῶν μελλόντων γάμων '.
2
pr.Καὶ ἐγγράφως καὶ ἀγράφως μνηστεία γίνεται.
3
pr.Καὶ ψιλῇ συναινέσει συνίσταται μνηστεία, καὶ μεταξὺ ἀπόντων, ἐὰν μέντοι γινώσκοντες ὦσιν ἢ δεκτὸν ἡγήσωνται.
4
pr.Μνηστεύεταί τις καὶ παρὼν δ᾽ ἑαυτοῦ, καὶ διὰ μέσου, καὶ δ᾽ ἐπιστολῆς.
5
pr.Οἱ συναινοῦντες τῷ γάμῳ, καὶ τῇ μνηστείᾳ συναινοῦσιν· ἀεὶ δὲ συναινεῖ ὁ πατὴρ, εἰ μὴ ῥητῶς ἐναντιοῦται.
6
pr.Διχονοοῦντος τοῦ ὑπεξουσίου οὐ γίνεται μνηστεία ὀνόματι αὐτοῦ.
7
pr.Οἱ μνηστευόμενοι καὶ μὴ ἐμμένοντες τοῖς συναρέσασιν, ἀλλ᾽ ἀνατρέποντες τὰ δεχθέντα, μὴ τοὺς ἀῤῥαβῶνας ζημιούσθωσαν μόνον, ἀλλ᾽ εἰ καὶ προστίμοις ἑαυτοὺς ἐβάρησαν, ἐπιγινωσκέτωσαν τὸ τῶν προστίμων βάρος.
8
pr.Ἐὰν ἐφίλησεν ὁ μνηστὴρ τὴν μνηστὴν ἐν τῷ τῆς μνηστείας καιρῷ, καὶ μετὰ τοῦτο ἕνα τῶν ἀμφοτέρων τελευτῆσαι συνέβη, τὸ ἴσως δοθὲν ὑπὲρ δωρεᾶς ἥμισυ ἀνατρέπεται, καὶ τὸ ἕτερον ἥμισυ ἔχων ὁ ζῶν, ἑκατέρωθεν φυλαττόμενον τοῖς μέρεσι. φιλήματος δὲ μὴ γινομένου, τὸ πᾶν ἀπαιτεῖται παρεχόμενον ἐξ οὗτινος προσώπου κατεβλήθη.
9
pr.Ἐνταῦθα λέγω τὸν πατέρα σιωπῶντα δέχεσθαι τὴν μνηστείαν τῆς θυγατρὸς δεικνὺς ταύτην μνηστεύεσθαι· τοῦτο δὲ γίνεται, ὅταν αὐτεξουσία ὑπάρχῃ.
10
pr.Ὁ πατὴρ τῆς ὑπεξουσίας θυγατρὸς δύναται διαλύειν τὴν μνηστείαν, οὐ μὴν τῆς αὐτεξουσίας.
11
pr.Παρὰ γνώμην τῆς ὀρφανῆς οὐ δύναται ὁ ἐπίτροπος συνιστᾶν ὑπὲρ αὐτῆς μνηστείαν. ἀλλ᾽ οὐδὲ λύει τὴν γενομένην.
12
pr.Ὁ γενόμενος ἐπίτροπος οὐ δύναται γαμεῖν τὴν ὀρφανὴν, οὔτε παῖδας αὐτοῦ ταύτῃ ζευγνύναι. τὸ αὐτὸ καὶ περὶ μνηστείας.
13
pr.Ὡς ἐπὶ τῶν γάμων, οὕτως καὶ ἐπὶ τῆς μνηστείας οἱ συναπτόμενοι συναινοῦσι. τότε γὰρ λέγομεν συνίστασθαι μνηστείαν, ὅτε οἱ μνηστευόμενοι τοῖς τούτων γονεῦσιν οὐκ ἀντιλέγουσιν. δεῖ οὖν καὶ τοὺς ὑπεξουσίους συναινεῖν· δοκοῦσι δὲ τοῖς γονεῦσι συναινεῖν, εἰ μὴ ῥητῶς ἀντιλέγουσι. τότε γὰρ μόνον ἀντιλέγειν δύνανται, ὅτε τοὺς τρόπους αἰσχρὸν αὐτοῖς μνηστεύονται.- αἰσχρῶν δὲ καὶ ἀναξίων [μὴ] ὄντων τῶν προσώπων, κἂν ἀποκλήρους ἑαυτοὺς τὰ τέκνα βούλοιντο ποιεῖν ἐπὶ τῷ μὴ τὴν γονὴν ἀλλὰ τὴν ἰδίαν γνώμην ἐκνικῆσαι, ἀνίσχυρον αὐτῶν εἶναι θεσπίζομεν διὰ παντὸς τὸ βούλημα. τὰ γὰρ ἐπὶ ἰδίᾳ καταστροφῇ καὶ ἀπωλείᾳ τῶν νέων ὁρμήματα παντὶ τρόπῳ κωλύειν οἱ νόμοι ἐγνώκασι. διχονοούντων δὲ τῶν γονέων πρὸς ἀλλήλους περὶ τῆς ἐκλογῆς, ἡ τοῦ πατρὸς γνώμη κρατεῖ.
14
pr.Ὁ τὸ γινόμενον νοῶν καλῶς μνηστεύεται, τουτέστιν ὁ μὴ ὢν ἥττων τῶν ζ ἐτῶν. εἰ μέντοι τῆς μνηστείας γενομένης ἔσωθεν τοῦ τρισκαιδεκάτου χρόνου τολμήσειέ τις τοῖς μνηστευομένοις ἢ τὴν εὐλόγησιν ἢ τὸ στεφάνωμα περιθεῖναι, ὡς τῶν θείων νόμων παραβαθέντων αὐτίκα ἡ μὲν γενομένη μνηστεία ἅμα τῇ δοκούσῃ συναφείᾳ διαλύεται, καὶ τὰ παρ᾽ ἑκατέρου μέρους ἐν τῇ μνηστείᾳ συμβληθέντα πρόστιμα ὑπὲρ τοῦ τολμήματος ζημιούμενοι τῷ δημοσίῳ εἰσκομιζέσθωσαν. μηδὲ τοῦ τοῦτο τολμῶντος ἱερέως ἐπὶ τῇ τοιαύτῃ πράξει ἀνευθύνου ὄντος, ἀλλὰ τῇ αὐστηρίᾳ τῶν ἱερῶν κανόνων ὑποκειμένου.
15
pr.Ὁ μνηστευσάμενος κόρην ἔφηβον, καὶ μὴ συμφωνήσας χρόνον ἐν τῇ μνηστείᾳ, ὀφείλει ταύτην, εἰ μὲν ἐν τῇ αὐτῇ ἐπαρχίᾳ διάγει, ἔσω διετίας γαμεῖν. εἰ δὲ ἐν ἀπουσίᾳ, εἴσω τριετίας. εἰ δὲ ὑπέρθηται, δύναται ἡ κόρη ἑτέρῳ συνάπτεσθαι.
16
pr.Μνηστείας ἡγησαμένης, ἐξ εὐλόγου αἰτίας ὑπερτίθεται ὁ τῶν ἐφήβων γάμος, τυχὸν διὰ νόσον τοῦ μνηστῆρος ἢ τῆς μνηστῆς, ἢ θάνατον τῶν γονέων, ἢ διὰ κεφαλικὰ ἐγκλήματα ν μακρᾶς ἀποδημίας ἐξ ἀνάγκης γενομένης.
17
pr.Ἡ μανία ἐμποδίζει τὴν μνηστείαν, ἐπιγινομένη οὐ λύει τὴν συστᾶσαν.
18
pr.Ὁ μονάσας ἀζημίως λύει τὴν πρὸς αὐτὸν συστᾶσαν μνηστείαν. εἰ δὲ γήμας μονάσῃ, τῷ ἀπὸ τελευτῆς ὑποκείσεται κάσῳ· ἀμφοτέρων δὲ μονασάντων, ἀζημίως ὁ γάμος λύεται.
19
pr.Τὸ πένθος τοῦ ἀνδρὸς οὐ κωλύει τὴν γυναῖκα μνηστευθῆναι.
20
pr.Οἱ τῶν μαινομένων παῖδες, κἂν ὑπεξούσιοι ὦσιν, οὐ δέονται τῆς τῶν γονέων αὐτῶν συναινέσεως γάμον συναλλάσσοντες, δηλονότι καὶ μνηστείαν· ἀλλ᾽ ἐν μὲν κωνσταντινουπόλει κρίσει τοῦ ἐπάρχου τῆς πόλεως, ἐν δὲ ταῖς ἐπαρχίαις κρίσει τοῦ ἄρχοντος ἢ τοῦ ἐπισκόπου, παρουσίᾳ τοῦ κουράτορος τοῦ ἰδίου πατρὸς τὸν γάμον τελοῦσιν.
21
pr.Οἱ τῶν αἱρετικῶν παῖδες, ἐὰν γένωνται χριστιανοὶ, ἀναγκάζουσι τοὺς ἰδίους γονεῖς τρέφειν αὐτοὺς καὶ ἐνδύειν, καὶ προῖκα ἢ πρὸ γάμου δωρεὰν ὑπὲρ αὐτῶν διδόναι κατὰ τὸ μέτρον τῆς αὐτῶν περιουσίας.